§18καίτοι δοκεῖ ἂν ὑμῖν, ὅστις ἐπὶ τῶν τριάκοντα κόσμιον αὑτὸν παρέσχεν, εἰς τοῦτον ἀποθέσθαι τὸν χρόνον ἀδικεῖν, ἐν ᾧ καὶ τοῖς πρότερον ἡμαρτηκόσι μετέμελεν;
しかし、三十人(政権)のもとで自らを慎み深く保った者が、以前に罪を犯した者たちでさえ後悔していた、まさにその時期まで不義を働くのを引き延ばした、などということがあなた方にありそうに思えるだろうか。
ὃ δὲ πάντων δεινότατον, εἰ τῶν μὲν ὑπαρχόντων ἐχθρῶν μηδʼ ἀμύνεσθαι μηδένʼ ἠξίωσα, τοῦτον δὲ κακῶς ποιεῖν ἐπεχείρουν, πρὸς ὃν οὐδὲν πώποτέ μοι συμβόλαιον ἐγένετο.
さらに、すべてのことの中で最も奇妙なのは、私が既存の敵の誰に対しても復讐しようとさえしなかったのに、これまで何の取引もなかったこの男に害を加えようとした、ということである。
§19ὡς μὲν οὖν οὐκ αἴτιός εἰμι Καλλιμάχῳ τῆς τῶν χρημάτων δημεύσεως, ἱκανῶς ἀποδεδεῖχθαί μοι νομίζω·
さて、私がカリマコスに対する財産没収の原因ではないということは、十分に証明されたと私は考える。
ὡς δʼ οὐκ ἐξῆν αὐτῷ δικάζεσθαι περὶ τῶν τότε γεγενημένων, οὐδʼ εἰ πάντα ταῦτʼ ἦν πεποιηκὼς ἅ φησιν αὐτός, ἐκ τῶν συνθηκῶν γνώσεσθε.
しかし、たとえ彼自身が主張するこれらすべてのことを私が本当に行っていたとしても、彼が当時の出来事について裁判を起こす権利がなかったということは、協定の本文から知るだろう。
καί μοι λαβὲ τὸ βιβλίον.
本を取り上げて私に渡してくれ。
"Συνθῆκαι
" §20ἆρα μικρῷ τῷ δικαίῳ πιστεύων τὴν παραγραφὴν ἐποιησάμην, ἀλλʼ οὐ τῶν μὲν συνθηκῶν διαρρήδην ἀφιεισῶν τοὺς ἐνδείξαντας ἢ φήναντας ἢ τῶν ἄλλων τι τῶν τοιούτων πράξαντας, ἐμαυτὸν δʼ ἔχων ἀποφαίνειν, ὡς οὔτε ταῦτα πεποίηκα οὔτʼ ἄλλʼ οὐδὲν ἐξήμαρτον;
"Συνθῆκαι" 私は、僅かばかりの正義を頼りにしてこの抗弁を申し立てたのであろうか。 そうではなく、協定が密告した者や告発した者、その他そのような行為を行った者たちを明示的に免除している一方で、私自身は、そのようなことも行わず、他のいかなる過ちも犯していないと示すことができるからではないか。
ἀνάγνωθι δή μοι καὶ τοὺς ὅρκους. ""
さあ、私に誓約の言葉も読み上げてくれ。
§21οὐκ οὖν δεινόν, ὦ ἄνδρες δικασταί, οὕτω μὲν τῶν συνθηκῶν ἐχουσῶν, τοιούτων δὲ τῶν ὅρκων γενομένων, τοσοῦτον φρονεῖν Καλλίμαχον ἐπὶ τοῖς λόγοις τοῖς αὑτοῦ ὥσθʼ ἡγεῖσθαι πείσειν ὑμᾶς ἐναντία τούτοις ψηφίσασθαι;
それゆえ、裁判員諸官、協定がこのように規定され、誓約がそのようになされたにもかかわらず、カリマコスが自らの議論を過信し、あなた方を説得してこれらに反する投票をさせることができると考えているのは、恐るべきことではないだろうか。
καὶ εἰ μὲν ἑώρα μεταμέλον τῇ πόλει τῶν πεπραγμένων, οὐκ ἄξιον ἦν θαυμάζειν αὐτοῦ·
そして、もし彼が、国家が過去の出来事を後悔しているのを見ていたならば、彼(の態度)を怪しむには及ばなかった。
νῦν δʼ οὐ μόνον ἐν τῇ θέσει τῶν νόμων ἐπεδείξασθε περὶ πολλοῦ ποιούμενοι τὰς συνθήκας, §22ἀλλὰ καὶ Φίλωνα τὸν ἐκ Κοίλης ἐνδειχθέντα παραπρεσβεύεσθαι, καὶ περὶ μὲν τοῦ πράγματος οὐδὲν ἔχοντʼ ἀπολογήσασθαι, τὰς δὲ συνθήκας παρεχόμενον, ἔδοξεν ὑμῖν ἀφεῖναι καὶ μηδὲ κρίσιν περὶ αὐτοῦ ποιήσασθαι.
しかし実際には、あなた方は法律を制定するにあたって、協定を極めて重視していることを示しただけでなく、使節の任務を怠ったとして告発され、事実については何ら弁明できなかったものの、協定(の効力)を提示したコイレ出身のフィロンをも、あなた方は免罪し、裁判にかけることさえしないと決定したのである。
καὶ ἡ μὲν πόλις οὐδὲ παρὰ τῶν ὁμολογούντων ἐξαμαρτάνειν ἀξιοῖ δίκην λαβεῖν, οὗτος δὲ καὶ τοὺς οὐδὲν ἠδικηκότας τολμᾷ συκοφαντεῖν.
そして、国家は自ら過ちを犯したと認める者からさえ処罰を科すことを望まないのに、この男は、何の不義も犯していない者たちさえもあえて誣告しようとするのである。
§23καὶ μὴν οὐδὲ τάδʼ αὐτὸν λέληθεν, ὅτι Θρασύβουλος καὶ Ἄνυτος μέγιστον μὲν δυνάμενοι τῶν ἐν τῇ πόλει, πολλῶν δʼ ἀπεστερημένοι χρημάτων, εἰδότες δὲ τοὺς ἀπογράψαντας, ὅμως οὐ τολμῶσιν αὐτοῖς δίκας λαγχάνειν οὐδὲ μνησικακεῖν, ἀλλʼ εἰ καὶ περὶ τῶν ἄλλων μᾶλλον ἑτέρων δύνανται διαπράττεσθαι, §24ἀλλʼ οὖν περὶ γε τῶν ἐν ταῖς συνθήκαις ἴσον ἔχειν τοῖς ἄλλοις ἀξιοῦσιν.
さらに、彼が次のことを知らないわけでもない。 すなわち、トラシュブロスやアニュトスは、市内で最大の力を持っていながら、多額の財産を奪われ、それを没収リストに載せた者たちを知っているにもかかわらず、それでも彼らに対して訴訟を起こしたり根に持ったりする勇気はなく、他の事柄においては誰よりも多くのことを成し遂げることができるとしても、少なくとも協定に定められた事柄に関しては、他の人々と対等であることを望んでいる。
καὶ οὐχ οὗτοι μόνοι ταῦτʼ ἠξιώκασιν, ἀλλʼ οὐδʼ ὑμῶν οὐδεὶς τοιαύτην δίκην εἰσελθεῖν τετόλμηκεν.
そして、彼らだけがこのように望んだのではなく、あなた方のうちの誰もそのような訴訟を提起しようとはしなかった。
καίτοι δεινόν, εἰ ἐπὶ μὲν τοῖς ὑμετέροις αὐτῶν πράγμασιν ἐμμένετε τοῖς ὅρκοις, ἐπὶ δὲ τῇ τούτου συκοφαντίᾳ παραβαίνειν ἐπιχειρήσετε, καὶ τὰς μὲν ἰδίας ὁμολογίας δημοσίᾳ κυρίας ἀναγκάζετʼ εἶναι, τὰς δὲ τῆς πόλεως συνθήκας ἰδίᾳ τὸν βουλόμενον λύειν ἐάσετε.
しかし、もしあなた方が自分たちの事柄においては誓約を固守する一方で、この男の誣告においてはそれを破ろうとし、また個人の合意は公に有効であることを強制しながら、国家の協定は、望む者が私的に破るのを許すのだとしたら、それは恐るべきことである。
§25ὃ δὲ πάντων ἄν τις μάλιστα θαυμάσειεν, εἰ, ὅτε μὲν ἄδηλον ἦν, εἰ συνοίσουσιν αἱ διαλλαγαὶ τῇ πόλει, τοιούτους ὅρκους ἐποιήσασθε περὶ αὐτῶν, ὥστʼ εἰ καὶ μὴ συνέφερεν ἀναγκαῖον εἶναι τοῖς ὡμολογημένοις ἐμμένειν, ἐπειδὴ δʼ οὕτω καλῶς ὑμῖν συμβέβηκεν ὥστε καὶ μηδεμιᾶς πίστεως γεγενημένης ἄξιον εἶναι τὴν παροῦσαν πολιτείαν διαφυλάττειν,
そして、誰にとっても最も驚くべきことは次のことであろう。 すなわち、和解が国家に利益をもたらすかどうかが不明であった時期には、和解について、たとえそれが利益にならないとしても合意された事項を固守することが不可欠であるような、そうした誓約をあなた方は交わしたのに、今や事態はあなた方にとって極めて好都合に推移し、いかなる保証がなくても現在の国制を維持することが価値あることとなった。
§26τηνικαῦτα τοὺς ὅρκους παραβήσεσθε·
それなのに、まさにその時に、あなた方は誓約を破ろうとするのである。
καὶ τοῖς μὲν εἰρηκόσιν ὡς χρὴ τὰς συνθήκας ἐξαλείφειν ὠργίζεσθε, τουτονὶ δʼ, ὃς γεγραμμένας αὐτὰς τολμᾷ παραβαίνειν, ἀζήμιον ἀφήσετε.
また、協定を抹消すべきだと主張した者たちに対しては憤慨していたのに、それが文書として記されているにもかかわらずあえて破ろうとするこの男に対しては、処罰もせずに放免しようとするのである。
ἀλλʼ οὔτʼ ἂν δίκαια οὔτʼ ἄξιʼ ὑμῶν αὐτῶν οὔτʼ ἂν πρέποντα τοῖς πρότερον ἐγνωσμένοις ποιήσαιτε.
しかし、そのようなことをすれば、正義にも、あなた方自身にも、過去の決定にも、ふさわしくない行為をすることになる。
§27ἐνθυμεῖσθε δʼ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες·
あなた方は極めて重大な事柄について裁判をするためにここにいるのだということを考慮してほしい。
περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε, ἃς οὐδὲ πώποτʼ οὔθʼ ὑμῖν πρὸς ἑτέρους οὔτʼ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι, τοσαύτην δʼ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ συνθηκῶν εἶναι.
というのも、あなた方は協定について投票することになるからであり、それは、あなた方が他者に対して破るにせよ、他者があなた方に対して破るにせよ、決して有益であったことはなく、またギリシア人にとってもバルバロイにとっても、生活の大部分が協定を通じて成り立っているほどに大きな力を持っている。
§28ταύταις γὰρ πιστεύοντες ὡς ἀλλήλους ἀφικνούμεθα καὶ ποριζόμεθα ὧν ἕκαστοι τυγχάνομεν δεόμενοι·
なぜなら、これら(協定)を信頼して我々は互いの国を訪れ、それぞれが必要とするものを手に入れるからである。
μετὰ τούτων καὶ τὰ συμβόλαια τὰ πρὸς ἡμᾶς αὐτοὺς ποιούμεθα καὶ τὰς ἰδίας ἔχθρας καὶ τοὺς κοινοὺς πολέμους διαλυόμεθα·
これらを用いて我々は自分たち自身の間の取引も行い、個人の敵対関係も共通の戦争も解決するのである。
τούτῳ μόνῳ κοινῷ πάντες ἄνθρωποι διατελοῦμεν χρώμενοι.
これこそ、すべての人間が一貫して共通して用いている唯一のものである。
ὥσθʼ ἅπασι μὲν προσήκει βοηθεῖν αὐταῖς, μάλιστα δʼ ὑμῖν.
したがって、すべての人にとって協定を守る(味方する)ことはふさわしいことであるが、とりわけあなた方にとってそうである。