Humanitext Reader

伊索克拉底 · 驳卡利马科斯 §18-28

大赦协定条款与遵守誓言的呼吁

第 3 段,共 7 段 · 希腊语

内容简介

被告指出,在三十人政权刚结束的混乱时期,他不可能行不义之事,并强调雅典的和解协定(大赦)明确禁止此类诉讼,极力呼吁陪审员遵守誓言与协定。

§18καίτοι δοκεῖ ἂν ὑμῖν, ὅστις ἐπὶ τῶν τριάκοντα κόσμιον αὑτὸν παρέσχεν, εἰς τοῦτον ἀποθέσθαι τὸν χρόνον ἀδικεῖν, ἐν ᾧ καὶ τοῖς πρότερον ἡμαρτηκόσι μετέμελεν;
然而,在三十人统治下保持行为端正的人,会把作恶推迟到那个连以前犯过错的人都感到后悔的时期,这在你们看来是可能的吗?
ὃ δὲ πάντων δεινότατον, εἰ τῶν μὲν ὑπαρχόντων ἐχθρῶν μηδʼ ἀμύνεσθαι μηδένʼ ἠξίωσα, τοῦτον δὲ κακῶς ποιεῖν ἐπεχείρουν, πρὸς ὃν οὐδὲν πώποτέ μοι συμβόλαιον ἐγένετο.
而最不可思议的是,如果我对现存的敌人连一个都不曾想去报复,却试图去加害这个与我从未有过任何交易的男人。
§19ὡς μὲν οὖν οὐκ αἴτιός εἰμι Καλλιμάχῳ τῆς τῶν χρημάτων δημεύσεως, ἱκανῶς ἀποδεδεῖχθαί μοι νομίζω·
所以,关于我并非卡里马科斯财产被没收的原因,我认为已经得到了充分的证明。
ὡς δʼ οὐκ ἐξῆν αὐτῷ δικάζεσθαι περὶ τῶν τότε γεγενημένων, οὐδʼ εἰ πάντα ταῦτʼ ἦν πεποιηκὼς ἅ φησιν αὐτός, ἐκ τῶν συνθηκῶν γνώσεσθε.
然而,即使我真的做了他自己所声称的这一切,他也没有权利对当时发生的事提起诉讼,这一点你们可以从协定中得知。
καί μοι λαβὲ τὸ βιβλίον.
请帮我拿一下那份文件。
"Συνθῆκαι " §20ἆρα μικρῷ τῷ δικαίῳ πιστεύων τὴν παραγραφὴν ἐποιησάμην, ἀλλʼ οὐ τῶν μὲν συνθηκῶν διαρρήδην ἀφιεισῶν τοὺς ἐνδείξαντας ἢ φήναντας ἢ τῶν ἄλλων τι τῶν τοιούτων πράξαντας, ἐμαυτὸν δʼ ἔχων ἀποφαίνειν, ὡς οὔτε ταῦτα πεποίηκα οὔτʼ ἄλλʼ οὐδὲν ἐξήμαρτον;
"Συνθῆκαι" 难道我是凭着微不足道的正义来提出这一抗辩的吗? 难道不正是因为协定明确赦免了那些告密、指控或做出其他此类行为的人,而我能够表明自己既没有做过这些事,也没有犯过任何其他过错吗?
ἀνάγνωθι δή μοι καὶ τοὺς ὅρκους. ""
请把誓言也读给我听。
§21οὐκ οὖν δεινόν, ὦ ἄνδρες δικασταί, οὕτω μὲν τῶν συνθηκῶν ἐχουσῶν, τοιούτων δὲ τῶν ὅρκων γενομένων, τοσοῦτον φρονεῖν Καλλίμαχον ἐπὶ τοῖς λόγοις τοῖς αὑτοῦ ὥσθʼ ἡγεῖσθαι πείσειν ὑμᾶς ἐναντία τούτοις ψηφίσασθαι; καὶ εἰ μὲν ἑώρα μεταμέλον τῇ πόλει τῶν πεπραγμένων, οὐκ ἄξιον ἦν θαυμάζειν αὐτοῦ·
因此,陪审员诸位,在协定如此规定、誓言如此确立的情况下,卡里马科斯竟然对自己的言论如此自负,以至于认为能说服你们做出违背这些内容的投票,这岂不是一件骇人听闻的事吗?
νῦν δʼ οὐ μόνον ἐν τῇ θέσει τῶν νόμων ἐπεδείξασθε περὶ πολλοῦ ποιούμενοι τὰς συνθήκας, §22ἀλλὰ καὶ Φίλωνα τὸν ἐκ Κοίλης ἐνδειχθέντα παραπρεσβεύεσθαι, καὶ περὶ μὲν τοῦ πράγματος οὐδὲν ἔχοντʼ ἀπολογήσασθαι, τὰς δὲ συνθήκας παρεχόμενον, ἔδοξεν ὑμῖν ἀφεῖναι καὶ μηδὲ κρίσιν περὶ αὐτοῦ ποιήσασθαι.
如果他看到城邦对过去所做的事感到后悔,那他的这种态度倒也不足为奇;但事实上,你们不仅在制定法律时表明了自己极度重视协定,而且对于因出使渎职而被指控的、来自科イレ的菲隆,尽管他在事实上无从辩解,但由于他出示了协定,你们依然决定赦免他,甚至没有对他进行审判。
καὶ ἡ μὲν πόλις οὐδὲ παρὰ τῶν ὁμολογούντων ἐξαμαρτάνειν ἀξιοῖ δίκην λαβεῖν, οὗτος δὲ καὶ τοὺς οὐδὲν ἠδικηκότας τολμᾷ συκοφαντεῖν.
城邦甚至不主张对那些承认犯错的人施加惩罚,而此人却敢于连那些毫无过错的人也加以诬告。
§23καὶ μὴν οὐδὲ τάδʼ αὐτὸν λέληθεν, ὅτι Θρασύβουλος καὶ Ἄνυτος μέγιστον μὲν δυνάμενοι τῶν ἐν τῇ πόλει, πολλῶν δʼ ἀπεστερημένοι χρημάτων, εἰδότες δὲ τοὺς ἀπογράψαντας, ὅμως οὐ τολμῶσιν αὐτοῖς δίκας λαγχάνειν οὐδὲ μνησικακεῖν, ἀλλʼ εἰ καὶ περὶ τῶν ἄλλων μᾶλλον ἑτέρων δύνανται διαπράττεσθαι, §24ἀλλʼ οὖν περὶ γε τῶν ἐν ταῖς συνθήκαις ἴσον ἔχειν τοῖς ἄλλοις ἀξιοῦσιν.
此外,他并非不知道以下事实:色拉西布洛斯和阿尼托斯虽然在城邦中势力最大,且被剥夺了巨额财产,也知道是谁登记没收了这些财产,但他们仍不敢对那些人提起诉讼,也不敢记恨。 即使他们在其他事务上比别人更能达成目的,至少在协定所载的事项上,他们主张与其他人享有同等地位。
καὶ οὐχ οὗτοι μόνοι ταῦτʼ ἠξιώκασιν, ἀλλʼ οὐδʼ ὑμῶν οὐδεὶς τοιαύτην δίκην εἰσελθεῖν τετόλμηκεν.
不仅这两人持此态度,你们中也没有任何人敢提起此类诉讼。
καίτοι δεινόν, εἰ ἐπὶ μὲν τοῖς ὑμετέροις αὐτῶν πράγμασιν ἐμμένετε τοῖς ὅρκοις, ἐπὶ δὲ τῇ τούτου συκοφαντίᾳ παραβαίνειν ἐπιχειρήσετε, καὶ τὰς μὲν ἰδίας ὁμολογίας δημοσίᾳ κυρίας ἀναγκάζετʼ εἶναι, τὰς δὲ τῆς πόλεως συνθήκας ἰδίᾳ τὸν βουλόμενον λύειν ἐάσετε.
然而,如果你们在涉及自身事务时遵守誓言,却为了迎合此人的诬告而试图违反誓言;如果你们强制私人的合意在公共上有效,却允许任何想违约的人私自废除城邦的协定,那将是极其荒谬的。
§25ὃ δὲ πάντων ἄν τις μάλιστα θαυμάσειεν, εἰ, ὅτε μὲν ἄδηλον ἦν, εἰ συνοίσουσιν αἱ διαλλαγαὶ τῇ πόλει, τοιούτους ὅρκους ἐποιήσασθε περὶ αὐτῶν, ὥστʼ εἰ καὶ μὴ συνέφερεν ἀναγκαῖον εἶναι τοῖς ὡμολογημένοις ἐμμένειν, ἐπειδὴ δʼ οὕτω καλῶς ὑμῖν συμβέβηκεν ὥστε καὶ μηδεμιᾶς πίστεως γεγενημένης ἄξιον εἶναι τὴν παροῦσαν πολιτείαν διαφυλάττειν, §26τηνικαῦτα τοὺς ὅρκους παραβήσεσθε· καὶ τοῖς μὲν εἰρηκόσιν ὡς χρὴ τὰς συνθήκας ἐξαλείφειν ὠργίζεσθε, τουτονὶ δʼ, ὃς γεγραμμένας αὐτὰς τολμᾷ παραβαίνειν, ἀζήμιον ἀφήσετε.
而最让人感到惊讶的莫过于此:当和解是否对城邦有利尚不明朗之时,你们就和解宣誓,以至于即便它不利,也有必要遵守协定;而如今事情对你们如此有利,以至于即使没有任何誓约保证,也值得去维护当前的政体,偏偏在此时,你们却要违反誓言;你们对那些声称应当抹杀协定的人感到愤怒,却对这个竟敢违反白纸黑字协定的家伙免予惩罚。
ἀλλʼ οὔτʼ ἂν δίκαια οὔτʼ ἄξιʼ ὑμῶν αὐτῶν οὔτʼ ἂν πρέποντα τοῖς πρότερον ἐγνωσμένοις ποιήσαιτε.
如果你们这么做,既不公正,也不配你们的身份,更不符合你们先前的决定。
§27ἐνθυμεῖσθε δʼ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες·
请考虑,你们来到这里是要对最重大的事情进行裁判。
περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε, ἃς οὐδὲ πώποτʼ οὔθʼ ὑμῖν πρὸς ἑτέρους οὔτʼ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι, τοσαύτην δʼ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ συνθηκῶν εἶναι.
因为你们将对协定进行投票,而无论是在你们对他人还是他人对你们违反协定时,这都不曾带来任何好处。 协定具有如此巨大的力量,以至于希腊人和蛮族的绝大多数生活都是通过协定来维系。
§28ταύταις γὰρ πιστεύοντες ὡς ἀλλήλους ἀφικνούμεθα καὶ ποριζόμεθα ὧν ἕκαστοι τυγχάνομεν δεόμενοι· μετὰ τούτων καὶ τὰ συμβόλαια τὰ πρὸς ἡμᾶς αὐτοὺς ποιούμεθα καὶ τὰς ἰδίας ἔχθρας καὶ τοὺς κοινοὺς πολέμους διαλυόμεθα·
因为正是在对协定的信任下,我们得以前往彼此的国家,并获取我们各自所需要的东西;借由协定,我们彼此订立契约,化解私人的仇怨与共同的战争。
τούτῳ μόνῳ κοινῷ πάντες ἄνθρωποι διατελοῦμεν χρώμενοι.
这是所有人类持续共同使用的唯一工具。
ὥσθʼ ἅπασι μὲν προσήκει βοηθεῖν αὐταῖς, μάλιστα δʼ ὑμῖν.
因此,维护协定对所有人而言都是应当的,尤其是对你们。

词汇与语法注释

  1. §18εἰς τοῦτον ἀποθέσθαι τὸν χρόνον ἀδικεῖν — 不定式 ἀδικεῖν 依附于动词不定式 ἀποθέσθαι(为 ἀποτίθημι 的中动语态)。此处该动词表示“推迟、保留”,意为“直到那个时期才开始行不义之事”。
  2. §20ἆρα ... ἀλλʼ οὐ ... — 这是一种关联句式,用以对比 ἆρα 引导的问句与随后的 ἀλλʼ οὐ(“难道不正是因为……”),强调其提出抗辩的依据并非微不足道的正义,而是协定的明确免责条款以及自身清白的证明。
  3. §25ὃ δὲ πάντων ἄν τις μάλιστα θαυμάσειεν, εἰ ... — 中性单数关系代词 ὃ 具有先行指代的作用(先言法),预示了后面由 εἰ 引导的条件从句的内容,形成了“任何人最感到惊讶的事情,莫过于如果……”的句法结构。

引用这一段

伊索克拉底, 驳卡利马科斯 §18-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:18-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。