§3ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ οὐ θανατοῦταί τι ἔμψυχον;
それでは、息あるものが何かしら殺されないような、贅沢でない夕食などあるだろうか。
μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν;
私たちは魂を、些細な出費と考えているのだろうか。
οὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς·
私は、エンペドクレスが言ったように、それがおそらく母親や父親、あるいはある友人や子供の魂である、とまではまだ言わない。
ἀλλʼ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τάλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε.
しかし、少なくとも、感覚を分かち持っている魂のことを言っている。 すなわち、視覚、聴覚、表象、理解力であり、これらを各々のものが、親しいものの獲得と、他なるものの回避のために、自然から授かっているのである。
σκόπει δʼ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες ὡς ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς· τὰ ἄλλα μέρη δικαίους.
哲学者たちのどちらが、私たちをより良く感化しているかを考えてみなさい。 死んだからといって子供や友人、父親や妻を食べるように命じる者たちか、それとも他の部分に対しても正義を保つよう習慣づけるピュタゴラスやエンペドクレスか。
σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ ἐσθίοντος·
あなたは羊を食べない者をあざ笑う。
ἀλλʼ ἡμεῖς γε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας καὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν;
しかし私たちは――と彼らは言うだろう――亡くなった父親や母親から切り取り、居合わせない友人たちに送り届け、居合わせる者たちを招いてその肉を惜しみなく振る舞う人を見たとき、あざ笑わずにいられるだろうか。
ἀλλὰ καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δία ἐκείνων καθαρμὸς ἐστι τὸ περὶ τούτων διαλέγεσθαι
ποτίμῳ λόγῳ
ὥς φησιν ὁ Πλάτων
ἁλμυρὰν ἀκοὴν ἀποκλυζομένους.
しかし、私たちもまた今、これらの書物に触れるとき、手や目、足や耳を清めていないとすれば、おそらく罪を犯している。 ――ゼウスにかけて、これらについての議論を行うことこそが、プラトンが言うように「飲用に適した言葉によって、塩辛い耳を洗い流す」という、それらの器官のための清めである、というのでなければ。
εἰ δὲ θείη τις τὰ βιβλία παρʼ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖσθαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ ἄπυροι δίαιται.
もし誰かがこれらの書物と議論を並べて比較するなら、前者の教えは、ヘロドトスが歴史に記録しながらも信じがたいとされているスキタイ人やソグディア人、メランクライノイによって哲学されるべきものであり、後者、すなわちピュタゴラスとエンペドクレスの教義は、古代のギリシア人の法律であり、火を使わない食事法であった。
ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.
理性なき動物に対して、私たちには何の正義の関係もないということについて。
§4τίνες οὖν ὕστερον τοῦτʼ ἔγνωσαν;
では、誰が後になってこれを認識したのか。
"
οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων.
"旅路の邪悪な剣を最初に鍛え、最初に耕作する牛を味わった者たち。
"
οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας.
"まさにこのように、独裁者たちもまた、殺戮を始めるのである。
ὥσπερ γὰρ τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως, καὶ τρίτον·
なぜなら、彼らはアテナイにおいて、最初は「適任者」と呼ばれた最も悪質な密告者を一人殺し、二人目も同様に、三人目も同様にしたからである。
εἶτʼ ἐκ τούτου συνήθεις γενόμενοι Νικήρατον περιεώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον·
それから、このことに慣れて、ニキアスの息子ニケラトスや、将軍テラメネス、哲学者ポレマルコスが殺されるのを傍観するようになったのである。
οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτʼ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ πολέμους καὶ φόνους προῆλθον.
同じように、最初は何か野生の害獣が食べられ、それから鳥や魚が引き揚げられ、こうしてそれらを通じて殺戮の精神が味を覚え、予行演習を重ねた結果、働く牛や、従順な羊や、家を守る雄鶏へと及んだのである。 そして、このようにして少しずつ貪欲さを鍛え、人間の虐殺や戦争や殺人へと進んでいったのである。
ἀλλʼ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δʼ ἡ φύσις ἅπαντα καὶ μετοικίζει
"σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι"
ταῦτʼ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων τὸ ἀκόλαστον τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ ψυχὴν ἐπὶ πόλεμον ἀνομωτέρων τρεπομένην διαφθείρειν ὅταν ἐθισθῶμεν μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι.
しかし、たとえ魂が生まれ変わりにおいて共通の身体を用いていること、そして現在の理性あるものが再び理性ないものになり、現在の野生のものが再び穏和なものになること、また自然がすべてを変化させ、「肉という見知らぬ衣をまとわせて」移住させるということを、付け加えて証明しないとしても、これらのことは、殺された動物の放蕩さが、身体に病気や重苦しさをもたらすこと、そして私たちが血と殺戮なしには、客人をもてなさず、婚礼を祝わず、友人と集まらないことに慣れてしまうとき、より無法な戦いへと向かう魂を堕落させることを、思いとどまらせるものではない。