Humanitext Reader

普鲁塔克 · 论肉食(二) §3-4

动物感知与习惯杀生所致的堕落

第 2 段,共 3 段 · 希腊语

内容简介

作者批评了容许食人肉的学说(如斯多葛派),将其视为野蛮,并与毕达哥拉斯和恩培多克勒提倡的公正与素食生活进行对比,强调动物同样拥有感觉能力。随后,他阐述了人类如何通过逐步杀生(从野生动物到耕畜)而对杀戮脱敏,最终走向战争和谋杀,并指出即使不证明灵魂转世,肉食给身体和心灵带来的腐化也是显而易见的。

§3ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ οὐ θανατοῦταί τι ἔμψυχον;
那么,在有什么生灵不被杀戮的情况下,有什么晚餐是不昂贵的呢?
μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν;
难道我们把一个生命视为微不足道的代价吗?
οὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλʼ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τάλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε.
我暂且不像恩培多克勒那样,去说这也许是母亲、父亲、某个朋友或孩子的灵魂;但至少,它是一个拥有感觉能力的灵魂——拥有视觉、听觉、表象和理解力,这是每个生命为了获得亲近之物、避开疏远之物而从自然那里获得的。
σκόπει δʼ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες ὡς ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς· τὰ ἄλλα μέρη δικαίους.
且让我们看一看,哲学家中哪一派能更好地使我们温和:是那些命令我们在孩子、朋友、父亲、妻子死后吃掉他们的人,还是让我们习惯于对其他部分也保持公正的毕达哥拉斯和恩培多克勒?
σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ ἐσθίοντος· ἀλλʼ ἡμεῖς γε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας καὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν;
你嘲笑那不吃羊的人;但是,“我们若看到有人从已故的父亲或母亲身上割下碎肉,送给不在场的朋友,又召集在场的人毫不吝惜地分食其肉,难道我们不会嘲笑吗? ”他们会这样说。
ἀλλὰ καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δία ἐκείνων καθαρμὸς ἐστι τὸ περὶ τούτων διαλέγεσθαι ποτίμῳ λόγῳ ὥς φησιν ὁ Πλάτων ἁλμυρὰν ἀκοὴν ἀποκλυζομένους.
然而,即使在现在,当我们接触这些书本时,如果不同时净化我们的双手、眼睛、双脚和耳朵,我们也许也犯了罪——除非,看在宙斯的份上,对这些事情进行讨论,正如柏拉图所说,“用可饮之言清洗盐碱的听觉”,便是对那些器官的净化。
εἰ δὲ θείη τις τὰ βιβλία παρʼ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖσθαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ ἄπυροι δίαιται. ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.
如果有人将这些书本和言论并列对比,就会发现前者只能在斯基泰人、索格特人以及梅兰克莱诺伊那里被奉为哲学——希罗多德在历史中记载他们时,人们甚至不愿相信;而毕达哥拉斯和恩培多克勒的教条,才是古代希腊人的法律以及不用火的饮食法。 关于“我们与无理性动物之间没有任何公正”。
§4τίνες οὖν ὕστερον τοῦτʼ ἔγνωσαν;
那么,后来是谁形成了这种看法?
" οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων.
“他们首先锻造了行路者作恶的剑,首先尝到了耕作之牛的肉。
" οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας.
装备” 僭主们也是这样开始其屠杀的。
ὥσπερ γὰρ τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως, καὶ τρίτον· εἶτʼ ἐκ τούτου συνήθεις γενόμενοι Νικήρατον περιεώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτʼ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ πολέμους καὶ φόνους προῆλθον.
因为正如起初在雅典,他们杀死了最坏的密告者(此人被冠以“合适之人”的称号),接着对第二个、第三个也同样如此;此后,由于对此习惯了,他们便对尼基亚斯之子尼克拉托斯、将军塞拉门尼斯以及哲学家波列马科斯的毁灭听之任之;同样,起初某种野生且有害的动物被食用,接着某种鸟类或鱼类被捕获,如此品尝并在这些生灵身上预演了杀戮之气后,便走向了辛勤耕作的牛、温顺的羊和看家守户的雄鸡,如此渐渐磨砺了贪欲,最终走向了对人类的屠杀、战争和谋杀。
ἀλλʼ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δʼ ἡ φύσις ἅπαντα καὶ μετοικίζει "σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι" ταῦτʼ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων τὸ ἀκόλαστον τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ ψυχὴν ἐπὶ πόλεμον ἀνομωτέρων τρεπομένην διαφθείρειν ὅταν ἐθισθῶμεν μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι.
但是,即使人们不进一步证明:灵魂在转世中共同使用身体,如今有理性的再次变得无理性,如今野生的再次变得温顺,而且自然改变并迁移一切, “以肉体这件陌生的外衣包裹它们,” 这些并不能阻止对于被杀戮之物的放纵给身体带来疾病和沉重,也不能阻止当我们在没有血腥和杀戮就无法款待客人、无法庆祝婚礼、无法与朋友相聚时,使转向更无法无天之战的灵魂走向堕落。

词汇与语法注释

  1. 997eαἰσθήσεώς γε μετέχουσαν — 阴性单数宾格分词,修饰前文的 `ψυχήν`。此处强调,即使不假设恩培多克勒所暗示的那种“作为亲属转世的灵魂”的极端观点,动物也至少是“分享了感觉能力”的灵魂。
  2. 997fθεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας — 分词 `θεασάμενοι`(当我们看到时)的直接宾语是宾格分词 `ἀποτεμόνta`、`ἀποπεμπόμενον`、`καλοῦντα` 和 `παρατιθέντα`。虽然属格短语 `τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς` 可以被视为属格独立结构(“当父亲或母亲去世时”),但在此处它充当依存干 `ἀποτεμόντα` 的分离或部分属格(“从已故的父亲或母亲身上割下碎肉”)。
  3. 998aἐκεῖνα μὲν ... φιλοσοφεῖσθαι ... τὰ δὲ ... ἦσαν — 由条件从句 `εἰ δὲ θείη τις`(如果有人将……并列)引导的对比性主主句结构。跟在 `ἐκεῖνα μὲν`(前者)后面的不定式 `φιλοσοφεῖσθαι` 是省略了表示必要性或判断的动词(如 `χρῆναι` 或 `φαίη ἄν`)的间接引语。与之相对,`τὰ δὲ... ἦσαν` 则使用了直说过去时,以对比并确言历史事实。
  4. 998bγευσάμενον ... προμελετῆσαν ... τὸ φονικόν — 中性单数分词 `γευσάμενον` 和 `προμελετῆσαν` 修饰主语中性名词短语 `τὸ φονικόν`(杀戮之精神/残忍的秉性)。这拟人化了抽象名词 `τὸ φονικόν`,构成了“(杀戮之气)在那些动物身上尝到了甜头并进行了预演”这一比喻性句式。
  5. 998cἐὰν μὴ προσαποδείξῃ τις ... ταῦτʼ οὐκ ἀποτρέπει — 回应让步条件从句 `ἐὰν μὴ προσαποδείξῃ`(即使人们不进一步证明)的主句。此处 `ταῦτα`(未加证明的事实或这些论点)是 `ἀποτρέπει`(阻止/免除)的主语。直接宾语是 `τὸ ἀκόλαστον`(放纵),其后接的不定式 `τὸ ... ἐμποιεῖν ... καὶ ... διαφθείρειν` 则与其同格,具体说明了这种放纵带来的危害。

引用这一段

普鲁塔克, 论肉食(二) §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg132.humanitext-grc2:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。