Humanitext Reader

プルタルコス · 肉食について(第2部) §1-2

肉食の習慣の残虐さと無節制への戒め

1 / 3 箇所 · ギリシア語

要旨

肉食の習慣を絶つことの難しさと、現代の残虐な食肉処理の実態を批判し、食の無節制が他の感覚器官の堕落や社会全体の贅沢・暴力につながることを警告して、リュクールゴスの簡素な家屋の法を教訓として提示する。

§1επὶ τὰ ἕωλοι τῆς σαρκοφαγίοις προσφάτους ἡμᾶς ὁ λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προθυμίαις γενέσθαι.
私たちの理性は、肉食の古びた汚れに対して、私たちが心においても熱意においても清らかになるよう促している。
χαλεπὸν μὲν γάρ, ὥσπερ ὁ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας·
カトが言ったように、「耳を持たない胃袋に向かって語りかけるのは困難である」からだ。
καὶ πέποται ὁ τῆς συνηθείας κυκεών, ὥσπερ ὁ τῆς Κίρκης "ὠδίνας ὀδύνας κυκεὼν ἀπάτας τε γόους τε· " καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας ὡς ἐμπεπηγμένον τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν.
そして、習慣のキケオーンは、キルケーのそれのように、すでに飲み干されている。 "産みの苦しみ、痛み、欺き、そして嘆きのキケオーン" そして、快楽への愛に深く突き刺さり、貫かれている肉食の釣り針を吐き出すことは、容易なことではない。
ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχίζοντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ὁ ἄνθρωπος;
エジプト人が死者の腹を取り出して、太陽に向けて切り開き、その人が犯したすべての罪の原因として投げ捨てるように、私たちも自分自身の暴食と虐殺の汚れを切り取って、残りの人生を清らかに過ごすことができれば、好都合だったのだが。
ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν τὴν γαστριμαργίαν καὶ μιαιφονίαν ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον ἐπεὶ ἥ γε γαστὴρ οὐ μιαιφόνον ἐστὶν ἀλλὰ μιαινόμενον ἀπὸ τῆς ἀκρασίας.
なぜなら、胃袋それ自体は殺戮を行うものではなく、無節制によって汚されるものだからである。
οὐ μὴν ἀλλʼ εἰ καὶ ἀδύνατον νὴ Δία διὰ τὴν συνήθειαν τὸ ἀναμάρτητον, αἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλὰ πεινῶντες οὐ τρυφῶντες·
しかし、ゼウスにかけて、習慣のために罪を犯さないことが不可能であるとしても、理性のおかげで、私たちは自らの過ちを恥じつつそれを行うことにしよう。 私たちは肉を食べるだろう、しかし飢えているからであって、贅沢のためではなく。
ἀναιρήσομεν ζῷον, ἀλλʼ οἰκτείροντες καὶ ἀλγοῦντες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες·
動物を殺すだろう、しかし憐れみ悲しみながらであって、傲慢に振る舞ったり、拷問したりすることなく。
οἷα νῦν πολλὰ δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύρους, ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ·
現在多くの人々が、ある者は豚の屠殺に際して真っ赤に焼けた串を突き刺し、鉄の焼き入れによって血が消し止められ、行き渡ることで、肉を脆く柔らかくしようとするなど、様々なことを行っているように。
οἱ δʼ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵνʼ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων ἐν ὠδῖσιν ἀναδεύσαντες, ὦ Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον ἄλλοι γεράνων ὄμματα καὶ κύκνων ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνουσιν, ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες.
またある者は、出産間近の雌豚の乳房に飛び乗り、踏みつけて、血と乳と、産みの苦しみの中で共に死んだ胎児の汚れた体液を混ぜ合わせ、おお、浄めのゼウスよ、その動物の最も炎症を起こしている部分を食べるのである。 また他の者は、鶴や白鳥の目を縫い合わせ、暗闇に閉じ込めて太らせ、異様な混合物やソースでその肉を調理する。
§2ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδʼ ἀναγκαίως ἀλλʼ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται τὴν ἀνομίαν·
これらのことから、彼らが食物のためでも必要のためでもなく、またやむを得ずでもなく、飽食と傲慢と贅沢によって、無法な行為を快楽としていることが極めて明白である。
εἶθʼ ὥσπερ ἔρως ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις, ἀποπειρώμενος πάντα καὶ πλανώμενος ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα· οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν.
さらに、快楽に飽くことを知らない女たちにおいて、愛欲がすべてを試み、彷徨い、放蕩の限りを尽くして、口にするのも憚られるような行為へと堕ちていくように、食に関する無節制もまた、自然的かつ必要な目的を逸脱し、残虐さと無法さの中でその欲望を多様化させるのである。
συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων.
なぜなら、感覚器官は、自然な限界を維持できないとき、互いに病を共にし、共に唆され、共に放蕩へと流れるからである。
οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφʼ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς.
このように、聴覚が病むと、音楽を堕落させ、その音楽から生じる軟弱でだらけた傾向が、卑猥な愛撫や女々しい愛撫を求めるようになる。
ταῦτα τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδʼ ὀρχήμασι γλαφυροῖς μηδʼ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον.
これらが、視覚に対して、ピュリケーや身振りの踊り、優雅な舞踏、彫刻や絵画を喜ぶのではなく、人間の殺戮や死、傷や戦闘を最も贅沢な見世物とすることを教え込んだのである。
οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης.
このように、無法な食卓には無節制な交わりが続き、卑猥な性愛には不調和な音楽が続き、破廉恥な旋律や聴き物には常軌を逸した劇場が続き、冷酷な見世物には人間に対する冷淡さと残虐さが続くのである。
διὰ τοῦτο διέταττεν ὁ θεῖος· Λυκοῦργος ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις, ἄλλο δʼ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλʼ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς·
それゆえに、神聖なるリュクールゴスは、三つの「レートラー」において、家々の戸口や屋根は鋸と斧だけで作られるべきであり、他の道具はいっさい用いてはならないと規定した。 彼はもちろん、錐や手斧、あるいは細工をするためのすべての道具を敵視したのではなく、そのような粗末な家屋においては、金を貼った寝台を持ち込むこともなければ、簡素な家に銀の食卓や紫色の絨毯、高価な宝石を持ち込む勇気もないであろうことを知っていたからである。
ἀλλʼ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης "ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει" πᾶσα τρυφὴ καὶ πολυτέλεια.
むしろ、そのような家、寝台、食卓、杯には、質素な夕食と庶民的な昼食が伴うのであり、これに対して、堕落した生活様式の始まりには、 "母馬から引き離されていななく子馬が走るように" あらゆる贅沢と華美が伴って走るのである。

語釈・文法注

  1. 966dεπὶ τὰ ἕωλοι τῆς σαρκοφαγίοις — この箇所は写本の伝承が極めて乱れており、校訂者によって ἐπὶ τὰ ἕωλα τῆς σαρκοφαγίας(肉食の古い残骸に対して)などの修正が提案されている。ここでは伝承されたテキストの格の不一致(ἕωλοι は男性複数主格または与格の混同、σαρκοφαγίοις は与格複数)を、前置詞 ἐπί と共に「肉食の古い(汚れ)をめぐって / に対抗して」という大まかな方向性を示すものとして解釈し、形容詞 πρόσφατος(新鮮な、清浄な)を ἡμᾶς に係る述語的形容詞(「我々が清らかな状態で〜となるように」)として訳出している。
  2. 10ἐπεὶ καλῶς εἶχεν — 非人称表現 καλῶς εἶχεν(好都合であった、良かった)は過去未完了時制であり、帰結節の ἄν を伴わない形で、実現しなかった過去の願望や義務(「〜であったなら良かったのだが[実際はそうではない]」)を表す反実仮想的なニュンスを持つ。
  3. 5οἷα νῦν πολλά — 関係代名詞中性複数 οἷα は、直前の「傲慢に振る舞ったり拷問したりすることなく」を受けて、「そのような(非道な)ことを、今や多くの者が行っている」という関係節を導入している。δρῶσιν の目的語として機能している。
  4. 20ὥσπερ ἔρως ἐν γυναιξὶν... οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι — ὥσπερ... οὕτως... による大規模な対比構造。女性における制御を失った「愛欲(ἔρως)」が異常な行為(τὰ ἄρρητα)へと堕ちるプロセスと、食における「無節制(ἀκρασίαι)」が自然な目的を逸脱して残虐性に至るプロセスを並行して描いている。
  5. 15διέταττεν... τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα — 動詞 διέταττεν(規定した)の目的語として、冠詞付きの不定詞句 τὸ ... γίγνεσθαι(〜となること)が導かれている。不定詞の意味上の主語は τὰ θυρώματα καὶ τὰς ἐρέψεις(戸口と屋根)である。

この箇所を引用する

プルタルコス, 肉食について(第2部) §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg132.humanitext-grc2:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。