Humanitext Reader

普鲁塔克 · 论肉食(二) §1-2

肉食习惯的残忍与对无节制的告诫

第 1 段,共 3 段 · 希腊语

内容简介

作者批评了放弃肉食的困难以及当时残忍的屠宰方式,警告说饮食上的无节制会败坏其他感官并导致社会的奢侈与暴力,并引用来库古简朴的房屋法令作为教训。

§1επὶ τὰ ἕωλοι τῆς σαρκοφαγίοις προσφάτους ἡμᾶς ὁ λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προθυμίαις γενέσθαι.
我们的理性正呼吁我们,在心智和热忱上,对于肉食陈腐的污垢保持纯洁。
χαλεπὸν μὲν γάρ, ὥσπερ ὁ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας· καὶ πέποται ὁ τῆς συνηθείας κυκεών, ὥσπερ ὁ τῆς Κίρκης "ὠδίνας ὀδύνας κυκεὼν ἀπάτας τε γόους τε·
因为正如迦图所说,向没有耳朵的肚子说话是困难的;而且习惯的杂粮饮料已经像喀耳刻的那样被喝下: “痛苦、悲伤、欺骗与哀号的杂粮饮料。
" καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας ὡς ἐμπεπηγμένον τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν.
” 要吐出肉食的钓钩绝非易事,因为它已深深嵌入并刺穿了我们对享乐的热爱。
ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχίζοντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ὁ ἄνθρωπος;
因为,如果能像埃及人取出死者的腹部、迎着太阳剖开并扔掉它,视之为人类所犯下一切罪过的根源那样,我们也切除自己的暴食和杀生之罪,从而清净地度过余生,那该有多好。
ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν τὴν γαστριμαργίαν καὶ μιαιφονίαν ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον ἐπεὶ ἥ γε γαστὴρ οὐ μιαιφόνον ἐστὶν ἀλλὰ μιαινόμενον ἀπὸ τῆς ἀκρασίας.
因为肚子本身并不是杀戮者,而是因无节制而被污染者。
οὐ μὴν ἀλλʼ εἰ καὶ ἀδύνατον νὴ Δία διὰ τὴν συνήθειαν τὸ ἀναμάρτητον, αἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλὰ πεινῶντες οὐ τρυφῶντες· ἀναιρήσομεν ζῷον, ἀλλʼ οἰκτείροντες καὶ ἀλγοῦντες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες·
然而,看在宙斯的份上,即使由于习惯而无法做到毫无过错,我们也会因为理性而对犯错感到羞耻,我们会吃肉,但要在饥饿时,而非为了奢华;我们会宰杀动物,但要怀着怜悯和痛苦,而不是出于傲慢或施加折磨。
οἷα νῦν πολλὰ δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύρους, ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ· οἱ δʼ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵνʼ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων ἐν ὠδῖσιν ἀναδεύσαντες, ὦ Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον ἄλλοι γεράνων ὄμματα καὶ κύκνων ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνουσιν, ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες.
正如现在许多人所做的那样,有些人将赤热的铁钎刺入待宰的猪只体内,企图通过铁器的淬火使血液消退并扩散,从而使肉质变得松软细嫩;另一些人则践踏和踢打即将分娩的母猪乳房,以便将血液、乳汁以及在分娩痛苦中一同毁灭的胚胎污血揉合在一起,哦,净化的宙斯啊,去食用这只动物最红肿发炎的部分;还有人缝合鹤与天鹅的眼睛,将它们关在黑暗中催肥,用异样的混合物和酱料来烹调它们的肉。
§2ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδʼ ἀναγκαίως ἀλλʼ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται τὴν ἀνομίαν·
由此最能清楚地看出,他们并不是为了营养或需要,也不是出于无可奈何,而是由于饱胀、傲慢和奢侈,将无法无天的行为变成了享乐。
εἶθʼ ὥσπερ ἔρως ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις, ἀποπειρώμενος πάντα καὶ πλανώμενος ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα· οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν.
然后,就像那些对享乐贪得无厌的女人身上的爱欲,在尝试一切、游荡放荡之后堕入不可言说的丑行之中一样,关于饮食的无节制在超越了自然和必要的目的之后,也以残忍和无法无天来使欲望多样化。
συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων.
因为如果不能克制自然的尺度,各个感觉器官就会相互同病,并一同被说服,一同放荡。
οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφʼ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς.
因此,听觉生病便败坏了音乐,由此产生的那种萎靡和涣散便渴望着可耻的触摸和女人般的挑逗。
ταῦτα τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδʼ ὀρχήμασι γλαφυροῖς μηδʼ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον.
这些教导了视觉不要去喜爱武士舞、手势舞、优雅的舞蹈,也不去欣赏雕像和画作,而是将人类的杀戮、死亡、伤口和战斗视为最奢华的奇观。
οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης.
同样,无法无天的餐桌后面跟着无节制的聚会,可耻的性爱后面跟着不和谐的听觉,无耻的旋律和听觉后面跟着反常的剧场,而野蛮的奇观后面则是对人类的冷漠和残忍。
διὰ τοῦτο διέταττεν ὁ θεῖος· Λυκοῦργος ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις, ἄλλο δʼ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλʼ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς·
为此,神圣的来库古在三条“雷特拉”中规定,房屋的门和屋顶只能用锯子和斧头制作,不得使用其他工具。
ἀλλʼ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης "ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει" πᾶσα τρυφὴ καὶ πολυτέλεια.
他当然不是在与钻头、手斧以及一切用于精细加工的工具为敌,而是深知通过这样的工程,你便不会搬入贴金的卧榻,也绝不敢在简朴的房屋里引入银桌、紫色地毯和昂贵的宝石;相反,伴随这种房屋、卧榻、桌子和杯子的,是朴素的晚餐和庶民的午餐,而在堕落生活方式的开端, “如同未断奶的小马紧随母马奔跑一般,” 一切奢华与铺张都接踵而至。

词汇与语法注释

  1. 966dεπὶ τὰ ἕωλοι τῆς σαρκοφαγίοις — 此处的抄本传承受损严重,校订者通常将其拟构为 ἐπὶ τὰ ἕωλα τῆς σαρκοφαγίας(针对陈旧的肉食残余)。尽管传抄文本中存在格的变化不一致(ἕωλοι 为阳性复数主格/与格的混淆,σαρκοφαγίοις 为与格复数),在此仍将其理解为在介词 ἐπί 支配下指向“针对陈旧的肉食行为”,而形容词 πρόσφατος(新鲜的、纯洁的)作为谓语性形容词修饰 ἡμᾶς(“使我们变得纯洁”)。
  2. 10ἐπεὶ καλῶς εἶχεν — 无人称表达 καλῶς εἶχεν(本该是好的)采用未完成过去时,在不带 ἄν 的情况下表示过去未实现的愿望或义务(“如果是……就好了[但事实并非如此]”),具有虚拟语气的色彩。
  3. 5οἷα νῦν πολλά — 中性复数关系代词 οἷα 承接前文“不怀傲慢与折磨”,引导一个关系从句:“如今许多人正是做着这样(残忍)的事”,在句中充当 δρῶσιν 的宾语。
  4. 20ὥσπερ ἔρως ἐν γυναιξὶν... οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι — 通过 ὥσπερ... οὕτως...(正如……那样……)构成的大型对比结构。它将女性失控的“爱欲”(ἔρως)堕入不可言说的丑行(τὰ ἄρρητα)的过程,与饮食上的“无节制”(ἀκρασίαι)脱离自然目的并导致残忍行为的过程进行了平行对比。
  5. 15διέταττεν... τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα — 带冠词的不定式短语 τὸ ... γίγνεσθαι(使……成为)作为动词 διέταττεν(规定)的直接宾语,其逻辑主语为 τὰ θυρώματα καὶ τὰς ἐρέψεις(门户与屋顶,采用对格)。

引用这一段

普鲁塔克, 论肉食(二) §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg132.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。