Humanitext Reader

プルタルコス · もの言えぬ動物が理性を用いることについて §5-6

欲望の分類と野獣が保つ節制の徳

5 / 8 箇所 · ギリシア語

要旨

オデュッセウスに促されたグリュロスは「節制」についての議論を開始する。彼は欲望を必要性や自然さに応じて分類し、動物がいかに余計な欲望に惑わされず節制を守っているかを説き、かつて自身が人間の金銀や衣服といった虚栄に囚われていた過去を振り返る。次章の要約に進みますか?

§5ΟΔ. παπαί, ὦ Γρύλλε, δεινός μοι δοκεῖς γεγονέναι σοφιστής, ὅς γε καὶ νῦν ἐκ τῆς συηνίας φθεγγόμενος οὕτω νεανικῶς πρὸς τὴν ὑπόθεσιν ἐπικεχείρηκας.
オデュッセウス:おやまあ、グリュロスよ。 お前は恐るべきソフィストになったものだな。 今や豚の身分から語っているというのに、これほど活気にあふれて我々の前提に攻めかかってくるとは。
ἀλλὰ τί οὐ περὶ τῆς σωφροσύνης ἐφεξῆς διεξῆλθες;
だが、なぜ次に節制について順を追って説明しなかったのだ?
ΓΡ. ὅτι ᾤμην σε τῶν εἰρημένων πρότερον ἐπιλήψεσθαι σὺ δὲ σπεύδεις ἀκοῦσαι τὸ περὶ τῆς σωφροσύνης, ἐπεὶ σωφρονεστάτης μὲν ἀνὴρ εἶ γυναικός, ἀπόδειξιν δὲ σωφροσύνης αὐτὸς οἴει δεδωκέναι, τῶν Κίρκης ἀφροδισίων περιφρονήσας.
グリュロス:以前に言ったことについて、お前が異議を唱えるだろうと思っていたからだ。 だがお前は節制についての話を聞くのを急いでいる。 というのも、お前は極めて貞節な妻の夫であり、またキルケーとの性的な交わりを軽蔑したことで、自分自身も節制の証明を与えたと思っているからだ。
καὶ τούτῳ μὲν οὐδενὸς τῶν θηρίων διαφέρεις πρὸς ἐγκράτειαν οὐδὲ γὰρ ἐκεῖνα τοῖς κρείττοσιν ἐπιθυμεῖ πλησιάζειν ἀλλὰ καὶ τὰς ἡδονὰς καὶ τοὺς ἔρωτας πρὸς τὰ ὁμόφυλα ποιεῖται.
そしてこの点において、自制に関してはお前は野獣のどれとも変わらない。 なぜなら、野獣たちも自分たちより優れた存在に近づくことを望まず、快楽も愛も同種のものに対して向けるからだ。
οὐ θαυμαστὸν μὲν οὖν ἐστιν, εἰ καθάπερ ὁ Μενδήσιος ἐν Αἰγύπτῳ τράγος λέγεται πολλαῖς καὶ καλαῖς συνειργνύμενος γυναιξὶν οὐκ εἶναι μίγνυσθαι πρόθυμος ἀλλὰ πρὸς τὰς αἶγας ἐπτόηται μᾶλλον, οὕτω σὺ χαίρων ἀφροδισίοις συνήθεσιν οὐ θέλεις ἄνθρωπος; ὢν θεᾷ συγκαθεύδειν.
それゆえ、エジプトのメンデスの牡山羊が、多くの美しい女たちと一緒に閉じ込められても交わりを結びたがらず、むしろ雌山羊の方へと情熱を募らせると言われているように、お前もまた、慣れ親しんだ性の快楽を好み、人間でありながら女神と共寝することを望まなかったとしても、何も不思議ではない。
τὴν δὲ Πηνελόπης σωφροσύνην μυρίαι κορῶναι κρώζουσαι γέλωτα θήσονται καὶ καταφρονήσουσιν, ὧν ἑκάστη, ἂν ἀποθάνῃ ὁ ἄρρην, οὐκ ὀλίγον χρόνον ἀλλʼ ἐννέα χηρεύει γενεὰς ἀνθρώπων ὥστε σοι τὴν καλὴν Πηνελόπην ἐννάκις ἀπολείπεσθαι τῷ σωφρονεῖν ἧς βούλει κορώνης.
一方、ペネロペーの貞節については、無数の烏が鳴き声を上げながら嘲笑し、見下すことだろう。 烏たちのそれぞれは、雄が死ぬと、短い期間ではなく人間の九世代の間も未亡人であり続ける。 したがって、お前たちのあの美しいペネロペーは、お前が望むどの烏と比べても、貞節において九倍も後れを取っているのだ。
だが、私がお前にとってソフィストであることが隠しおせなかった以上、さあ、議論にある順序を用いよう。
§6ΓΡ. ἀλλʼ ἐπεί σε μὴ λέληθα σοφιστὴς ὤν, φέρε χρήσωμαι τάξει τιυὶ τοῦ λόγου, τῆς μὲν σωφροσύνης ὅρον θέμενος κατὰ γένος δὲ τὰς ἐπιθυμίας διελόμενος.
まず節制の定義を定め、次に欲望を種類に従って分類することにする。
ἡ μὲν οὖν σωφροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας.
さて、節制とは欲望のある種の抑制であり秩序であって、外から持ち込まれた余計な欲望を取り除き、必要な欲望を適切な時期と適度さによって秩序づけるものである。
ταῖς δʼ ἐπιθυμίαις ἐνορᾷς που μυρίαν διαφοράν, καὶ τὴν μὲν περὶ τὴν βρῶσιν καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσαν·
欲望には計り知れない違いがあることにお前も気づいているだろう。 食うことと飲むことに関する欲望は、自然であると同時に必要不可欠な性質を持っている。
αἱ δὲ τῶν ἀφροδισίων αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἔστι δέ που καὶ μὴ χρώμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα, φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δʼ ἐκλήθησαν.
他方、性的な交わりの欲望は、自然がその端緒を与えるものの、それを用いなくても十分にそれから解放されていられるものであり、これらは『自然ではあるが必要不可欠ではない』と呼ばれてきた。
τὸ δὲ τῶν μήτʼ ἀναγκαίων μήτε φυσικῶν ἀλλʼ ἔξωθεν ὑπὸ δόξης κενῆς. διʼ ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἁπάσας, ἔχει δὲ καθάπερ ξένος ὄχλος; ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας; .
そして、必要でもなく自然でもなく、むしろ悪趣味さゆえに虚しい世評によって外から注ぎ込まれた欲望の類は、お前たち人間においては、その多さによって自然な欲望のすべてをほとんど覆い隠してしまっており、まるで民衆の中に侵入したよそ者の群衆が、生まれながらの市民たちに対して暴力的に振る舞うかのようになっている。
τὰ δὲ θηρία παντάπασιν ἀβάτους καὶ ἀνεπιμίκτους ἔχοντα τοῖς ἐπεισάκτοις πάθεσι τὰς ψυχὰς καὶ τοῖς βίοις πόρρω τῆς κενῆς δόξης ὥσπερ θαλάσσης ἀπῳκισμένα τῷ γλαφυρῶς καὶ περιττῶς διάγειν ἀπολείπεται τὸ δὲ σωφρονεῖν καὶ μᾶλλον εὐνομεῖσθαι ταῖς ἐπιθυμίαις, οὔτε πολλαῖς συνοικούσαις οὔτʼ ἀλλοτρίαις, σφόδρα διαφυλάττεται.
これに対して野獣たちは、外から持ち込まれた情念に魂を全く侵されず、それと交じることもなく、虚しい世評から、まるで海から離れているかのように遠く離れて生活している。 そのため、優雅で贅沢な暮らしを送ることにおいては後れを取っているが、節制すること、また欲望をよく統制することは非常に固く守られている。 なぜなら、彼らと同居する欲望は多くもなく、また本来の性質に反するものでもないからだ。
ἐμὲ γοῦν ποτε καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δʼ ἄργυρος καὶ ἐλέφας·
少なくともかつての私自身、今のお前と同じように、金こそは他の何ものとも比較できない財産であるとして目を見張らされ、銀や象牙に心を奪われていた。
ὁ δὲ πλεῖστα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεοφιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέστερος καὶ τοῦ Πριάμου βαρυποτ μότερος·
そして、これらを最も多く所有している者が、たとえドローンよりも卑しくプリアモスよりも薄幸なフリュギア人やカリア人であろうとも、何かしら幸福で神に愛された男であるかのように思われたのだ。
ἐνταῦθα δʼ ἀνηρτημένος ἀεὶ ταῖς ἐπιθυμίαις οὔτε χάριν οὔθʼ ἡδονὴν ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφθόνων ὄντων καὶ ἱκανῶν ἐκαρπούμην, ἀλλʼ ἐμεμφόμην τὸν ἐμαυτοῦ βίον, ὡς τῶν μεγίστων ἐνδεὴς; καὶ ἄμοιρος ἀγαθῶν ἀπολελειμμένος.
そこにいつも欲望によって縛りつけられていたため、他の物事が豊かで十分にあるにもかかわらず、そこから何の恵みも快楽も得られず、むしろ自分自身の生活を、最も偉大なものを欠き、良いものの分け前を持たずに取り残されたものとして非難していた。
τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουργοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες.
だからこそ、私がクレタでお前が祝祭用の衣服で着飾っているのを見たときのことを覚えているが、私はお前の知恵や徳を羨んだのではなく、見事に織り上げられた下着の細やかさや、紫色の外套の縮れ具合と美しさを愛でて驚嘆し、また留め金も金でできていて、思うに彫刻細工で精巧に仕上げられた玩具のような趣があったが、それに魅了されて、まるで女たちのように、お前の後ろをついて行ったものだ。
ἀλλὰ νῦν ἀπηλλαγμένος ἐκείνων τῶν κενῶν δοξῶν καὶ κεκαθαρμένος χρυσὸν μὲν καὶ ἄργυρον ὥσπερ τοὺς ἄλλους λίθους περιορῶν ὑπερβαίνω, ταῖς δὲ σαῖς χλανίσι καὶ τάπησιν οὐδὲν ἂν μὰ Δίʼ ἥδιον ἢ βαθεῖ καὶ μαλθακῷ πηλῷ μεστὸς ὢν ἐγκατακλιθείην ἀναπαυόμενος.
しかし今や、私はそれらの虚しい世評から解放されて浄化され、金や銀を他の石ころ同様に見過ごして通り過ぎる。 お前の目の細かい外套や絨毯の上よりも、満腹しているときには、ゼウスにかけて、深く柔らかい泥の中に横たわって休む方が、どれほど快適であるかしれない。
τὰ δὲ τοιαῦτα τῶν ἐπεισάκτων ἐπιθυμιῶν οὐδεμία ταῖς ἡμετέραις ἐνοικίζεται ψυχαῖς·
そのような外から持ち込まれた欲望は、私たちの魂には一切住み着かない。
ἀλλὰ τὰ μὲν πλεῖστα ταῖς ἀναγκαίαις ὁ βίος ἡμῶν ἐπιθυμίαις καὶ ἡδοναῖς διοικεῖται, ταῖς δʼ οὔτʼ ἀναγκαίαις ἀλλὰ φυσικαῖς; μόνον οὔτʼ ἀτάκτως οὔτʼ ἀπλήστως ὁμιλοῦμεν.
私たちの生活は、大部分が必要な欲望と快楽によって営まれており、必要ではないが自然なだけの欲望に対しては、無秩序に、また飽くことなく関わることはない。

語釈・文法注

  1. 988fσωφρονεστάτης μὲν ἀνὴρ εἶ γυναικός — 名詞 ἀνήρ は「夫」、γυνή は「妻」という夫婦関係のニュアンスで用いられており、属格 γυναικός は ἀνήρ に直接依存している。また、接続詞 μὲν は後文の ἀπόδειξιν δὲ...(他方、節制の証明として)との対比関係を示している。
  2. 989aὧν ἑκάστη — 関係代名詞 ὧν は先行詞 κορῶναὶ(烏たち)を指示する部分属格。続く表現内の対格である ἐννέα γενεὰς(九世代の間)は、時間の継続(期間)を表す副詞的対格(「時間の長さ」の対格)として機能している。
  3. 989eὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος — 動詞 μέμνημαι(覚えている)は、知覚や記憶を表す他の動詞と同様に、その対象となる内容を不定詞ではなく分詞(ここでは主格の θεασάμενος、「私が見たこと」)を伴って表現する。接続詞 ὥς は「〜のように」として、主節全体の関係を導く。

この箇所を引用する

プルタルコス, もの言えぬ動物が理性を用いることについて §5-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg130.humanitext-grc2:5-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。