§5ΟΔ. παπαί, ὦ Γρύλλε, δεινός μοι δοκεῖς γεγονέναι σοφιστής, ὅς γε καὶ νῦν ἐκ τῆς συηνίας φθεγγόμενος οὕτω νεανικῶς πρὸς τὴν ὑπόθεσιν ἐπικεχείρηκας.
奥德修斯:哎呀,格里洛斯,在我看来你已经变成了一个可怕的诡辩家,因为即使现在你以猪的身份说话,也如此充满活力地攻击我们的论题。
ἀλλὰ τί οὐ περὶ τῆς σωφροσύνης ἐφεξῆς διεξῆλθες;
但你为什么不接着详细阐述关于节制的问题呢?
ΓΡ. ὅτι ᾤμην σε τῶν εἰρημένων πρότερον ἐπιλήψεσθαι σὺ δὲ σπεύδεις ἀκοῦσαι τὸ περὶ τῆς σωφροσύνης, ἐπεὶ σωφρονεστάτης μὲν ἀνὴρ εἶ γυναικός, ἀπόδειξιν δὲ σωφροσύνης αὐτὸς οἴει δεδωκέναι, τῶν Κίρκης ἀφροδισίων περιφρονήσας.
格里洛斯:因为我以为你会反驳我之前所说的话,但你却急着听关于节制的事,因为一方面你是一位极其贞洁的妻子的丈夫,另一方面你认为自己通过蔑视喀耳刻的性爱,已经给出了节制的证明。
καὶ τούτῳ μὲν οὐδενὸς τῶν θηρίων διαφέρεις πρὸς ἐγκράτειαν οὐδὲ γὰρ ἐκεῖνα τοῖς κρείττοσιν ἐπιθυμεῖ πλησιάζειν ἀλλὰ καὶ τὰς ἡδονὰς καὶ τοὺς ἔρωτας πρὸς τὰ ὁμόφυλα ποιεῖται.
在这方面,就自制而言,你与任何野兽并无二致;因为它们也并不渴望接近比自己更高等的存在,而是将快乐和爱情都针对同类。
οὐ θαυμαστὸν μὲν οὖν ἐστιν, εἰ καθάπερ ὁ Μενδήσιος ἐν Αἰγύπτῳ τράγος λέγεται πολλαῖς καὶ καλαῖς συνειργνύμενος γυναιξὶν οὐκ εἶναι μίγνυσθαι πρόθυμος ἀλλὰ πρὸς τὰς αἶγας ἐπτόηται μᾶλλον, οὕτω σὺ χαίρων ἀφροδισίοις συνήθεσιν οὐ θέλεις ἄνθρωπος; ὢν θεᾷ συγκαθεύδειν.
因此,正如据说埃及门德斯的公羊虽然与许多美丽的女人关在一起,却无意与她们交配,反而对母羊更加狂热一样,你喜欢习惯了的性爱,虽是凡人却不愿与女神同寝,这又有什么好奇怪的呢?
τὴν δὲ Πηνελόπης σωφροσύνην μυρίαι κορῶναι κρώζουσαι γέλωτα θήσονται καὶ καταφρονήσουσιν, ὧν ἑκάστη, ἂν ἀποθάνῃ ὁ ἄρρην, οὐκ ὀλίγον χρόνον ἀλλʼ ἐννέα χηρεύει γενεὰς ἀνθρώπων ὥστε σοι τὴν καλὴν Πηνελόπην ἐννάκις ἀπολείπεσθαι τῷ σωφρονεῖν ἧς βούλει κορώνης.
至于珀涅罗珀的贞洁,无数只乌鸦啼叫着将会对其嘲笑并鄙视;因为它们中的每一只,一旦雄鸟死去,便不是在短时间内、而是在整整九代人的时间里保持寡居。 因此,对你而言,那美丽的珀涅罗珀在贞洁上,要比你随便挑出的哪只乌鸦都落后九倍。
§6ΓΡ. ἀλλʼ ἐπεί σε μὴ λέληθα σοφιστὴς ὤν, φέρε χρήσωμαι τάξει τιυὶ τοῦ λόγου, τῆς μὲν σωφροσύνης ὅρον θέμενος κατὰ γένος δὲ τὰς ἐπιθυμίας διελόμενος.
¦20 但是,既然我已经无法向你隐瞒我是一个诡辩家,那么,来吧,让我给论说立下一个秩序:首先为节制设定一个定义,然后按类别来划分欲望。
ἡ μὲν οὖν σωφροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας.
那么,节制就是对欲望的某种缩减和秩序:它消除了外来的、多余的欲望,并用时机和适度来规范那些必要的欲望。
ταῖς δʼ ἐπιθυμίαις ἐνορᾷς που μυρίαν διαφοράν, καὶ τὴν μὲν περὶ τὴν βρῶσιν καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσαν· αἱ δὲ τῶν ἀφροδισίων αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἔστι δέ που καὶ μὴ χρώμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα, φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δʼ ἐκλήθησαν.
你大概也看到了欲望之间有着极大的差异:关于饮食的欲望既是自然的又是必要的;而性爱的欲望,虽然自然赋予了其开端,但即便不予以满足也完全可以摆脱而安然无恙,这些欲望被称为‘自然而非必要’的。
τὸ δὲ τῶν μήτʼ ἀναγκαίων μήτε φυσικῶν ἀλλʼ ἔξωθεν ὑπὸ δόξης κενῆς. διʼ ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἁπάσας, ἔχει δὲ καθάπερ ξένος ὄχλος; ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας;
至于那些既非必要也非自然、而是因为缺乏品味而由虚妄的舆论从外部灌输进来的欲望,在你们人类中几乎因其数量庞大而将所有自然的欲望全部掩盖,这就像民主城邦中外来的陌生人群,强行压制本地的公民一样。
. τὰ δὲ θηρία παντάπασιν ἀβάτους καὶ ἀνεπιμίκτους ἔχοντα τοῖς ἐπεισάκτοις πάθεσι τὰς ψυχὰς καὶ τοῖς βίοις πόρρω τῆς κενῆς δόξης ὥσπερ θαλάσσης ἀπῳκισμένα τῷ γλαφυρῶς καὶ περιττῶς διάγειν ἀπολείπεται τὸ δὲ σωφρονεῖν καὶ μᾶλλον εὐνομεῖσθαι ταῖς ἐπιθυμίαις, οὔτε πολλαῖς συνοικούσαις οὔτʼ ἀλλοτρίαις, σφόδρα διαφυλάττεται.
反之,野兽的灵魂完全不被外来的激情所侵扰、也不与之混合,它们的生活远离虚妄的舆论,就像远离大海一样,因此它们在追求精致和奢华的生活上落后了,但却极好地保持了节制以及对欲望的良好治理,因为与它们共处的欲望既不繁多,也非外来。
ἐμὲ γοῦν ποτε καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δʼ ἄργυρος καὶ ἐλέφας· ὁ δὲ πλεῖστα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεοφιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέστερος καὶ τοῦ Πριάμου βαρυποτ μότερος· ἐνταῦθα δʼ ἀνηρτημένος ἀεὶ ταῖς ἐπιθυμίαις οὔτε χάριν οὔθʼ ἡδονὴν ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφθόνων ὄντων καὶ ἱκανῶν ἐκαρπούμην, ἀλλʼ ἐμεμφόμην τὸν ἐμαυτοῦ βίον, ὡς τῶν μεγίστων ἐνδεὴς; καὶ ἄμοιρος ἀγαθῶν ἀπολελειμμένος.
至少我以前自己也是如此,并不亚于现在的你,金子曾让我目眩神迷,视之为无可比拟的财产,而银子和象牙也曾夺走我的心;而拥有这些最多的人,即便他是比多隆更卑贱、比普里阿摩斯更命途多舛的弗里吉亚人或卡里亚人,似乎也是某个幸福且蒙神宠爱的人;由于我的欲望总是被悬系于此,即使其他事物丰富且充足,我也无法从中获得任何乐趣或满足,反而抱怨我自己的生活,认为自己缺乏最伟大的东西,被撇下而无缘分享美好的事物。
τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουργοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες.
所以,正如我记得在克里特岛看到你穿着盛装一样,我当时并不嫉妒你的智慧,也不嫉妒你的美德,而是赞叹并痴迷于那件制作极其精细的衬衣的纤细,以及那件紫色斗篷的卷曲与美丽;而且那枚金质胸针也有着某种玩具般的趣味,我想那是经过精细雕刻的,我当时就像女人一样被迷住而跟随着你。
ἀλλὰ νῦν ἀπηλλαγμένος ἐκείνων τῶν κενῶν δοξῶν καὶ κεκαθαρμένος χρυσὸν μὲν καὶ ἄργυρον ὥσπερ τοὺς ἄλλους λίθους περιορῶν ὑπερβαίνω, ταῖς δὲ σαῖς χλανίσι καὶ τάπησιν οὐδὲν ἂν μὰ Δίʼ ἥδιον ἢ βαθεῖ καὶ μαλθακῷ πηλῷ μεστὸς ὢν ἐγκατακλιθείην ἀναπαυόμενος.
但如今,我已经摆脱了那些虚妄的舆论并得到了净化,我把金银视同其他石头而视若无睹地跨过去。 至于你那些华丽的斗篷和地毯,说真的,在我饱腹之后,躺在深而柔软的泥土中休息,绝不比躺在它们上面逊色。
τὰ δὲ τοιαῦτα τῶν ἐπεισάκτων ἐπιθυμιῶν οὐδεμία ταῖς ἡμετέραις ἐνοικίζεται ψυχαῖς· ἀλλὰ τὰ μὲν πλεῖστα ταῖς ἀναγκαίαις ὁ βίος ἡμῶν ἐπιθυμίαις καὶ ἡδοναῖς διοικεῖται, ταῖς δʼ οὔτʼ ἀναγκαίαις ἀλλὰ φυσικαῖς; μόνον οὔτʼ ἀτάκτως οὔτʼ ἀπλήστως ὁμιλοῦμεν.
而这种外来的欲望,没有一种会寄居在我们的灵魂里;我们的生活大部分是由必要的欲望和快乐所维系,而对于那些非必要但仅是自然的欲望,我们既不会无秩序地、也不会贪得无厌地去接触。