Humanitext Reader

プルタルコス · 冷の原理について §21-23

地の凝縮力とファボリノスへの判断保留の勧め

10 / 10 箇所 · ギリシア語

要旨

地の元素が安定的であり、その力である冷たさが凝縮をもたらす性質を有すること、また古代の賢者たちもその特有の性質に基づいて地上のものと天上のものを切り離したことを説明し、最後にファボリノスに対し、拙速な同意を避け判断保留(エポケー)に徹するよう促す。

§21ἔτι γε μὴν τῶν ἰατρῶν ἀκούομεν, ὡς πᾶσα γῆ τῷ γένει στύφειν καὶ ψύχειν πέφυκε καὶ πολλὰ τῶν μεταλλευομένων καταριθμοῦσι στυπτικὴν αὐτοῖς παρέχοντα καὶ σχετικὴν εἰς τὰς φαρμακείας δύναμιν·
さらにまた、私たちは医師たちから、すべての土はその類において収縮させ冷却する性質があることを聞いており、彼らが薬学のために収斂的で抑止的な力を提供する多くの採掘物を数え上げているのを聞く。
καὶ γὰρ τὸ στοιχεῖον αὐτῆς; οὐ τμητικὸν οὐδὲ κινητικὸν οὐδὲ λεῖπον οὐδʼ ἔχον ὀξύτητας οὐδὲ μαλθακὸν οὐδʼ εὐπερίχυτον γέγονεν, ἀλλʼ ἑδραῖον ὡς ὁ κύβος καὶ συνερειστικόν, ὅθεν αὐτή τε βρῖθος ἔσχε,·
というのも、地の元素は、切断的でも運動的でもなく、不完全なものでも鋭さを持つものでもなく、また柔らかくも流動的なものでもなく、立方体のように安定的で支持的だからである。
καὶ τὸ ψυχρόν, ὅπερ ἦν δύναμις αὐτῆς, τῷ πυκνοῦν καὶ συνωθεῖν καὶ ἀποθλίβειν τὰ ὑγρὰ φρίκας καὶ τρόμους διὰ τὴν ἀνωμαλίαν ἐνεργάζεται τοῖς σώμασιν·
それゆえ、地自体は重さを持ち、その力である冷たさは、湿気を濃縮し、押し固め、圧搾することによって、その不均一さのゆえに身体に悪寒と震えを引き起こすのである。
ἂν δʼ ἐπικρατήσῃ παντάπασι, τοῦ θερμοῦ φυγόντος ἢ σβεσθέντος, ἔστησε τὴν ἕξιν ἐκπαγεῖσαν καὶ νεκρωθεῖσαν.
そして、もし冷たさが完全に打ち勝つなら、熱が逃げるか消えるかして、凍りつき壊死した状態を固定する。
ὅθεν οὐδὲ κάεται γῆ τὸ παράπαν ἢ κάεται γλίσχρως καὶ μόγις.
それゆえ、地はまったく燃えないか、あるいは、燃えても粘りついて困難を極める。
ἀὴρ μὲν γὰρ ἐξ ἑαυτοῦ πολλάκις φλόγας ἀναδίδωσι καὶ ῥεῖ καὶ διαστράπτει πυρούμενος·
実際、空気はしばしば自ら炎を放ち、流れ、発火して稲妻を放つ。
τῷ δʼ ὑγρῷ τροφῇ χρῆται τὸ θερμόν·
また、熱は湿気を栄養として用いる。
οὐ γὰρ τὸ στερεὸν ἀλλὰ τὸ νοτερὸν τοῦ ξύλου καυστόν ἐστιν·
木の中で燃えるのは固い部分ではなく、湿った部分だからである。
ἐξικμασθέντος δὲ τούτου, τὸ στερεὸν καὶ ξηρὸν ἀπολείπεται τέφρα γενόμενον.
そして、この湿気が絞り尽くされると、固く乾燥した部分が灰となって残る。
οἱ δὲ καὶ τοῦτο φιλοτιμούμενοι μεταβάλλον ἀποδεῖξαι καὶ καταναλισκόμενον ἀναδεύοντες πολλάκις ἐλαίῳ καὶ στέατι φύροντες οὐδὲν περαίνουσιν, ἀλλʼ ὅταν ἐκκαῇ τὸ λιπαρόν, περίεστι πάντως καὶ διαμένει τὸ γεῶδες·
これをも変化させ消費し尽くせるものとして示そうと熱中し、しばしば油を混ぜ合わせたり獣脂とこね合わせたりする人々も、何も達成しない。 脂分が燃え尽きると、どうしても土の性質のものが残り、存続するからである。
ὅθεν οὐ κατὰ χώραν μόνον ἐξ ἕδρας ἀκίνητον οὖσαν αὐτὴν ἀλλὰ καὶ κατʼ οὐσίαν ἀμετάβλητον, Ἑστίαν, ἅτε δὴ μένουσαν ἐν θεῶν οἴκῳ, κλίτα προσηγόρευσαν οἱ παλαιοί, διὰ τὴν στάσιν καὶ πῆξιν·
それゆえ、地がその場所から動かない不動であることにおいてのみならず、その本質において不変であることからも、古代の人々はそれを、まさに「神々の家に留まる」ヘスティアとふさわしく呼んだ。 その静止と凝固のゆえに。
ἧς ἡ ψυχρότης δεσμός ἐστιν, ὡς Ἀρχέλαος ὁ φυσικὸς εἶπεν, οὐδενὸς χαλῶντος αὐτὴν οὐδὲ μαλάττοντος, ἅτε θερομένην καὶ ἀλεαινομένην οὖσαν.
自然哲学者アルケラオスが言ったように、冷たさが地の絆であり、それを緩めたり和らげたりするものは何もない。 地が温められ加熱されているとしても。
οἱ δὲ πνεύματος μὲν αἰσθάνεσθαι ψυχροῦ καὶ ὕδατος, γῆς δʼ ἧττον οἰόμενοι, τὴν ἔγγιστα γῆν ὁρῶσιν ἀέρων καὶ ὑδάτων καὶ ἡλίου καὶ θερμότητος ἀνάπλεων σύμμιγμα καὶ συμφόρημα γεγενημένην·
これに対して、冷たい空気や水は感じられるが、地はそうでもないと考える人々は、私たちのすぐ近くにある地が、空気、水、太陽、熱に満ちた混合物であり堆積物となっているのを見ているのである。
καὶ οὐδὲν διαφέρουσι τῶν μὴ τὸν αἰθέρα φύσει καὶ πρώτως θερμὸν ἀλλὰ τὸ ζέον ὕδωρ ἢ τὸν διάπυρον σίδηρον ἀποφαινομένων, ὅτι τούτων μὲν ἅπτονται καὶ προσθιγγάνουσι, τοῦ δὲ πρώτου καθαροῦ καὶ οὐρανίου πυρὸς αἴσθησιν διʼ ἁφῆς οὐ λαμβάνουσιν, ὥσπερ οὐδʼ οὗτοι τῆς ἐν βάθει γῆς, ἣν μάλιστα γῆν ἄν τις νοήσειεν αὐτὴν καθʼ αὑτὴν ἀποκεκριμένην τῶν ἄλλων.
そして彼らは、アイテールが本性上かつ根源的に熱いのではなく、沸騰する水や真っ赤に焼けた鉄がそうであると主張する人々と何ら変わらない。 なぜなら、彼らは後者には触れて感知するが、第一の純粋で天上の火については触覚による感覚を得ないからである。 それは、彼らが深部の地、すなわち他のものから切り離されてそれ自体として最も「地」として考えられるべきものについて感覚を得ないのと同様である。
δεῖγμα δʼ αὐτῆς ἐστι κἀνταῦθα περὶ τὰς πέτρας·
この地の証拠は、この地上でも岩石の周りに見られる。
πολὺ γὰρ ἐκ βάθους καὶ οὐ ῥᾴδιον ἀνασχέσθαι προσβάλλουσι κρύος; .
それらは深部から、耐えがたいほどの多大の冷気をもたらすからである。
οἱ δὲ ψυχροτέρου ποτοῦ δεόμενοι χάλικας ἐμβάλλουσιν εἰς τὸ ὕδωρ·
より冷たい飲み物を必要とする人々は、水の中に小石を投げ入れる。
γίγνεται γὰρ οὐλότερον καὶ στομοῦται παρὰ τὴν ἀπὸ τῶν λίθων ψυχρότητα, πρόσφατον καὶ ἄκρατον ἀναφερομένην.
石からの冷たさ、すなわち新しく混じりけのない状態で運ばれてくる冷たさによって、水はより濃密になり、引き締まるからである。
§22τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν, οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ θείᾳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας.
したがって、古代の賢者や学者たちが、地上のものと天上のものを混じり合わないものとしたと見なべきである。 彼らは天秤のように上と下を場所によって見ていたのではなく、力の違いによって、熱く輝かしく素早く軽いものを神的で永遠の本性へと割り当て、暗く冷たく遅いものを死者や冥界の者たちの幸福ならぬ分け前であると宣言したのである。
ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, μέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ·
なぜなら、動物の身体も、詩人たちが言うように、息があり活力に満ちている間は熱と生命を用いているが、これらを奪われて地の分け前だけに取り残されると、すぐに冷たさと寒気がそれを支配するからである。
γενόμενον δὲ τούτων ἔρημον καὶ ἀπολειφθὲν ἐν μόνῃ τῇ τῆς γῆς μοίρᾳ ψυχρότης εὐθὺς ἴσχει καὶ κρύος, ὡς ἐν παντὶ μᾶλλον ἢ τῷ γεώδει κατὰ φύσιν θερμότητος ἐνυπαρχούσης
あたかも、土以外のすべてのものに本性上熱が宿っているかのように。
§23ταῦτʼ, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφʼ ἑτέρων παράβαλλε·
これらについて、ファボリノスよ、他の人々によって語られたことと比較せよ。
κἂν μήτε λείπηται τῇ πιθανότητι μήτε ὑπερέχῃ πολύ, χαίρειν ἔα τὰς δόξας, τὸ ἐπέχειν ἐν τοῖς ἀδήλοις τοῦ συγκατατίθεσθαι φιλοσοφώτερον ἡγούμενος.
そして、もし説得力において劣ることもなく、また大きく勝ることもないならば、諸意見に別れを告げ、不明確な事柄については同意するよりも判断を保留することのほうがより哲学的であると考えなさい。

語釈・文法注

  1. 954dτῷ γένει — 「その類において」あるいは「本性上」を意味する、関係・観点の与格。
  2. 954eκλίτα — 写本における難解な読みに由来し、しばしば「有名な」を意味する κλυτήν または κλειτήν の異読、あるいは安定性(静止)に関連した文脈として解釈される校訂上の問題箇所。
  3. 955aἅτε θερομένην καὶ ἀλεαινομένην οὖσαν — 接続詞 ἅτε(〜であるからには)を伴い、地(ἧς が指す主節の γῆ)が外部から温められ熱を帯びる性質のものであることを客観的な事実として提示する分詞構文。
  4. 955bτοὺς οὖν πάλαι σοφοὺς... χρὴ νομίζειν — 非人称動詞 χρὴ(〜すべきである)に導かれる不定詞 νομίζειν の対格不定詞構文。さらに νομίζειν の目的語として、τοὺς πάλαι σοφοὺς を意味上の主語、θέσθαι(ἄμικτα と共に「混じり合わないものと置いた」)を不定詞とする対格不定詞節が入れ子構造になっている。

この箇所を引用する

プルタルコス, 冷の原理について §21-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:21-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。