← プルタルコス

冷の原理について

§21-23

地の凝縮力とファボリノスへの判断保留の勧め

地の元素が安定的であり、その力である冷たさが凝縮をもたらす性質を有すること、また古代の賢者たちもその特有の性質に基づいて地上のものと天上のものを切り離したことを説明し、最後にファボリノスに対し、拙速な同意を避け判断保留(エポケー)に徹するよう促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21

ἔτι γε μὴν τῶν ἰατρῶν ἀκούομεν, ὡς πᾶσα γῆ τῷ γένει1 στύφειν καὶ ψύχειν πέφυκε καὶ πολλὰ τῶν μεταλλευομένων καταριθμοῦσι στυπτικὴν αὐτοῖς παρέχοντα καὶ σχετικὴν εἰς τὰς φαρμακείας δύναμιν· καὶ γὰρ τὸ στοιχεῖον αὐτῆς οὐ τμητικὸν οὐδὲ κινητικὸν οὐδὲ λεῖπον οὐδʼ ἔχον ὀξύτητας οὐδὲ μαλθακὸν οὐδʼ εὐπερίχυτον γέγονεν, ἀλλʼ ἑδραῖον ὡς ὁ κύβος καὶ συνερειστικόν, ὅθεν αὐτή τε βρῖθος ἔσχε, καὶ τὸ ψυχρόν, ὅπερ ἦν δύναμις αὐτῆς, τῷ πυκνοῦν καὶ συνωθεῖν καὶ ἀποθλίβειν τὰ ὑγρὰ φρίκας καὶ τρόμους διὰ τὴν ἀνωμαλίαν ἐνεργάζεται τοῖς σώμασιν· ἂν δʼ ἐπικρατήσῃ παντάπασι, τοῦ θερμοῦ φυγόντος ἢ σβεσθέντος, ἔστησε τὴν ἕξιν ἐκπαγεῖσαν καὶ νεκρωθεῖσαν. ὅθεν οὐδὲ κάεται γῆ τὸ παράπαν ἢ κάεται γλίσχρως καὶ μόγις. ἀὴρ μὲν γὰρ ἐξ ἑαυτοῦ πολλάκις φλόγας ἀναδίδωσι καὶ ῥεῖ καὶ διαστράπτει πυρούμενος· τῷ δʼ ὑγρῷ τροφῇ χρῆται τὸ θερμόν· οὐ γὰρ τὸ στερεὸν ἀλλὰ τὸ νοτερὸν τοῦ ξύλου καυστόν ἐστιν· ἐξικμασθέντος δὲ τούτου, τὸ στερεὸν καὶ ξηρὸν ἀπολείπεται τέφρα γενόμενον. οἱ δὲ καὶ τοῦτο φιλοτιμούμενοι μεταβάλλον ἀποδεῖξαι καὶ καταναλισκόμενον ἀναδεύοντες πολλάκις ἐλαίῳ καὶ στέατι φύροντες οὐδὲν περαίνουσιν, ἀλλʼ ὅταν ἐκκαῇ τὸ λιπαρόν, περίεστι πάντως καὶ διαμένει τὸ γεῶδες· ὅθεν οὐ κατὰ χώραν μόνον ἐξ ἕδρας ἀκίνητον οὖσαν αὐτὴν ἀλλὰ καὶ κατʼ οὐσίαν ἀμετάβλητον, Ἑστίαν, ἅτε δὴ μένουσαν ἐν θεῶν οἴκῳ, κλίτα2 προσηγόρευσαν οἱ παλαιοί, διὰ τὴν στάσιν καὶ πῆξιν· ἧς ἡ ψυχρότης δεσμός ἐστιν, ὡς Ἀρχέλαος ὁ φυσικὸς εἶπεν, οὐδενὸς χαλῶντος αὐτὴν οὐδὲ μαλάττοντος, ἅτε θερομένην καὶ ἀλεαινομένην οὖσαν.3 οἱ δὲ πνεύματος μὲν αἰσθάνεσθαι ψυχροῦ καὶ ὕδατος, γῆς δʼ ἧττον οἰόμενοι, τὴν ἔγγιστα γῆν ὁρῶσιν ἀέρων καὶ ὑδάτων καὶ ἡλίου καὶ θερμότητος ἀνάπλεων σύμμιγμα καὶ συμφόρημα γεγενημένην· καὶ οὐδὲν διαφέρουσι τῶν μὴ τὸν αἰθέρα φύσει καὶ πρώτως θερμὸν ἀλλὰ τὸ ζέον ὕδωρ ἢ τὸν διάπυρον σίδηρον ἀποφαινομένων, ὅτι τούτων μὲν ἅπτονται καὶ προσθιγγάνουσι, τοῦ δὲ πρώτου καθαροῦ καὶ οὐρανίου πυρὸς αἴσθησιν διʼ ἁφῆς οὐ λαμβάνουσιν, ὥσπερ οὐδʼ οὗτοι τῆς ἐν βάθει γῆς, ἣν μάλιστα γῆν ἄν τις νοήσειεν αὐτὴν καθʼ αὑτὴν ἀποκεκριμένην τῶν ἄλλων. δεῖγμα δʼ αὐτῆς ἐστι κἀνταῦθα περὶ τὰς πέτρας· πολὺ γὰρ ἐκ βάθους καὶ οὐ ῥᾴδιον ἀνασχέσθαι προσβάλλουσι κρύος. οἱ δὲ ψυχροτέρου ποτοῦ δεόμενοι χάλικας ἐμβάλλουσιν εἰς τὸ ὕδωρ· γίγνεται γὰρ οὐλότερον καὶ στομοῦται παρὰ τὴν ἀπὸ τῶν λίθων ψυχρότητα, πρόσφατον καὶ ἄκρατον ἀναφερομένην.

さらにまた、私たちは医師たちから、すべての土はその類において収縮させ冷却する性質があることを聞いており、彼らが薬学のために収斂的で抑止的な力を提供する多くの採掘物を数え上げているのを聞く。というのも、地の元素は、切断的でも運動的でもなく、不完全なものでも鋭さを持つものでもなく、また柔らかくも流動的なものでもなく、立方体のように安定的で支持的だからである。それゆえ、地自体は重さを持ち、その力である冷たさは、湿気を濃縮し、押し固め、圧搾することによって、その不均一さのゆえに身体に悪寒と震えを引き起こすのである。そして、もし冷たさが完全に打ち勝つなら、熱が逃げるか消えるかして、凍りつき壊死した状態を固定する。それゆえ、地はまったく燃えないか、あるいは、燃えても粘りついて困難を極める。実際、空気はしばしば自ら炎を放ち、流れ、発火して稲妻を放つ。また、熱は湿気を栄養として用いる。木の中で燃えるのは固い部分ではなく、湿った部分だからである。そして、この湿気が絞り尽くされると、固く乾燥した部分が灰となって残る。これをも変化させ消費し尽くせるものとして示そうと熱中し、しばしば油を混ぜ合わせたり獣脂とこね合わせたりする人々も、何も達成しない。脂分が燃え尽きると、どうしても土の性質のものが残り、存続するからである。それゆえ、地がその場所から動かない不動であることにおいてのみならず、その本質において不変であることからも、古代の人々はそれを、まさに「神々の家に留まる」ヘスティアとふさわしく呼んだ。その静止と凝固のゆえに。自然哲学者アルケラオスが言ったように、冷たさが地の絆であり、それを緩めたり和らげたりするものは何もない。なぜなら〔地は〕温められ加熱されているものだからである。これに対して、冷たい空気や水は感じられるが、地はそうでもないと考える人々は、私たちのすぐ近くにある地が、空気、水、太陽、熱に満ちた混合物であり堆積物となっているのを見ているのである。そして彼らは、アイテールが本性上かつ根源的に熱いのではなく、沸騰する水や真っ赤に焼けた鉄がそうであると主張する人々と何ら変わらない。なぜなら、彼らは後者には触れて感知するが、第一の純粋で天上の火については触覚による感覚を得ないからである。それは、彼らが深部の地、すなわち他のものから切り離されてそれ自体として最も「地」として考えられるべきものについて感覚を得ないのと同様である。この地の証拠は、この地上でも岩石の周りに見られる。それらは深部から、耐えがたいほどの多大の冷気をもたらすからである。より冷たい飲み物を必要とする人々は、水の中に小石を投げ入れる。石からの冷たさ、すなわち新しく混じりけのない状態で運ばれてくる冷たさによって、水はより濃密になり、引き締まるからである。

§22

τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν,4 οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ θείᾳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας. ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, μέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ· γενόμενον δὲ τούτων ἔρημον καὶ ἀπολειφθὲν ἐν μόνῃ τῇ τῆς γῆς μοίρᾳ ψυχρότης εὐθὺς ἴσχει καὶ κρύος, ὡς ἐν παντὶ μᾶλλον ἢ τῷ γεώδει κατὰ φύσιν θερμότητος ἐνυπαρχούσης ταῦτʼ, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφʼ ἑτέρων παράβαλλε· κἂν μήτε λείπηται τῇ πιθανότητι μήτε ὑπερέχῃ πολύ, χαίρειν ἔα τὰς δόξας, τὸ ἐπέχειν ἐν τοῖς ἀδήλοις τοῦ συγκατατίθεσθαι φιλοσοφώτερον ἡγούμενος.

したがって、古代の賢者や学者たちが、地上のものと天上のものを混じり合わないものとしたと見なすべきである。彼らは天秤のように上と下を場所によって見ていたのではなく、力の違いによって、熱く輝かしく素早く軽いものを神的で永遠の本性へと割り当て、暗く冷たく遅いものを死者や冥界の者たちの幸福ならぬ分け前であると宣言したのである。なぜなら、動物の身体も、詩人たちが言うように、息があり活力に満ちている間は熱と生命を用いているが、これらを奪われて地の分け前だけに取り残されると、すぐに冷たさと寒気がそれを支配するからである。あたかも、土以外のすべてのものに本性上熱が宿っているかのように。これらについて、ファボリノスよ、他の人々によって語られたことと比較せよ。そして、もし説得力において劣ることもなく、また大きく勝ることもないならば、諸意見に別れを告げ、不明確な事柄については同意するよりも判断を保留することのほうがより哲学的であると考えなさい。

構文注4 件
  1. 21τῷ γένει

    「その類において」あるいは「本性上」を意味する、関係・観点の与格。

  2. 954eκλίτα

    写本における難解な読みに由来し、しばしば「有名な」を意味する κλυτήν または κλειτήν の異読、あるいは安定性(静止)に関連した文脈として解釈される校訂上の問題箇所。

  3. 954eἅτε θερομένην καὶ ἀλεαινομένην οὖσαν

    接続詞 ἅτε(〜であるからには)を伴い、地(ἧς が指す主節の γῆ)が外部から温められ熱を帯びる性質のものであることを客観的な事実として提示する分詞構文。

  4. 955bτοὺς οὖν πάλαι σοφοὺς... χρὴ νομίζειν

    非人称動詞 χρὴ(〜すべきである)に導かれる不定詞 νομίζειν の対格不定詞構文。さらに νομίζειν の目的語として、τοὺς πάλαι σοφοὺς を意味上の主語、θέσθαι(ἄμικτα と共に「混じり合わないものと置いた」)を不定詞とする対格不定詞節が入れ子構造になっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 2 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:21-23