§12ἔτι τοίνυν τὰ μὲν ἀποσπασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος.
さらにまた、泉から引き離された水はより凍りやすい。 なぜなら、空気がより少ない水に対してよりいっそう支配的になるからである。
ἂν. δέ τις ψυχρὸν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλʼ ἐν τῷ ἀέρι κρέμασθαι, περιμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ·
もし誰かが井戸から冷たい水を容器に汲み取り、それを再び井戸に降ろして、容器が水に触れずに空気中に吊り下がるようにし、しばらく(長くはない時間)待つならば、その水はより冷たくなる。
μάλοστα δηλοῦται τὸ μὴ, τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος.
このことによって、冷たさの第一の原因が水ではなく空気であることが最もよく示されている。
· τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους·
ともあれ、大河で深くまで凍るものは一つもない。
οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ,. ἀλλʼ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθʼ ἵστησιν·
なぜなら空気は全体の深さまで入り込むことはなく、ただ自分が触れたり近づいたりして冷たさで包み込む部分、それだけを凝固させるからである。
ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας·
それゆえ異民族たちは、捕らえた狐を先に行かせて徒歩で渡る。
ἄν γὰρ μὴ πολὺς ἀλλʼ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ὕδατος ἀναστρέφουσιν ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου παραλύοντες καὶ χαλῶντες; τό γε τὴν ὁρμιὰν δεξόμενον.
なぜなら、もし氷が厚くなく表面だけであれば、狐たちは下を流れる水の音に気づいて引き返すからである。 また、ある人々は温かい水で氷を溶かし、釣り糸を受け入れる場所を開けることによって、魚を捕る。
οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε.
このように、深いところにある水は冷たさによって何の影響も受けていない。
καίτοι τῶν ἄνω τοσαύτη γίγνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον, ὡς ἱστοροῦσιν οἱ νῦν μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες.
もっとも、上方の水には凍結によってこれほど大きな変化が生じ、水が自らの中に押し込められて圧縮されることで、船を粉砕するほどである。 最近、カイサルの配下でイストロス川で冬を越した人々が報告しているように。
οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ. ἡμᾶς συμβαῖνον ἱκανὴν μαρτυρίαν δίδωσι μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι.
それどころか、私たちの身に起こることも十分な証言を与えてくれる。 なぜなら、入浴や発汗の後に私たちはよりいっそう冷え込むが、それは身体が弛緩し拡散した状態になって、空気とともに多くの冷たさを受け入れるからである。
τὸ δʼ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει·
これと全く同じことを水も被る。
ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον ὁπότε τὰ ζέοντα τῶν ὑδάτων ἀναρύτοντες καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν.
すなわち、あらかじめ温められると、より冷たくなる。 空気に影響されやすくなるからである。 煮え立つ水を汲み上げて高く持ち上げるとき、人々はまさに、それを多くの空気と混ぜ合わせているにほかならないのである。
ὁ μὲν οὖν τῷ ἀέρι τὴν πρώτην ἀποδιδοὺς τῆς ψυχρότητος δύναμιν, ὦ Φαβωρῖνε, λόγος ἐν τοιαύταις ἐστὶ πιθανότησιν.
したがって、ファウォリノスよ、空気に冷たさの第一の力を帰する説は、このような説得力を持っている。
§13ὁ δὲ τῷ ὕδατι λαμβάνει μὲν καὶ αὐτὸς ἀρχὰς ὁμοίως, οὕτω πως τοῦ Ἐμπεδοκλέους λέγοντος
"
ἠέλιον μὲν λαμπρὸν ὅρα καὶ θερμὸν ἁπάντῃ,
ὄμβρον δʼ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε
"
τῷ γὰρ θερμῷ τὸ ψυχρὸν ὡς τῷ λαμπρῷ τὸ μέλαν ἀντιτάξας συλλογίσασθαι δέδωκεν, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τὸ μέλαν καὶ τὸ ψυχρόν, ὡς τῆς αὐτῆς τὸ λαμπρὸν καὶ τὸ θερμόν.
他方、水にそれを帰する説も、同様に根拠を得ているが、それはエンペドクレスが次のように言っているようなものである。 「太陽はあまねく輝き、かつ熱いものと見よ、しかし雨はすべてのものにおいて暗く、かつ凍えさせるもの(と見よ)」なぜなら、彼は熱いものに冷たいものを、輝くものに黒いものを対立させることによって、黒いものと冷たいものは同じ実体に属し、輝くものと熱いものが同じ実体に属する、と推論させたからである。
ὅτι δʼ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατός ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δʼ ὕδατι πάντων. .
そして、黒いものが空気のものではなく水のものであることは、感覚が証明している。 なぜなら、空気によっては、端的に言って何も黒くならないのに対し、水によってはすべてのものが黒くなるからである。
ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἤ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ τῆς τε γῆς ὕδατι ῥαινομένης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων.
実際、最も白い羊毛や衣服を水に投げ入れると、それは黒く現れ、熱によって湿気が蒸発するか、あるいは絞り器や重石によって絞り出されるまで、そのままである。 また、大地が水で濡らされるとき、雨滴の当たった場所は黒くなり、他の同様の場所はそのまま留まる。
αὐτοῦ μὲν οὖν τοῦ ὕδατος σκοτεινότατον ὑπὸ πλήθους φαίνεται τὸ βαθύτατον, οἷς δʼ ἀὴρ πλησιάζει, ταῦτα περιλάμπεται καὶ διαγελᾷ.
実際、水自体についても、最も深いところがその量の多さゆえに最も暗く見え、他方、空気が近づく部分は、周囲から照らされて輝く。
τῶν δʼ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι τούτου τεκμήριον κουφότης, διʼ ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἄνω φερόμενον, ποιεῖ δὲ καὶ τὴν γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθαινόντων, ὡς Ἀριστοτέλης ἔλεγεν· ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν·
また、他の液体のうちで、油が最も透明であるが、それは最も多くの空気を含んでいるからである。 このことの証拠は軽さであり、その軽さゆえに、油は空気によって上へと運ばれ、あらゆる液体の表面に浮かぶ。 また、波の上に注がれると海に凪をもたらすが、それはアリストテレスが言ったように、その滑らかさのために風が滑り落ちるからではなく、そうではなく、あらゆる液体において、叩かれた波は拡散するものであるが、特に油は、液体が空気によって押し広げられることで、深みに輝きと視認性をもたらす。
οὐ γὰρ μόνον ἐπιπολῆς τοῖς διανυκτερεύουσιν ἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν.
なぜなら、海の上で夜を過ごす人々に対して海面で光を与えるだけでなく、下方の海綿採集者たちに対しても、口から吹き出されることで、海の中に光をもたらすからである。
οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον. δὲ τοῦ· ψυχροῦ.
したがって、黒いものは空気よりもむしろ水に属しているのであり、冷たいものについても(空気が分け持っている割合は)より少ない。
τὸ γοῦν ἔλαιον, ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἣκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς·
実際、油は液体の中で最も多くの空気を含んでいるが、最も冷たくなく、ゆるやかに固まる。
ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλʼ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ· ὕδατος ὡς διαστρέφουσαν.
混ざり合っている空気が、その凝固を硬いものにさせないからである。 また、鉄の針や留め金、および細工物を、人々は水ではなく油に浸すが、それは水の過度の冷たさが歪めてしまうことを恐れるからである。
ἀπὸ τούτων γὰρ δικαιότερὸν ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίγνεται καὶ ψυχρότατα καὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον.
なぜなら、議論は、色からではなく、こうした事実から検証される方がより正しいからである。 というのも、雪や雹や氷はきわめて明るいと同時にきわめて冷たいものであり、逆に、ピッチは蜂蜜よりも熱く、かつ暗いからである。