Humanitext Reader

プルタルコス · 自然学的諸問題 §11-15

油による波鎮めと漁具の損耗および農耕の諸問題

4 / 9 箇所 · ギリシア語

要旨

油が海を平穏にし透明にする物理的な理由、冬に漁網が傷みやすい原因、ドリス人が牧草の不作を望む農耕上の背景、および土地の肥沃度と作物の適合性について、自然学的な問いと仮説を提示している。

§11διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι;
なぜ人々は、たとえ凪の中を航行しているとしても、川を航行するときよりも海を航行するときに、より船酔いしやすいのか。
ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος;
感覚のうちでは嗅覚が、情動のうちでは恐怖が、最も船酔いを引き起こすからだろうか。
καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες·
実際、人々は危険の表象を得ると、震え、身震いし、腸が緩むのである。
τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν·
これら二つのどちらも、川を航行する人々を煩わせることはない。
ἡ γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν ὁ δὲ πλοῦς ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος·
なぜなら、すべての飲用可能な甘い水に対する嗅覚は馴染み深いものであり、航行は危険がないが、海においては不慣れなためにその匂いを嫌悪し、また、未来について現在の平穏な状態を信じずに恐れるからである。
οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ἡ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα τῆς ταραχῆς.
それゆえ、凪は何の役にも立たず、かえって魂が動揺を抱いて混乱することで、身体を共に動かし、その攪乱で満たすのである。
§12διὰ τί τῆς θαλάττης ἐλαίῳ καταρραινομένης γίγνεται καταφάνεια καὶ γαλήνη;
なぜ海に油が撒かれると、透明さと平穏が生じるのか。
πότερον, ὡς Ἀριστοτέλης φησί, τὸ πνεῦμα τῆς λειότητος ἀπολισθάνον οὐ ποιεῖ πληγὴν οὐδὲ σάλον·
アリストテレスが言うように、風がその滑らかさから滑り落ちてしまい、衝撃も動揺も引き起こさないからだろうか。
ἢ τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον αἰτιάσασθαι;
あるいは、この説は外部に対しては説得力をもって語られているが、潜水する人々が油を口に含んで吹き出すとき、深海で光と透視力を得ると言われていることからすれば、そこでは風の滑りを原因とすることはできないのではないか。
σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτʼ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες.
それなら、油がその密度のために、土っぽく不均一である海水を外に押し出し、引き離すのではないかと考えてみなさい。 そして、海水が自己に戻り、収縮するときに、視線のためにその間に通り道が残され、それが透明さと見通しの良さを与えるのではないか。
ἢ φύσει μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος ὁ τῇ θαλάττῃ καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης· ὅταν οὖν τὴν ἀνωμαλίαν ἐπιλεάνῃ πυκνότητι τοὔλαιον, ἀπολαμβάνει τὴν ὁμαλότητα καὶ τὴν διαύγειαν;
あるいは、本来海に混ざり合っている空気は熱のために明るいものであるが、かき乱されると不均一で陰を帯びるようになり、それゆえ、油がその密度によって不均一さを平滑にするとき、本来の均一さと透明さを取り戻すのだろうか。
§13διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα, καίτοι τὰ γʼ ἄλλα μᾶλλον ἐν τῷ θέρει τοῦτο πάσχει;
なぜ冬には夏よりも漁師の網が傷みやすいのか。 他のものは夏のほうがいっそうこの影響を受けるのに。
πότερον, ὡς Θεόφραστος οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντιπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάττης, ὥσπερ τῆς γῆς·
テオフラストスが考えているように、熱が冷気に屈して退くことで対抗的封じ込めが起こり、大地の内部と同様に、海の深部をより温かくするからだろうか。
διὸ καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός ἐστι καὶ μᾶλλον ἀτμίζουσιν αἱ λίμναι καὶ οἱ ποταμοί·
それゆえに、泉の水も冬のほうがぬるく、湖や川もより多くの湯気を立ち上らせるのである。
κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος·
支配的になった冷気によって、熱が深部に閉じ込められるからである。
ἢ σῆψις μὲν οὐκ ἔστι τῶν δικτύων, ὅταν δὲ φρίξῃ καὶ παγῇ διὰ τὸ ψῦχος ἀναξηραινόμενα καὶ θρυπτόμενα μᾶλλον ὑπὸ τοῦ κλύδωνος σήψει τινὶ καὶ μυδήσει πάσχει παραπλήσιον;
あるいは、網の腐敗が起こるのではなく、寒さのために網が縮んで凝固するとき、乾燥して砕けやすくなり、波によってさらに痛めつけられて、腐敗やカビに似た作用を受けるからだろうか。
καὶ γὰρ πονεῖ μᾶλλον ἐν κρύει, καθάπερ τὰ νεῦρα συντεινόμενα σπαράττεται, πλεονάκις ἐκταραττομένης διὰ τὸν χειμῶνα τῆς θαλάττης·
実際、冬のために海が頻繁に荒れ狂い、腱が引き伸ばされて引き裂かれるように、寒さの中で網はより酷使される。
διὸ καὶ στύφουσιν αὐτὰ ταῖς βαφαῖς καὶ πυκνοῦσι, φοβούμενοι τὰς ἀναλύσεις·
それゆえに漁師たちは弛緩を恐れて、染料でそれらを引き締め、密にするのである。
ἐπεὶ μὴ βαφέντα μηδὲ χρισθέντα, μᾶλλον ἂν ἐλάνθανε τοὺς ἰχθῦς, ἐνάερον γὰρ τὸ τοῦ λίνου χρῶμα καὶ ἀπατηλὸν ἐν θαλάττῃ.
というのも、染められず、塗られていないならば、それは魚たちからより見えにくかっただろうに(亜麻本来の色は空気のようで海の中では欺きやすいからである)。
§14διὰ τί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν;
なぜドリス人は牧草の悪い収穫を祈るのか。
ἦ κακῶς μὲν συγκομίζεται χόρτος ὑόμενος;
牧草は雨が降ると不作になるからだろうか。
κόπτεται γὰρ οὐ ξηρὸς ἀλλὰ χλωρός, ὥστε σήπεται ταχὺ διάβροχος γενόμενος·
なぜなら、それは乾燥した状態ではなく青々とした状態で刈り取られるため、水浸しになるとすぐに腐ってしまうからである。
ὑόμενος δὲ πρὸ τοῦ θέρους ὁ σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα·
これに対して、夏の前に雨が降ることは、穀物にとっては、熱風や南風に対する助けとなる。
ταῦτα γὰρ οὐκ ἐᾷ πυκνωθῆναι συνιστάμενον ἐν τῷ στάχυι τὸν καρπόν, ἀλλʼ ἐξίστησι καὶ διαχεῖ τῇ θερμότητι τὴν πῆξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ὑγρότης παραμένῃ ψύχουσα καὶ νοτίζουσα τὸν στάχυν.
なぜなら、これらの風は、穂の中で結実しつつある果実が固まるのを許さず、熱によってその凝固を台無しにし、散逸させてしまうからである。 ただし、濡れた大地の湿り気が残り、穂を冷やし潤している場合は別である。
§15διὰ τί πυροφόρος ἡ πίων καὶ βαθεῖα χώρα, κριθοφόρος δὲ μᾶλλον ἡ λεπτόγεως;
なぜ肥沃で深い土地は小麦を産し、土の薄い土地はむしろ大麦を産するのか。
ἦ ὅτι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται τὰ δʼ ἀσθενῆ λεπτῆς καὶ ἐλαφρᾶς,·
種子のうちで強いものはより多くの養分を必要とし、弱いものは薄く軽い養分を必要とするからだろうか。
ἀσθενέστερον δʼ ἡ κριθὴ καὶ μανότερον·
そして、大麦はより弱く、密度が粗い。
ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρεῖαν;
それゆえ、多量で重い養分に耐えることができないからだろうか。
μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ πυροῦ τὸν τρίμηνον ἐν τοῖς ὑποξήροις φύεσθαι βέλτιον, ἀνοτώτερον ὄντα καὶ τροφῆς ἐλάττονος δεόμενον·
この説を証明しているのは、三ヶ月小麦が、より乾燥した土地でよく育つということである。
διὸ καὶ συντελεῖται τάχιον.
なぜなら、それはより水分が少なく、必要とする養分も少ないからであり、それゆえに生育もより早く完了する。

語釈・文法注

  1. 915aσκόπει δὴ μὴ τὴν θάλατταν ... ἐξωθεῖ — μὴ + 直説法で「〜ではないかと疑う、考える」という肯定的な疑念を表す構文。主動詞 σκόπει(命令法)によって先導され、「〜ではないかと考えてみなさい」という意味になる。
  2. 915cἐπει μὴ βαφέντα μηδὲ χρισθέντα, μᾶλλον ἂν ἐλάνθανε τοὺς ἰχθῦς — 否定の分詞句 μὴ βαφέντα μηδὲ χρισθέντα が、反実仮想条件節(εἰ μὴ ἐβάφη κτλ.「もし染められておらず、塗られていなかったならば」)の役割を果たしており、帰結節の ἂν ἐλάνθανε(直説法未完了過去 + ἄν)にかかっている。実際には網は耐久性のために染められている。

この箇所を引用する

プルタルコス, 自然学的諸問題 §11-15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg125.humanitext-grc2:11-15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。