§3διὰ τί παραβάλλουσι τοῖς θρέμμασιν ἅλας οἱ νομεῖς;
なぜ牧人たちは家畜に塩を与えるのか?
πότερον, ὡς οἱ πολλοὶ νομίζουσι, πλήθους τροφῆς ἕνεκα καὶ τοῦ παχύνειν;
多くの人々が考えているように、多量の食物を摂取させ、太らせるためだろうか。
τήν τε γὰρ ὄρεξιν ἡ δριμύτης ἐκκαλεῖται καὶ τοὺς πόρους ἀναστομοῦσα μᾶλλον ὁδοποιεῖ τῇ τροφῇ πρὸς τὴν ἀνάδοσιν·
実際、その鋭さが食欲を呼び起こし、孔を開くことによって、養分が分配される通路をよりよく開くのである。
διὸ καὶ τοὺς ἰσχνοὺς καὶ τοὺς ἀτρόφους Ἀπολλώνιος ὁ Ἡροφίλειος ἐκέλευε μὴ γλυκεῖ μηδὲ χονδρῷ τρέφειν ἀλλὰ τοῖς ταριχευτοῖς καὶ ὑφαλμυρίζουσιν, ὧν ἡ λεπτότης, ὥσπερ ἐντρίχωμα γενομένη, τὰ σιτία τοῖς σώμασι διὰ τῶν πόρων προστίθησιν.
それゆえヘロフィロス学派のアポロニオスも、痩せていて栄養の行き届かない人々を、甘いものや濃厚なもので養うのではなく、塩蔵のものや塩気のあるもので養うよう勧めた。 それらの希薄さが、あたかもブラシのようになって、孔を通じて食物を体に付着させるからである。
ἢ μᾶλλον ὑγιείας ἕνεκα καὶ συγκοπῆς πλήθους τὸν ἅλα λείχειν ἐθίζουσι τὰ βοσκήματα;
あるいはむしろ、健康のため、また過度の肥満を抑制するために、牧畜に塩を舐める習慣をつけさせるのだろうか。
νοσεῖ γὰρ ἄγαν πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν ὅθεν εὐμαρῶς καὶ ῥᾳδίως ἀποδέρουσιν αὐτὰ σφάξαντες·
過度に太ると病気になるが、塩は脂肪を溶かして分散させる。 そのため、屠殺した後に、容易かつ迅速に皮を剥ぐことができる。
ἡ γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελὴ λεπτὴ καὶ ἀσθενὴς γέγονεν ὑπὸ τῆς δριμύτητος.
皮を密着させ結合させている脂肪が、その鋭さによって薄く弱くなるからである。
λεπτύνεται δὲ καὶ τὸ αἷμα τῶν τὸ ἅλας λειχόντων οὐδὲ πήγνυται τὰ ἐντός, ἁλῶν μιγέντων.
塩を舐めるものの血液もまた希薄になり、塩が混ざることで、体内の血液が凝固することもない。
σκόπει δέ, μὴ καὶ γονιμώτερα καὶ προθυμότερα πρὸς τὰς συνουσίας·
あるいは、それらがより生殖力に富み、交尾に積極的になるためではないかとも考えてみなさい。
καὶ γὰρ αἱ κύνες κύουσι ταχέως τάριχος ἐπεσθίουσαι, καὶ τὰ ἁληγὰ τῶν πλοίων πλείους τρέφει μῦς διὰ τὸ πολλάκις συμπλέκεσθαι.
実際、雌犬は塩漬けの魚肉を食べるとすぐに妊娠するし、塩を運ぶ船は、頻繁に交尾を行うため、より多くのネズミを育てるのである。
§4διὰ τί τῶν ὀμβρίων ὑδάτων εὐαλδέστερα τοῖς σπέρμασι τὰ μετὰ βροντῶν καὶ ἀστραπῶν, ἃ δὴ καὶ ἀστραπαῖα καλοῦσι;
なぜ雨水の中でも、雷鳴や稲妻を伴うもの(人々が「稲妻の水」と呼ぶもの)の方が、種子をよりよく育てるのか。
πότερον ὅτι πνευματώδη διὰ τὴν τοῦ ἀέρος ταραχὴν καὶ ἀνάμιξιν, τὸ δὲ πνεῦμα τὴν ὑγρότητα κινοῦν μᾶλλον ἀναπέμπει καὶ ἀναδίδωσιν ἢ βροντὰς μὲν καὶ ἀστραπὰς ποιεῖ τὸ θερμὸν ἐν τῷ ἀέρι πρὸς τὸ ψυχρὸν μαχόμενον, διὸ χειμῶνος ἣκιστα βροντᾷ μάλιστα δʼ ἔαρος καὶ φθινοπώρου διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως, ἡ δὲ θερμότης;
空気の撹乱と混ざり合いによって気を多く含んでおり、その気が水分を動かすことで、よりよく上昇させ、分配させるからだろうか。 あるいは、空気の中の熱が冷気と戦うことで雷鳴と稲妻を生じさせ、それゆえ冬にはほとんど雷が鳴らず、混合の不均一さのために春と秋に最も多く鳴るのであって、その熱が、水分を消化することによって、芽吹くものたちにとって好ましく有益なものにするからだろうか。
πέπτουσα τὸ ὑγρὸν προσφιλὲς ποιεῖ τοῖς βλαστάνουσι καὶ ὠφέλιμον· ἢ μάλιστα μὲν ἔαρος βροντᾷ καὶ ἀστράπτει διὰ τὴν εἰρημένην αἰτίαν, τὰ δʼ ἐαρινὰ τῶν ὑδάτων ἀναγκαιότερα τοῖς σπέρμασι πρὸ τοῦ θέρους, ὅθεν ἡ πλεῖστον ὑομένη τοῦ ἔαρος χώρα καθάπερ ἡ ἐν Σικελίᾳ πολλοὺς καὶ ἀγαθοὺς καρποὺς ἀναδίδωσιν;
あるいは、前述の理由によって主に春に雷鳴と稲妻が生じるが、春の水は夏を前にして種子にとって最も必要であり、それゆえシケリアのように春に最も多くの雨が降る地方は、多くて質の良い果実を実らせるからだろうか。
§5διὰ τί τῶν χυμῶν, ὀκτὼ τῷ γένει ὄντων, ἕνα μόνον, τὸν ἁλμυρόν, ἀπʼ οὐδενὸς καρποῦ γεννώμενον ὁρῶμεν;
なぜ、その類として八つある味わいのうち、塩辛い味というただ一つだけが、いかなる果実からも生じないのを我々は目にするのか。
καίτοι καὶ τὸν πικρὸν ἡ ἐλαία φέρει πρῶτον καὶ τὸν ὀξὺν ὁ βότρυς,· εἶτα μεταβάλλων ὁ μὲν γίνεται λιπαρὸς ὁ δʼ οἰνώδης·
もっとも、オリーブは最初に苦い味をもたらし、ブドウの房は酸っぱい味をもたらし、その後それらが変化して、一方は油を含んだものになり、他方はワインのようになる。
μεταβάλλει δὲ καὶ ὁ στρυφνὸς ἐν ταῖς φοινικοβαλάνοις καὶ ὁ αὐστηρὸς ἐν ταῖς ῥόαις εἰς τὸν γλυκύν·
また、ナツメヤシの果実における渋い味や、ザクロにおける酸渋い味も、甘い味へと変化する。
ἔνιαι δὲ ῥόαι καὶ μῆλα τὸν ὀξὺν ἁπλῶς φέρουσιν, ὁ δὲ δριμὺς ἐν ταῖς ῥίζαις καὶ σπέρμασι πολύς ἐστι.
いくつかのザクロやリンゴは単に酸っぱい味をもたらし、鋭い味は根や種子の中に多く存在する。
πότερον οὖν οὐκ ἔστιν ἁλμυροῦ γένεσις ἀλλὰ φθορὰ τῶν ἄλλων τὸ ἁλμυρόν, διὸ καὶ πᾶσιν ἄτροφον τοῖς. ἀπὸ φυτῶν καὶ σπερμάτων τρεφομένοις, ἥδυσμα δʼ ἐνίοις γίνεται τῷ τὸ πλήσμιον ἀφαιρεῖν τῶν τρεφόντων·
では、塩辛い味の発生というものは存在せず、塩辛い味とは他の味わいの消滅であって、それゆえ植物や種子から養われるすべてのものにとって非栄養的なのであるが、養うものの過度の満腹感を減ずることによって、いくつかのものにとっては調味料となるのだろうか。
ἤ, καθάπερ τῆς θαλάττης ἕψοντες ἀφαιροῦσι τὸ ἁλυκὸν καὶ δηκτικόν, ἐν τοῖς θερμοῖς ὑπὸ θερμότητος ἐξαμαυροῦται τὸ ἁλμυρόν·
あるいは、海水を沸騰させると塩辛くて刺激のある成分が取り除かれるように、熱い植物の内部では熱によって塩辛い味が消し去られるからだろうか。
ἢ χυμὸς μέν ἐστιν, ὡς Πλάτων εἶπεν, ὕδωρ ἠθημένον διὰ φυτοῦ, διηθουμένη δὲ καὶ θάλαττα τὸ ἁλμυρὸν ἀποβάλλει;
あるいは、プラトンが言ったように、味わいとは植物を通して濾過された水であって、濾過される海水は塩辛い味を失うからだろうか。
γεῶδες γὰρ καὶ παχυμερές ἐστιν, ὅθεν ὀρύττοντες παρὰ τὸν αἰγιαλὸν ἐντυγχάνουσι ποτίμοις λιβαδίοις, πολλοὶ δὲ καὶ κηρίνοις ἀγγείοις ἀναλαμβάνουσιν ἐκ τῆς θαλάττης ὕδωρ γλυκὺ διηθούμενον, ἀποκρινομένου τοῦ ἁλυκοῦ καὶ γεώδους·
実際、それは土っぽく密度が高いものであり、それゆえ海岸の近くを掘ると、飲用可能な水源に行き当たるし、多くの人々は、蝋の容器を用いて海から濾過された甘い水を取り出す。 塩辛く土っぽい成分が分離されるからである。
ἡ δὲ διʼ ἀργίλου προδιαγωγὴ παντάπασι τὴν θάλατταν διηθουμένην πότιμον ἀποδίδωσι τῷ κατέχειν ἐν ἑαυτῇ καὶ μὴ διιέναι τὸ γεῶδες.
また、粘土の中を通すことは、海水を完全に濾過して飲用可能にするが、それは粘土が土っぽい成分を自らの中に留めて、通過させないからである。
οὕτω δὲ τούτων ἐχόντων, εἰκός ἐστι τὰ φυτὰ μήτʼ ἔξωθεν ἀναλαμβάνειν ἁλμυρίδα μήτʼ, ἂν ἐν αὐτοῖς λάβῃ γένεσιν, ἐκκρίνειν εἰς τὸν καρπόν·
そうであるとすれば、植物が外部から塩分を取り入れることも、あるいは仮に植物の内部で塩分が発生したとしても、それを果実へと分泌することもないのは当然である。
οἱ γὰρ πόροι διὰ λεπτότητα τὸ γεῶδες καὶ παχυμερὲς οὐ διηθοῦσιν.
なぜなら、その孔は、その細さのために、土っぽく密度の高い成分を濾過しないからである。
ἢ τῆς πικρότητος εἶδος τὴν ἁλμυρότητα θετέον, ὡς Ὅμηρος
"
στόματος δʼ ἐξέπτυσεν ἅλμην
πικρήν, ἥ οἱ πολλὸν ἀπὸ κρατὸς κελάρυζε
"
;
あるいは、ホメロスが「口から塩水を吐き出した、苦い塩水を。 それは彼の頭から盛んにしたたり落ちていた」と歌っているように、塩辛い味を苦い味の一種とみなすべきだろうか。
καὶ ὁ Πλάτων φησὶν ἀμφοτέρους ῥύπτειν καὶ ἀποτήκειν τοὺς χυμούς, ἧττον δὲ ταῦτα ποιεῖν τὸν ἁλυκὸν καὶ οὐ τραχὺν εἶναι·
そしてプラトンも、両方の味わいが洗浄し溶解させるが、塩辛い味の方がそれらを行うことが少なく、またざらざらしていないと言う。
δόξει δὲ τὸ πικρὸν τοῦ ἁλυκοῦ ξηρότητος ὑπερβολῇ διαφέρειν, ἐπεὶ ξηραντικόν ἐστι καὶ τὸ ἁλυκόν.
そして、苦い味は極度の乾燥において塩辛い味と異なると考えられるだろう。 なぜなら、塩辛い味もまた乾燥させる性質があるからである。