§6.1Αἰσχίνης Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν τριάκοντα συγκαταγαγόντος δὲ τὸν δῆμον, καὶ Γλαυκοθέας·
アイスキネスは、三十人政権の時に亡命し、のちに民衆を帰還させたアトロメトスと、グラウコテアの子であった。
τῶν δὲ δήμων Κοθωκίδης, οὔτε κατὰ γένος τῶν ἐπιφανῶν οὔτε κατὰ περιουσίαν χρημάτων.
区はコトカイダイ区に属し、家柄においても際立っておらず、資産の点でも富裕ではなかった。
νέος δʼ ὢν καὶ ἐρρωμένος τῷ σώματι περὶ τὰ γυμνάσια ἐπόνει·
彼は若く肉体が強健であったとき、体育場で心身を鍛えていた。
λαμπρόφωνος δʼ ὢν μετὰ ταῦτα τραγῳδίαν ἤσκησεν ὡς δὲ Δημοσθένης φησίν, ὑπογραμματεύων καὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς Διονυσίοις διετέλει, ἀναλαμβάνων ἐπὶ σχολῆς τὰς παλαιὰς τραγῳδίας καὶ ἔτι παῖς ὢν ἐδίδασκε γράμματα σὺν τῷ πατρί, καὶ μειράκιον ὢν ἐστρατεύετο ἐν τοῖς περιπόλοις.
美声であったため、その後は悲劇役者としての修行を積んだ。 デモステネスが言うには、彼は書記補佐を務め、ディオニュシア祭においてアリストデモスのもとで第三役者を演じ続け、暇を見つけては古い悲劇をおさらいしていた。 また、まだ少年であった頃、父とともに文字を教え、青年になると、周辺警備兵として従軍した。
ἀκροατὴς δὲ γενόμενος ὡς μέν τινες λέγουσιν Ἰσοκράτους καὶ Πλάτωνος, ὡς δὲ Καικίλιος Λεωδάμαντος, καὶ πολιτευόμενος; οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος τοῖς περὶ Δημοσθένη, ἐπρέσβευσεν ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης·
彼は、ある人々が言うにはイソクラテスとプラトンの、カイキリオスが言うにはレオダマスの弟子となり、政治においては、デモステネスの一派とは対立する側から無視できない活躍を見せ、数多くの使節を務め、とりわけ平和交渉のためにフィリッポスのもとへ派遣された。
ἐφʼ κατηγορήθη ὑπὸ Δημοσθένους ὡς ἀνῃρημένου τοῦ Φωκέων ἔθνους, ἔτι δʼ ὡς πόλεμον ἐξάψας, ἡνίκα πυλαγόρας ᾑρέθη Ἀμφικτύοσι πρὸς Ἀμφισσεῖς τοὺς τὸν λιμένα ἐργαζομένους·
その使節としての行動により、彼はデモステネスから告発された。 それはフォキス人の部族が滅ぼされたという理由、さらには、彼がピュラゴラスに選出された際、港湾を耕作していたアンフィッサ人に対して同盟が起こした戦争に火をつけたという理由からであった。
ἐξ οὗ συνέβη τοὺς Ἀμφικτύονας Φιλίππῳ προσφυγεῖν, τὸν δʼ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν·
この戦争から、アムフィクテュオン同盟がフィリッポスを頼る事態が生じ、フィリッポスはアイスキネスの助力を得て、事態に介入してフォキスを占領した。
ἀλλὰ συνειπόντος αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλλουσίου δημαγωγοῦντος, τριάκοντα ψήφοις ἀπέφυγεν.
しかし、スピントロスの子でプロバリントス区出身の扇動政治家エウブロスが彼のために弁護したため、三十票差で無罪となった。
εἰσὶ δʼ οἵ φασι συγγράψαι μὲν τοὺς ῥήτορας τοὺς λόγους· ἐμποδὼν δὲ γενομένων τῶν περὶ Χαιρώνειαν, μηκέτι τὴν δίκην εἰσελθεῖν.
しかし、弁論家たちはそれぞれ弁論を起草したものの、カイロネイアをめぐる事態が障害となったため、もはや裁判は行われなかったと言う人々もいる。
χρόνῳ δʼ ὕστερον, Φιλίππου μὲν τετελευτηκότος Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐγράψατο Κτησιφῶντα παρανόμων ἐπὶ ταῖς Δημοσθένους τιμαῖς·
後年、フィリッポスが死去し、アレクサンドロスがアジアに渡ろうとしていたとき、彼はデモステネスへの表彰をめぐって、クテシフォンを違法提案で告訴した。
οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων ἔφυγεν εἰς τὴν Ῥόδον, χιλίας δραχμὰς ὑπὲρ τῆς ἥττης οὐ βουληθεὶς καταθέσθαι.
しかし、彼は全投票の五分の一も獲得できず、敗訴に伴う千ドラクマの罰金を支払うことを望まなかったため、ロドス島へと亡命した。
οἱ δʼ ἀτιμίας αὐτῷ προστιμηθῆναι λέγουσιν οὐ θέλοντι ἐξελθεῖν τῆς πόλεως, καὶ ἐλθεῖν εἰς Ἔφεσον ὡς Ἀλέξανδρον.
ある人々によれば、彼は都市から退去することを拒んだためにさらに市民権剥奪の罰を科され、エフェソスのアレクサンドロスのもとへ赴いたのだという。
τοῦ δὲ τελευτήσαντος, ταραχῆς οὔσης, ἀπάρας εἰς τὴν Ῥόδον ἐνταῦθα σχολὴν καταστησάμενος ἐδίδασκεν.
アレクサンドロスが死去すると、混乱が生じたため、彼はロドス島に船で去り、そこで学校を設立して教えていた。
ἀνέγνω τε τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος λόγον ἐπιδεικνύμενος·
そして、ロドス島の人々にクテシフォン弾劾の弁論を実演して読んで聞かせた。
θαυμαζόντων δὲ πάντων εἰ ταῦτʼ εἰπὼν ἡττήθη
οὐκ ἄν
ἔφη
ἐθαυμάζετε, Ῥόδιοι, εἰ πρὸς ταῦτα Δημοσθένους;
皆が、これほど見事な弁論を行いながら敗訴したことを不思議がると、「ロドスの人々よ、これに対してデモステネスが語るのを聞いていたなら、不思議には思わなかっただろう」と彼は言った。
λέγοντος ἠκούσατε
σχολὴν τʼ ἐκεῖ προσκατέλιπε, τὸ Ῥοδιακὸν διδασκαλεῖον κληθέν.
彼はそこにも学校を遺し、それはロドス学派と呼ばれた。
ἔπειτα πλεύσας εἰς Σάμον καὶ διατρίβων ἐπὶ τῆς νήσου ὀλίγον ὕστερον ἐτελεύτησεν.
その後、サモス島へ船で渡り、その島で滞在したのち、間もなくして亡くなった。
ἐγένετο δʼ εὔφωνος, ὡς δῆλον ἔκ τε ὧν φησι Δημοσθένης καὶ ἐκ τοῦ Δημοχάρους λόγου.
彼は美声の持ち主であったが、それはデモステネスが述べていることや、デモカレスの弁論からも明らかである。
φέρονται δʼ αὐτοῦ λόγοι τέσσαρες, ὅ τε κατὰ Τιμάρχου καὶ ὁ τῆς Παραπρεσβείας καὶ ὁ κατὰ Κτησιφῶντος, οἳ καὶ μόνοι εἰσὶ γνήσιοι.
彼の作とされる弁論は四篇が伝わっているが、それは『ティマルコス告発』、『使節職不履行について』、および『クテシフォン弾劾』であり、これらのみが真作である。
ὁ γὰρ ἐπιγραφόμενος Δηλιακὸς οὐκ ἔστιν Αἰσχίνου·
というのも、彼に帰せられる『デロス弁論』はアイスキネスのものではないからである。
ἀπεδείχθη μὲν γὰρ ἐπὶ τὴν κρίσιν τὴν περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ συσταθεὶς συνήγορος οὐ μὴν εἶπε τὸν λόγον·
実際、デロス島にある神殿をめぐる訴訟において共同弁護人に選出されたものの、彼はその弁論を行わなかった。
ἐχειροτονήθη γὰρ Ὑπερείδης ἀντʼ αὐτοῦ, ὥς φησι Δημοσθένης.
デモステネスが言うように、彼の代わりにヒュペレイデスが選出されたからである。
ἔσχε δὲ καὶ ἀδελφούς, ὥς φησιν αὐτός, Ἀφόβητον καὶ Φιλοχάρη.
また彼は、自身が言うように、アフォベトスとフィロカレスという兄弟を持っていた。
ἀπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις, ἐφʼ ᾧ καὶ ἐστεφανώθη τὸ δεύτερον.
さらに、彼はタミュナイにおける勝利をアテナイ人に最初に報じた人物であり、その功績によって二度目の冠を授けられた。
οἱ δʼ εἶπον μηδὲ μαθητεῦσαί τισι τὸν Αἰσχίνην, ἀλλʼ ἐκ τῆς ὑπογραμματείας ἀρθῆναι ἐν τοῖς δικαστηρίοις τότε διάγοντα·
一方、ある人々によれば、アイスキネスは誰の弟子にもならず、当時裁判所で過ごしながら、書記補佐の地位から身を立てたのだという。
πρῶτον δʼ εἰπεῖν ἐν τῷ δήμῳ κατὰ Φιλίππου, εὐδοκιμήσαντά τε πρεσβευτὴν χειροτονηθῆναι πρὸς Ἀρκάδας πρὸς οὓς ἀφικόμενον συστῆσαι τοὺς μυρίους ἐπὶ Φίλιππον.
そして、民会において最初にフィリッポスに反対する演説を行い、評判を得てアルカディア人への使節に選出され、現地に到着すると、フィリッポスに対抗する一万人会議を組織した。
ἐγράψατο δὲ καὶ Τίμαρχον ἑταιρήσεως· ὁ δ’ ἐκλιπὼν τὸν ἀγῶνα αὑτὸν ἀνήρτησεν, ὥς πού φησι Δημοσθένης.
また、彼はティマルコスを男娼行為の罪で告訴したが、ティマルコスは裁判を放棄して首を吊ったと、デモステネスのどこかの著作で述べられている。
ἐχειροτονήθη δὲ πρεσβευτὴς ὡς Φίλιππον μετὰ Κτησιφῶντος καὶ Δημοσθένους περὶ τῆς εἰρήνης, ἐν ἄμεινον τοῦ Δημοσθένους ἠνέχθη·
彼はクテシフォンやデモステネスとともに、平和交渉のためにフィリッポスのもとへ使節として選出されたが、そこではデモステネスよりも優れた成果を収めた。
τὸ δὲ δεύτερον δέκατος ὤν, κυρώσας ὅρκοις τὴν εἰρήνην, κριθεὶς ἀπέφυγεν, ὡς προείρηται.
そして二度目の使節の際、十人使節の一人として誓約により平和を批准し、のちに告訴されたが無罪となったことは、既に述べた通りである。