Humanitext Reader

プルタルコス · 十大弁論家列伝 §4.1#2

イソクラテスの墓碑と著作および逸話

6 / 19 箇所 · ギリシア語

要旨

イソクラテスの埋葬場所やその墓碑、彼が残した演説の真偽鑑定、いくつかの有名な逸話(教育方針やアネクドート)、晩年の私生活と訴訟歴、そして彼の養子アパレウスの劇作家としてのキャリアについて詳しく記されています。

§4.1#2ἀποσχόμενον, οἱ δὲ τεταρταῖον ἅμα ταῖς ταφαῖς τῶν ἐν Χαιρωνείᾳ πεσόντων.
絶食して世を去ったと言うが、別の者たちは、カイロネイアで倒れた人々の葬儀と同時に、四日目に亡くなったと言う。
συνέγραψε δʼ αὐτοῦ καὶ ὁ παῖς Ἀφαρεὺς λόγους.
彼の息子アパレウスも弁論を執筆した。
ἐτάφη δὲ μετὰ τῆς συγγενείας πλησίον Κυνοσάργους ἐπὶ τοῦ λόφου ἐν ἀριστερᾷ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ Θεόδωρος καὶ ἡ μήτηρ αὐτοῦ· ταύτης τʼ ἀδελφὴ τηθὶς τοῦ ῥήτορος Ἀνακὼ καὶ ὁ ποιητὸς υἱὸς Ἀφαρεὺς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Σωκράτης, μητρὸς Ἰσοκράτους ἀδελφῆς Ἀνακοῦς υἱὸς ὤν, ὃ τʼ ἀδελφὸς αὐτοῦ ὁμώνυμος τοῦ πατρὸς Θεόδωρος καὶ οἱ υἱωνοὶ αὐτοῦ, τοῦ ποιηθέντος αὐτῷ παιδὸς Ἀφαρεὺς. Ἀφαρεὺς. καὶ ὁ τούτου πατὴρ Θεόδωρος; ἥ τε γυνὴ Πλαθάνη, μήτηρ δὲ τοῦ ποιητοῦ Ἀφαρέως.
彼は親族とともに、キュノサルゲスの近くの左側にある丘の上に、彼自身と、父テオドロスおよび母、そして母の姉妹で弁論家の叔母にあたるアナコ、詩人である息子のアパレウス、および彼の甥ソクラテス(イソクラテスの母の姉妹アナコの息子である)、また彼の兄弟で父と同名のテオドロス、さらに彼の孫たち、すなわち養子となった息子アパレウスの子であるアパレウス、およびその父(兄弟)テオドロス、そして妻のプラタネ(詩人アパレウスの母)が葬られた。
ἐπὶ μὲν οὖν τούτων τράπεζαι ἐπῆσαν ἕξ, αἳ νῦν οὐ σῴζονται·
これら墓の上には六つの墓碑があったが、現在は残っていない。
αὐτῷ δʼ Ἰσοκράτει ἐπὶ τοῦ μνήματος ἐπῆν κίων τριάκοντα πηχῶν, ἐφʼ οὗ σειρὴν πηχῶν ἑπτὰ συμβολικῶς, ὃς νῦν οὐ σῴζεται.
またイソクラテス自身の墓碑の上には三十キュビトの柱があり、その上には象徴的に七キュビトのセイレンの像があったが、それも現在は残っていない。
ἦν δὲ καὶ αὐτοῦ τράπεζα πλησίον ἔχουσα ποιητάς τε καὶ τοὺς διδασκάλους αὐτοῦ, ἐν οἷς καὶ Γοργίαν εἰς σφαῖραν ἀστρολογικὴν βλέποντα αὐτόν τε τὸν Ἰσοκράτην παρεστῶτα.
またその近くには、彼の詩人たちや教師たちの像をあしらった碑板があり、その中には天球儀を見つめるゴルギアスや、その傍らに立つイソクラテス自身の姿もあった。
ἀνάκειται δʼ αὐτοῦ καὶ ἐν Ἐλευσῖνι εἰκὼν χαλκῆ ἔμπροσθεν τοῦ προστῴου ὑπὸ Τιμοθέου τοῦ Κόνωνος, καὶ ἐπιγέγραπται " Τιμόθεος φιλίας τε χάριν ξύνεσίν τε προτιμῶν Ἰσοκράτους εἰκὼ τήνδʼ ἀνέθηκε θεαῖς·
またエレウシスには、コノンの子ティモテオスによって、列柱廊の前に彼の青銅像が献納されており、次のように刻まれている。 「ティモテオスは友情に報い、イソクラテスの知性を重んじて、この像を女神たちに捧げた。
" Λεωχάρους ἔργον, φέρονται δʼ αὐτοῦ λόγοι ἑξήκοντα, ὧν εἰσι γνήσιοι κατὰ μὲν Διονύσιον εἰκοσιπέντε κατὰ δὲ Καικίλιον εἰκοσιοκτώ, οἱ δʼ ἄλλοι κατεψευσμένοι, εἶχε δʼ ἀλλοτρίως πρὸς ἐπίδειξιν, ὡς ἀφικομένων ποτὲ πρὸς αὐτὸν τριῶν ἐπὶ τὴν ἀκρόασιν τοὺς μὲν δύο κατασχεῖν τὸν δὲ τρίτον ἀπολῦσαι, φάμενος εἰς τὴν ἐπιοῦσαν ἥξειν νῦν γὰρ αὐτῷ τὸ θέατρον εἶναι ἐν ἀκροατηρίῳ.
」これはレオカレスの作品である。 彼の作とされる演説は六十篇伝わっているが、そのうち真作とされるのは、ディオニュシオスによれば二十五篇、カイキリオスによれば二十八篇であり、その他は偽作である。 彼は公開の実演を嫌っており、かつて三人の者が彼の講義を聴きに来たとき、二人は引き留めたが三人目は帰らせ、「明日来なさい。 今や私の講堂の観客はこれで十分だからだ」と言ったほどであった。
εἰώθει δὲ καὶ πρὸς τοὺς γνωρίμους αὑτοῦ λέγειν, ὡς αὐτὸς μὲν δέκα μνῶν διδάσκοι, τῷ δʼ αὐτὸν διδάξαντι τόλμαν καὶ εὐφωνίαν δώσειν δεκακισχιλίας.
また、彼は知人たちに、自分は十ミナで教えているが、自分に度胸と美声を教えてくれる者には一万ドラクマを支払うつもりだとよく語っていた。
καὶ πρὸς τὸν ἐρόμενον διὰ τί οὐκ ὢν αὐτὸς ἱκανὸς ἄλλους ποιεῖ, εἶπεν ὅτι καὶ αἱ ἀκόναι αὐταὶ μὲν τέμνειν οὐ δύνανται τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσιν.
そして、なぜ自分自身は十分にできないのに他人をそのようにできるのかと尋ねた者に対して、「砥石自身は切ることはできないが、鉄を鋭く切れるようにするのだ」と答えた。
εἰσὶ δʼ οἳ καὶ τέχνας αὐτὸν λέγουσι συγγεγραφέναι, οἱ δʼ οὐ μεθόδῳ ἀλλʼ ἀσκήσει χρήσασθαι.
また、彼が手引書を執筆したと言う者もいれば、体系的な方法ではなく実践的な訓練を用いたと言う者もいる。
πολίτην δʼ οὐδέποτʼ εἰσέπραξε μισθόν.
ただし、同胞の市民からは一度も授業料を取り立てなかった。
προσέταττε δὲ τοῖς γνωρίμοις εἰς τὰς, ἐκκλησίας ἀπαντῶσιν ἀναφέρειν αὐτῷ τὰ εἰρημένα.
彼は民会に出席する弟子たちに、そこで語られたことを自分に報告するよう命じていた。
ἐλυπήθη δὲ καὶ οὐ μετρίως ἐπὶ τῷ Σωκράτους θανάτῳ καὶ μελανειμονῶν τῇ ὑστεραίᾳ προῆλθε.
彼はソクラテスの死を非常に深く悲しみ、その翌日には喪服を着て外出した。
πάλιν δʼ ἐρομένου τινὸς αὐτὸν τί ῥητορική, εἶπε τὰ μὲν μικρὰ μεγάλα τὰ δὲ μεγάλα μικρὰ ποιεῖν.
再びある者が彼に、弁論術とは何かと尋ねたとき、「小さなことを大きくし、大きなことを小さくすることだ」と答えた。
ἑστιώμενος δέ ποτε παρὰ Νικοκρέοντι τῷ Κύπρου τυράννῳ, προτρεπομένων αὐτὸν τῶν παρόντων διαλεχθῆναι, ἔφη οἷς μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οἷς δʼ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινός.
かつてキプロスの僭主ニコクレオンのもとで宴席でもてなされていたとき、同席していた人々が彼に語るよう促したところ、彼はこう言った。 「私が得意とすることは今の時期ではなく、今の時期に必要なことは私は得意ではない。
Σοφοκλέα δὲ τὸν τραγικὸν θεασάμενος ἑπόμενον ἐρωτικῶς παιδί, εἶπεν οὐ μόνον δεῖ, Σοφόκλεις, τὰς χεῖρας ἔχειν παρʼ αὑτῷ, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς.
」悲劇詩人ソフォクレスが少年を情熱的に追いかけているのを見て、彼はこう言った。 「ソフォクレスよ、手を慎むだけでなく、目も慎まねばならない。
τοῦ δὲ Κυμαίου Ἐφόρου ἀπράκτου τῆς σχολῆς ἐξελθόντος καὶ πάλιν ὑπὸ τοῦ πατρὸς Δημοφίλου πεμφθέντος; ἐπὶ δευτέρῳ μισθῷ, παίζων Δίφορον αὐτὸν ἐκάλει·
」キュメのエポロスが成果なく学塾を去り、再び父デモフィロスによって二度目の授業料を添えて送られてきたとき、彼は冗談交じりに彼のことを「ディポロス」と呼んだ。
ἐσπούδασε μέντοι ἱκανῶς περὶ τὸν ἄνδρα καὶ τὴν ὑπόθεσιν τῆς χρείας αὐτὸς ὑπεθήκατο.
しかし、彼はこの男に十分な熱意を注ぎ、その歴史叙述の主題を彼自身が示唆した。
ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ὑποπάστῳ παρειλκυσμένῳ ἐν τῇ κοίτῃ χρῆσθαι, κρόκῳ διάβροχον ἔχοντα τὸ προσκεφάλαιον.
彼はまた性的な快楽に耽る傾向があり、ベッドでは敷き布を体に引き寄せて使い、枕にはサフランを染み込ませていた。
καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δʼ ἑταίρᾳ συνεῖναι ὄνομα ἦν Λαγίσκη, ἐξ ἧς ἔσχε θυγάτριον ὃ γενόμενον ἐτῶν δώδεκα πρὸ γάμων ἐτελεύτησεν.
若い頃には結婚しなかったが、老人になってからラギスケという名のヘタイラと同棲し、彼女との間に娘をもうけたが、その娘は十二歳になったとき、結婚前に亡くなった。
ἔπειτα Πλαθάνην τὴν Ἱππίου τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἀφαρέα ὡς προείρηται ἐποιήσατο, ὃς καὶ εἰκόνα αὐτοῦ χαλκῆν ἀνέθηκε πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος καὶ ἐπέγραψεν " Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδʼ ἀνέθηκε Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν.
その後、彼は弁論家ヒッピアスの妻で三人の子供のいたプラタネと結婚し、そのうちの一人アパレウスを前述の通り養子とした。 このアパレウスが、オリンピエイオンの近くの柱の上に彼の青銅像を建て、次のように刻んだ。 「アパレウスは父イソクラテスのこの像を、神々を敬い、両親の徳を重んじてゼウスに捧げた。
" λέγεται δὲ καὶ κελητίσαι ἔτι παῖς ὤν·
」また、彼はまだ少年であった頃に競馬に出場したとも言われている。
ἀνάκειται γὰρ ἐν ἀκροπόλει χαλκοῦς ἐν τῇ σφαιρίστρᾳ τῶν Ἀρρηφόρων κελητίζων ἔτι παῖς ὤν, ὡς εἶπόν τινες.
アクロポリスのアレポロイたちの球戯場に、まだ少年であった頃に競馬に出場している彼の青銅像が献納されていると、ある人々が言っているからである。
δύο δʼ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δʼ υἱὸν πέμψας Ἀφαρέα ἐνίκησε·
彼の全生涯において、二つの訴訟が彼に持ち上がった。 最初は、メガクレイデスが彼に財産交換を求めて告訴したもので、彼は病気のため出廷しなかったが、息子アパレウスを派遣して勝利した。
δεύτερος δὲ Λυσιμάχου αὐτὸν προκαλεσαμένου περὶ τριηραρχίας εἰς ἀντίδοσιν ἡττηθεὶς δὲ τὴν τριηραρχίαν ὑπέστη.
二つ目は、リュシマコスが三段櫂船の建造維持費を巡って彼に財産交換を求めたもので、これには敗訴して建造維持費を引き受けた。
ἦν δʼ αὐτοῦ καὶ γραπτὴ εἰκὼν ἐν τῷ Πομπείῳ.
また、ポンペイオンには彼の肖像画もあった。
ὁ δʼ Ἀφαρεὺς συνέγραψε μὲν λόγους οὐ πολλοὺς δέ, δικανικούς τε καὶ συμβουλευτικούς·
一方、アパレウスは多くはないが、法廷弁論や助言的演説を執筆した。
ἐποίησε δὲ καὶ τραγῳδίας περὶ ἑπτὰ καὶ τριάκοντα, ὧν ἀντιλέγονται δύο.
彼はまた三十七篇ほどの悲劇を制作したが、そのうちの二篇は議論がある。
ἀρξάμενος δʼ ἀπὸ Λυσιστράτου διδάσκειν ἄχρι Σωσιγένους ἐν ἔτεσιν εἰκοσιοκτὼ διδασκαλίας ἀστικὰς καθῆκεν ἓξ καὶ δὶς ἐνίκησε διὰ Διονυσίου, καθεὶς καὶ διʼ ἑτέρων ἑτέρας δύο Ληναϊκάς.
リュシストラトスがアーコンの時から教え始め、ソシゲネスの時に至るまでの二十八年間に、市の大祭での競演に六回参加し、ディオニュシオスを通じて二度優勝した。 また他の人々を通じてレナイア祭に他の二作を出品した。
τῆς δὲ μητρὸς αὐτῶν Ἰσοκράτους καὶ Θεοδώρου καὶ τῆς ταύτης ἀδελφῆς Ἀνακοῦς εἰκόνες ἀνέκειντο ἐν ἀκροπόλει· ὧν ἡ τῆς μητρὸς παρὰ τὴν Ὑγίειαν νῦν κεῖται μετεπιγεγραμμένη, ἡ δʼ Ἀνακοῦς οὐ σῴζεται.
彼らの母、すなわちイソクラテスとテオドロス、および彼女の姉妹アナコの像がアクロポリスに献納されていたが、そのうち母の像は、現在はヒュギエイア像の傍らに名前が書き換えられて置かれており、アナコの像は残っていない。
ἔσχε δὲ δύο υἱούς, Ἀλέξανδρον μὲν ἐκ Κοινοῦς Σωσικλέα δʼ ἐκ Λυσίου.
彼はまた、コイニスとの間にアレクサンドロス、リュシアスとの間にソシクレスという二人の息子をもうけた。

語釈・文法注

  1. 838bἀποσχόμενον, ¦15¦ οἱ δὲ τεταρταῖον — 以前の動詞 `φασιν`(彼らは言う)から導かれる対格不定詞構文に続く分詞。`ἀποσχόμενον` は対格主語(イソクラテス)に一致する対格分詞。`οἱ δέ` は主格で対照されており、ここでは「別の者たちは、彼が四日目に亡くなったと言う」という動詞句が省略されて並列されている。
  2. 838eεἶχε δʼ ἀλλοτρίως πρὸς ἐπίδειξιν, ὡς... — 副詞 `ἀλλοτρίως` と前置詞句 `πρὸς ἐπίδειξιν` で「公開実演(デクラマティオ)を嫌う」を意味する。`ὡς` は結果を表す接続詞(`ὥστε` と同等)として機能し、後続の不定詞 `κατασχεῖν` と `ἀπολῦσαι` を伴い、結果・帰結を表す節を導いている。
  3. 838eτῷ δʼ αὐτὸν διδάξαντι — 冠詞付き与格分詞 `τῷ διδάξαντι` は仮定・条件(「〜を教えてくれる者には誰にでも」)を意味する。分詞の内部の `αὐτόν` は対格で、分詞の直接目的語(イソクラテス自身)を指す。

この箇所を引用する

プルタルコス, 十大弁論家列伝 §4.1#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:4.1%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。