Humanitext Reader

プルタルコス · 十大弁論家列伝 §4.1#1

イソクラテスの生涯と弟子たちおよび最期

5 / 19 箇所 · ギリシア語

要旨

イソクラテスの家系、教育、および学校での活動と、ティモテオスやテオデクテスなど著名な弟子たちとの関わりについて述べ、さらに彼の著作、逸話、およびカイロネイアでの敗戦の報を聞いた直後の最期について記している。

§4.1#1Ἰσοκράτης Θεοδώρου μὲν ἦν παῖς τοῦ Ἐρχιέως τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος ἀπὸ τούτων, ὡς καὶ χορηγῆσαι καὶ παιδεῦσαι τοὺς υἱούς·
イソクラテスは、エルキア区のそれなりに裕福な市民であるテオドロスの息子であった。 テオドロスは、笛作りの奴隷たちを所有し、彼らから富を得ていたため、合唱隊の費用を負担し、息子たちを教育することができた。
ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι, Τελέσιππος καὶ Διόμνηστος· ἦν δὲ καὶ θυγάτριον·
というのも、彼には他にもテレシッポスとディオムネストスという息子たちがおり、また幼い娘も一人いたからである。
ὅθεν εἰς τοὺς αὐλοὺς κεκωμῴδηται ὑπʼ Ἀριστοφάνους καὶ Στράττιδος.
そのため、彼は笛に関連してアリストパネスやストラッティスによって喜劇で揶揄された。
γενόμενος δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἕκτην ὀλυμπιάδα Λυσιμάχου Μυρρινουσίου ἄρχοντος, νεώτερος μὲν Λυσίου δυσὶ καὶ εἴκοσιν ἔτεσι, πρεσβύτερος δὲ Πλάτωνος ἑπτά, παῖς μὲν ὢν ἐπαιδεύετο οὐδενὸς ἧττον Ἀθηναίων, ἀκροώμενος Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ Θηραμένους τοῦ ῥήτορος·
彼は第86回オリンピア期、ミュリヌス区のリュシマコスがアーコンであった時に生まれ、リュシアスより 22歳若く、プラトンより7歳年長であった。 子供の頃、彼はアテナイ人の誰にも劣らず教育を受け、ケオス人のプロディコス、レオンティノイ人のゴルギアス、シラクサ人のティシアス、そして弁論家テラメネスの講義を聴いた。
οὗ καὶ συλλαμβανομένου ὑπὸ τῶν τριάκοντα καὶ φυγόντος ἐπὶ τὴν Βουλαίαν Ἑστίαν, ἁπάντων καταπεπληγμένων, μόνος ἀνέστη βοηθήσων καὶ πολὺν χρόνον ἐσίγησε κατʼ ἀρχάς, ἔπειτα ὑπʼ αὐτοῦ παρῃτήθη, εἰπόντος ὀδυνηρότερον αὐτῷ συμβήσεσθαι εἴ τις τῶν φίλων ἀπολαύσει τῆς συμφορᾶς·
このテラメネスが三十人政権によって逮捕され、評議会のヘスティアに逃げ込み、誰もが恐怖に震えていたとき、彼だけが彼を助けようと立ち上がった。 最初、彼は長い間沈黙していたがその後テラメネス自身から断られた。 テラメネスは、もし友人の誰かがこの災難を共に被ることになれば、自分にとってより辛いことになると言ったからである。
καὶ ἐκείνου τινὰς οὔσας τέχνας αὐτῷ φασι συμπραγματεύσασθαι, ἡνίκα ἐν τοῖς δικαστηρίοις ἐσυκοφαντεῖτο, αἳ εἰσιν ἐπιγεγραμμέναι Βότωνος.
また人々は、テラメネスが裁判所で告訴されていたときに、イソクラテスが彼のためにいくつかの弁論術の手引書を共同で作成したと述べている。 それらは「ボトンのもの」と銘打たれている。
ἐπεὶ δʼ ἠνδρώθη, τῶν μὲν πολιτικῶν πραγμάτων ἀπέσχετο ἰσχνόφωνὸς τʼ ὢν καὶ εὐλαβὴς τὸν τρόπον καὶ τὰ πατρῷα· ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ·
彼が成人したとき、声が弱く、また性格が慎重であったこと、さらにラケダイモン人との戦争において父からの遺産を失ってしまったことから、政治の実務からは退いた。
ἄλλοις δὲ μεμελετηκὼς φαίνεται, ἕνα δὲ μόνον εἰπὼν λόγον,, τὸν περὶ τῆς Ἀντιδόσεως.
しかし、彼は他人のために演説を執筆することに専念したようであり、彼自身が語った演説は、ただ一つ『財産交換について』だけであった。
διατριβὴν δὲ συστησάμενος, ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ἃ διανοηθείη ἐτράπετο, καὶ τόν τε Πανηγυρικὸν λόγον καί τινας ἄλλους τῶν συμβουλευτικῶν, οὓς μὲν αὐτὸς γράφων ἀνεγίνωσκεν οὓς δʼ ἑτέροις παρεσκεύαζεν, ἡγούμενος οὕτως ἐπὶ τὸ τὰ δέοντα φρονεῖν τοὺς Ἕλληνας προτρέψεσθαι.
彼は学校を設立し、哲学することと自分の考えを執筆することに専念した。 そして『パネギュリコス』やその他のいくつかの助言的演説を執筆し、あるものは自分で書いて朗読し、あるものは他人のために準備した。 これは、このようにしてギリシア人たちに、なすべきことを熟考するよう促すことができると考えたからである。
διαμαρτάνων δὲ τῆς προαιρέσεως, τούτων μὲν ἀπέστη σχολῆς δʼ ἡγεῖτο, ὣς τινές φασι, πρῶτον ἐπὶ· Χίου, μαθητὰς ἔχων ἐννέα·
しかし、自分の志した目的が果たせなかったため、これらからは退き、一部の人々が言うには、最初はキオス島で、9人の生徒を抱えて学校を主宰した。
ὅτε καὶ ἰδὼν τὸν μισθὸν ἀριθμούμενον εἶπε δακρύσας ὡς ἐπέγνων ἐμαυτὸν νῦν τούτοις πεπραμένον ὡμίλει δὲ τοῖς βουλομένοις, χωρίσας πρῶτος τοὺς ἐριστικοὺς λόγους τῶν πολιτικῶν, περὶ οὓς ἐσπούδασε.
その時、授業料が数えられているのを見て、彼は涙を流しながらこう言った。 「今や自分がこの者たちに売られたのだと悟った。 」彼は学びを求める者たちと交わり、論争的な言論を彼が熱心に取り組んだ政治的な言論から最初に区別した。
καὶ ἀρχὰς δὲ καὶ περὶ τὴν Χίον κατέστησε καὶ τὴν αὐτὴν τῇ πατρίδι πολιτείαν·
彼はキオス島において官職を設置し、祖国と同じ国制を確立した。
ἀργύριόν τε ὅσον οὐδεὶς σοφιστῶν εὐπόρησεν, ὡς καὶ τριηραρχῆσαι.
また、他のどのソフィストよりも多くの金銭を得て、三段櫂船の建造維持費を負担するほど富裕になった。
ἀκροαταὶ δʼ αὐτοῦ ἐγένοντο· εἰς ἑκατόν; ἄλλοι τε πολλοὶ καὶ Τιμόθεος ὁ Κόνωνος, σὺν ᾧ καὶ πολλὰς πόλεις ἐπῆλθε, συντιθεὶς τὰς πρὸς Ἀθηναίους ὑπὸ Τιμοθέου πεμπομένας ἐπιστολάς·
彼の弟子の数は100人ほどにのぼり、他の多くの人々の中でもコノンの子ティモテオスがいた。 イソクラテスは彼とともに多くの都市を巡り、ティモテオスがアテナイ人に向けて送った書簡を起草した。
ὅθεν ἐδωρήσατο αὐτῷ τάλαντον τῶν ἀπὸ Σάμου περιγενομένων.
そのため、ティモテオスはサモスから得られた戦利品の中から、彼に1タラントンを贈った。
ἐμαθήτευσε δʼ αὐτῷ καὶ Θεόπομπος ὁ Χῖος, καὶ Ἔφορος ὁ Κυμαῖος καὶ Ἀσκληπιάδης ὁ τὰ τραγῳδούμενα συγγράψας καὶ Θεοδέκτης ὁ Φασηλίτης·
また、キオス人のテオポンポス、キュメ人のエポロス、悲劇のプロットをまとめたアスクレピアデス、および後に悲劇を書いたファセリス人のテオデクテスも彼に師事した。
,ὁ τὰς τραγῳδίας ὕστερον γράψας, οὗ ἐστι τὸ μνῆμα ἐπὶ τὴν Κυαμῖτιν πορευομένοις κατὰ τὴν ἱερὰν ὁδὸν τὴν ἐπʼ Ἐλευσῖνα, τὰ νῦν κατερηρειμμένον·
テオデクテスの墓は、エレウシスへと至る「聖なる道」に沿ってキュアミティスへと進む途中にあり、現在は崩壊している。
ἔνθα καὶ τοὺς ἐνδόξους τῶν ποιητῶν ἀνέστησε σὺν αὐτῷ, ὧν Ὅμηρος ὁ ποιητὴς σῴζεται μόνος·
そこには彼とともに著名な詩人たちの像が建てられていたが、それらのうち現在残っているのは詩人ホメロスの像だけである。
Λεώδαμὸς τʼ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθέτης Ἀθηναίοις· ὡς δὲ τινές φασι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος.
また、アテナイ人のレオダマス、アテナイ人の立法者ラクリトス、さらに一部の人々によれば、ヒュペレイデスやイサイオスも彼に学んだ。
καὶ Δημοσθένη δʼ ἔτι ῥητορεύοντί φασι μετὰ σπουδῆς προσελθεῖν αὐτῷ, καὶ χιλίας μὲν ἃς εἰσεπράττετο οὐκ ἔχειν φάναι παρασχεῖν, διακοσίας δὲ δώσειν, ἐφʼ ᾧ τε τὸ πέμπτον μέρος ἐκμαθεῖν τὸν δʼ ἀποκρίνασθαι ὡς οὐ τεμαχίζομεν Δημόσθενες, τὴν πραγματείαν ὥσπερ δὲ τοὺς καλοὺς ἰχθῦς ὅλους πωλοῦμεν, οὕτω κἀγώ σοι, εἰ βούλοιο μαθητεύειν, ὁλόκληρον ἀποδώσομαι τὴν τέχνην ἐτελεύτα δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος, ἀπαγγελθέντων τῶν περὶ Χαιρώνειαν ἐν τῇ Ἱπποκράτους;
また、デモステネスも彼がまだ弁論を教えていた頃に熱心に彼のもとを訪れ、彼が要求していた1000ドラクマは払えないが、5分の1だけを学ぶという条件で 200ドラクマを支払うと言った。 しかしイソクラテスはこう答えたという。 「デモステネスよ、私たちは技術を切り売りすることはない。 良質な魚を丸ごと売るように、私もあなたに、もし学びたいのであれば、技術を丸ごと授けよう。 」彼はカイロンダスがアーコンであった時に亡くなった。
παλαίστρᾳ πυθόμενος, ἐξαγαγὼν αὑτὸν τοῦ βίου τέτταρσιν ἡμέραις διὰ τοῦ σιτίων ἀποσχέσθαι, προειπὼν τρεῖς ἀρχὰς δραμάτων Εὐριπίδου " Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολών· Σιδώνιὸν ποτʼ ἄστυ Κάδμος ἐκλιπών " ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βιοὺς ἢ ὥς τινες ἑκατόν, οὐχ ὑπομείνας τετράκις ἰδεῖν τὴν Ἑλλάδα καταδουλουμένην·
ヒッポクラテスのパライストラにいたとき、カイロネイアでの戦いの結果を聞き、それを知ると、食事を絶つことによって4日目に自ら命を絶った。 その際、エウリピデスの3つの劇の冒頭のセリフを口にしたという。 「50人の娘たちの父ダナオスは……」「タンタロスの子ペロプスはピサにやって来て……」「シドンの都をかつて去ったカドモスは……」彼は98歳まで、あるいはある人々によれば100歳まで生きたが、ギリシアが4度までも奴隷化されるのを見るのに耐えられなかったのである。
πρὸ ἐνιαυτοῦ ἢ ὥς τινες πρὸ τεσσάρων ἐτῶν τῆς τελευτῆς συγγράψας τὸν Παναθηναϊκόν.
死の1年前、あるいはある人々によれば死の 4年前に『パナテナイコス』を執筆した。
τὸν δὲ Πανηγυρικὸν ἔτεσι δέκα συνέθηκεν, οἱ δὲ δεκαπέντε λέγουσιν, ὃν μετενηνοχέναι ἐκ τῶν Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τὸν δὲ περὶ τῆς Ἀντιδόσεως δύο καὶ ὀγδοήκοντα ἔτη γεγονώς· τοὺς δὲ πρὸς Φίλιππον ὀλίγῳ πρότερον τοῦ θανάτου.
また『パネギュリコス』は10年(ある人々は15年と言う)かけて執筆されたが、それはレオンティノイ人のゴルギアスやリュシアスの作品から引用したものだという。 そして『財産交換について』は82歳の時に、またフィリッポスに宛てた演説群は死の少し前に執筆された。
ἐγένετο δʼ αὐτῷ καὶ παῖς; Ἀφαρεὺς πρεσβύτῃ ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος.
また、彼が老境に達したとき、弁論家ヒッピアスの娘プラタネとの間に、養子としてアパレウスという息子ができた。 アパレウスは妻の3人の息子のうち最も年少の者であり、後に詩人となった。
εὐπόρησε δʼ ἱκανῶς οὐ μόνον ἀργύριον εἰσπράττων τοὺς γνωρίμους, ἀλλὰ καὶ παρὰ Νικοκλέους τοῦ Κυπρίων βασιλέως, ὃς· ἦν υἱὸς Εὐαγόρου, εἴκοσι τάλαντα λαβὼν ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος λόγου ἐφʼ οἷς φθονηθεὶς τρὶς προεβλήθη τριηραρχεῖν, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ὑποστὰς ἀνήλωσεν οὐκ ὀλίγα.
彼は弟子たちから金銭を徴収しただけでなく、エウアゴラスの息子であるキプロスの王ニコクレスから、彼のために書いた演説への報酬として20タラントンを受け取ったことで、十分に富裕になった。 これらの富のために妬まれ、彼は3度にわたって三段櫂船の建造維持費負担者に推薦された。 そのうち2回は病気を口実にして息子を通じて辞退したが、3回目はこれを引き受けて少なからぬ費用を支出した。
πρὸς δὲ τὸν εἰπόντα πατέρα ὡς οὐδὲν ἀλλʼ ἢ ἀνδράποδον συνέπεμψε τῷ παιδίῳ τοιγαροῦν ἔφη ἄπιθι·
自分の子供の付き添いとして奴隷以外の何者でもない者を同行させたと不満を言ったある父親に対して、彼はこう言った。 「それなら立ち去りなさい。
δύο γὰρ ἀνθʼ ἑνὸς ἕξεις ἀνδράποδα ἠγωνίσατο δὲ καὶ τὸν ἐπὶ Μαυσώλῳ τεθέντα ὑπʼ Ἀρτεμισίας ἀγῶνα· τὸ δʼ ἐγκώμιον οὐ σῴζεται.
そうすればあなたは一人の代わりに二人の奴隷を持つことになるのだから。 」彼はまた、アルテミシアによってマウソロス(の追悼)のために催された競技会に参加したが、その賛辞は現存していない。
ἐποίησε δὲ καὶ εἰς Ἑλένην ἐγκώμιον καὶ Ἀρεοπαγιτικόν.
彼はまた『ヘレネ礼讃』や『アレオパギティコス』も執筆した。
ἐξελθεῖν δὲ τοῦ βίου οἱ μὲν ἐναταῖόν φασι σίτων
また、彼が世を去ったのは、ある人々によれば、食事

語釈・文法注

  1. 836eθεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος — 属格分詞 κεκτημένου および εὐπορήσαντος は、先行する属格の名詞 Θεοδώρου にかかり、彼の父親であるテオドロスの身元や財産状況を説明している。
  2. 837aοὗ καὶ συλλαμβανομένου... ἁπάντων καταπεπληγμένων — 関係代名詞 οὗ で始まる οὗ συλλαμβανομένου καὶ φυγόντος、およびそれに続く ἁπάντων καταπεπληγμένων は、いずれも独立属格構文である。οὗ は直前の Θηραμένους を先行詞とし、主節「(イソクラテスが)立ち上がった」に対する時間的・状況的な背景を示している。
  3. 837aἐκείνου τινὰς οὔσας τέχνας αὐτοῦ φασι συμπραγματεύσασθαι — 不定詞 συμπραγματεύσασθαι の意味上の主語は属格の αὐτοῦ(イソクラテス)であり、対格の τινὰς οὔσας τέχνας が目的語である。属格 ἐκείνου(テラメネス)は、συμπραγματεύσασθαι の共同行為の相手、あるいは τέχνας にかかる所有関係を表している。
  4. 837bδιαμαρτάνων δὲ τῆς προαιρέσεως — 動詞 διαμαρτάνω は属格を目的語に取るため、τῆς προαιρέσεως(志、意図)が属格になっている。現在分詞として、主節の動作「(学校の)指導を始めた」に対する原因・理由を表している。
  5. 837dἀνέστησε σὺν αὐτῷ — 動詞 ἀνέστησε((像を)建てた)の主語は文脈上、墓の主であるテオデクテス(Θεοδέκτης)、あるいは墓碑の建立者を指す。σὺν αὐτῷ は「彼(テオデクテス)自身とともに」という意味であり、ホメロスなどの高名な詩人の像が彼の墓碑の周囲に並べて置かれていたことを示している。
  6. 837eδιὰ τοῦ σιτίων ἀποσχέσθαι — 前置詞 διὰ が属格の関節不定詞 τοῦ ἀποσχέσθαι(控えること、絶つこと)を支配し、手段を表している。ἀποσχέσθαι は属格を支配する動詞 ἀπέχομαι の不定詞であるため、その目的語 σιτίων(食事)も属格となっている。

この箇所を引用する

プルタルコス, 十大弁論家列伝 §4.1#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:4.1%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。