Humanitext Reader

普鲁塔克 · 十演说家传 §4.1#1

伊索克拉底的生平、弟子与离世

第 5 段,共 19 段 · 希腊语

内容简介

本段记述了伊索克拉底的家世、教育以及他开办学堂的活动,详述了他与提摩太、狄奥德克特斯等著名弟子的交往,并提及了他的著作、逸事以及在喀罗尼亚战役后的离世。

§4.1#1Ἰσοκράτης Θεοδώρου μὲν ἦν παῖς τοῦ Ἐρχιέως τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος ἀπὸ τούτων, ὡς καὶ χορηγῆσαι καὶ παιδεῦσαι τοὺς υἱούς· ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι, Τελέσιππος καὶ Διόμνηστος· ἦν δὲ καὶ θυγάτριον·
伊索克拉底是埃尔希亚区中产市民狄奥多罗斯的儿子。 狄奥多罗斯拥有制造长笛的奴隶,并由此致富,以至于既能担任歌队司务,又能教育他的儿子们;因为他还有其他的儿子,即特莱西波斯和狄奥姆内斯托斯,此外还有一个小女儿。
ὅθεν εἰς τοὺς αὐλοὺς κεκωμῴδηται ὑπʼ Ἀριστοφάνους καὶ Στράττιδος.
因此,他因长笛而遭到阿里斯托芬和斯特拉蒂斯的喜剧嘲讽。
γενόμενος δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἕκτην ὀλυμπιάδα Λυσιμάχου Μυρρινουσίου ἄρχοντος, νεώτερος μὲν Λυσίου δυσὶ καὶ εἴκοσιν ἔτεσι, πρεσβύτερος δὲ Πλάτωνος ἑπτά, παῖς μὲν ὢν ἐπαιδεύετο οὐδενὸς ἧττον Ἀθηναίων, ἀκροώμενος Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ Θηραμένους τοῦ ῥήτορος·
他出生于第八十六届奥林匹亚期、米里努斯区的吕西马科斯担任执政官期间,比吕西亚斯年轻二十二岁,比柏拉图年长七岁。 他自幼所受的教育不亚于任何雅典人,曾听过科斯人普罗迪科斯、莱翁蒂尼人高尔吉亚、叙拉古人提西阿斯以及修辞学家塞拉门尼斯授课。
οὗ καὶ συλλαμβανομένου ὑπὸ τῶν τριάκοντα καὶ φυγόντος ἐπὶ τὴν Βουλαίαν Ἑστίαν, ἁπάντων καταπεπληγμένων, μόνος ἀνέστη βοηθήσων καὶ πολὺν χρόνον ἐσίγησε κατʼ ἀρχάς, ἔπειτα ὑπʼ αὐτοῦ παρῃτήθη, εἰπόντος ὀδυνηρότερον αὐτῷ συμβήσεσθαι εἴ τις τῶν φίλων ἀπολαύσει τῆς συμφορᾶς·
当此人被三十人支配者逮捕并逃往议事厅的赫斯提亚神坛时,在所有人都惊恐万分的情况下,唯独伊索克拉底站起来准备协助他。 起初他沉默了许久但随后被塞拉门尼斯本人劝阻,因为塞拉门尼斯说,如果有任何朋友因他而同遭此难,对他而言将是更痛苦的事。
καὶ ἐκείνου τινὰς οὔσας τέχνας αὐτῷ φασι συμπραγματεύσασθαι, ἡνίκα ἐν τοῖς δικαστηρίοις ἐσυκοφαντεῖτο, αἳ εἰσιν ἐπιγεγραμμέναι Βότωνος.
人们还说,当他在法庭上受到诬告时,伊索克拉底曾帮他撰写过一些修辞学教程,这些教程署名为“波顿”。
ἐπεὶ δʼ ἠνδρώθη, τῶν μὲν πολιτικῶν πραγμάτων ἀπέσχετο ἰσχνόφωνὸς τʼ ὢν καὶ εὐλαβὴς τὸν τρόπον καὶ τὰ πατρῷα· ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ·
当他成年后,由于声音微弱、性格谨慎,并且在与拉刻代蒙人的战争中失去了祖传财产,他便远离了政治事务。
ἄλλοις δὲ μεμελετηκὼς φαίνεται, ἕνα δὲ μόνον εἰπὼν λόγον,, τὸν περὶ τῆς Ἀντιδόσεως.
但他显然致力于为他人撰写演说词,而他自己仅发表过一篇文章,即《关于财产交换》。
διατριβὴν δὲ συστησάμενος, ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ἃ διανοηθείη ἐτράπετο, καὶ τόν τε Πανηγυρικὸν λόγον καί τινας ἄλλους τῶν συμβουλευτικῶν, οὓς μὲν αὐτὸς γράφων ἀνεγίνωσκεν οὓς δʼ ἑτέροις παρεσκεύαζεν, ἡγούμενος οὕτως ἐπὶ τὸ τὰ δέοντα φρονεῖν τοὺς Ἕλληνας προτρέψεσθαι.
他建立了一所学园,转而研究哲学并撰写自己的思想,创作了《节日演说》以及其他一些劝告性演说,其中有些由他亲自撰写并宣读,有些则是为他人准备的,他认为这样可以敦促希腊人去思考该做的事情。
διαμαρτάνων δὲ τῆς προαιρέσεως, τούτων μὲν ἀπέστη σχολῆς δʼ ἡγεῖτο, ὣς τινές φασι, πρῶτον ἐπὶ· Χίου, μαθητὰς ἔχων ἐννέα·
但由于未能实现自己的初衷,他便放弃了这些活动,正如一些人所说,他起初在希奥斯岛开办学堂,招收了九名学生。
ὅτε καὶ ἰδὼν τὸν μισθὸν ἀριθμούμενον εἶπε δακρύσας ὡς ἐπέγνων ἐμαυτὸν νῦν τούτοις πεπραμένον ὡμίλει δὲ τοῖς βουλομένοις, χωρίσας πρῶτος τοὺς ἐριστικοὺς λόγους τῶν πολιτικῶν, περὶ οὓς ἐσπούδασε.
当时,看到学费被清点时,他流着泪说道: “我现在才明白,自己已经被卖给了这些人。 ” 他与愿意学习的人交往,并首创将争辩性言论同他所热衷的政治言论区分开来。
καὶ ἀρχὰς δὲ καὶ περὶ τὴν Χίον κατέστησε καὶ τὴν αὐτὴν τῇ πατρίδι πολιτείαν· ἀργύριόν τε ὅσον οὐδεὶς σοφιστῶν εὐπόρησεν, ὡς καὶ τριηραρχῆσαι.
他还在希奥斯设立了官职,并建立了与祖国相同的政体;他积攒了智者中无人能及的财富,以至于甚至能够担任三列桨战船船长。
ἀκροαταὶ δʼ αὐτοῦ ἐγένοντο· εἰς ἑκατόν;
他的学生多达百人,其中除了许多其他人外,还有科农之子提摩太。
ἄλλοι τε πολλοὶ καὶ Τιμόθεος ὁ Κόνωνος, σὺν ᾧ καὶ πολλὰς πόλεις ἐπῆλθε, συντιθεὶς τὰς πρὸς Ἀθηναίους ὑπὸ Τιμοθέου πεμπομένας ἐπιστολάς· ὅθεν ἐδωρήσατο αὐτῷ τάλαντον τῶν ἀπὸ Σάμου περιγενομένων.
伊索克拉底曾与提摩太一起走访了许多城邦,起草了提摩太致雅典人寄送的信件;因此,提摩太从萨摩斯战役的收益中赠予他一个塔兰同。
ἐμαθήτευσε δʼ αὐτῷ καὶ Θεόπομπος ὁ Χῖος, καὶ Ἔφορος ὁ Κυμαῖος καὶ Ἀσκληπιάδης ὁ τὰ τραγῳδούμενα συγγράψας καὶ Θεοδέκτης ὁ Φασηλίτης·
在他门下学习的还有希奥斯人狄奥蓬波斯、库墨人埃福罗斯、撰写悲剧题材编排的阿斯克勒庇亚德斯,以及后来创作悲剧的法塞利斯人狄奥德克特斯。
,ὁ τὰς τραγῳδίας ὕστερον γράψας, οὗ ἐστι τὸ μνῆμα ἐπὶ τὴν Κυαμῖτιν πορευομένοις κατὰ τὴν ἱερὰν ὁδὸν τὴν ἐπʼ Ἐλευσῖνα, τὰ νῦν κατερηρειμμένον· ἔνθα καὶ τοὺς ἐνδόξους τῶν ποιητῶν ἀνέστησε σὺν αὐτῷ, ὧν Ὅμηρος ὁ ποιητὴς σῴζεται μόνος· Λεώδαμὸς τʼ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθέτης Ἀθηναίοις· ὡς δὲ τινές φασι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος.
狄奥德克特斯的陵墓位于前往埃勒夫西斯的“圣道”上、通往蚕豆女神庙的途中,如今已是一片废墟;在那里,他还与自己并排树立了著名诗人们的塑像,其中如今仅保留下了诗人荷马的一座;还有雅典人莱奥达马斯、雅典的立法者拉克里托斯;而正如一些人所说,还有许珀里德斯和伊塞奥斯。
καὶ Δημοσθένη δʼ ἔτι ῥητορεύοντί φασι μετὰ σπουδῆς προσελθεῖν αὐτῷ, καὶ χιλίας μὲν ἃς εἰσεπράττετο οὐκ ἔχειν φάναι παρασχεῖν, διακοσίας δὲ δώσειν, ἐφʼ ᾧ τε τὸ πέμπτον μέρος ἐκμαθεῖν τὸν δʼ ἀποκρίνασθαι ὡς οὐ τεμαχίζομεν Δημόσθενες, τὴν πραγματείαν ὥσπερ δὲ τοὺς καλοὺς ἰχθῦς ὅλους πωλοῦμεν, οὕτω κἀγώ σοι, εἰ βούλοιο μαθητεύειν, ὁλόκληρον ἀποδώσομαι τὴν τέχνην ἐτελεύτα δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος, ἀπαγγελθέντων τῶν περὶ Χαιρώνειαν ἐν τῇ Ἱπποκράτους; παλαίστρᾳ πυθόμενος, ἐξαγαγὼν αὑτὸν τοῦ βίου τέτταρσιν ἡμέραις διὰ τοῦ σιτίων ἀποσχέσθαι, προειπὼν τρεῖς ἀρχὰς δραμάτων Εὐριπίδου " Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολών· Σιδώνιὸν ποτʼ ἄστυ Κάδμος ἐκλιπών " ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βιοὺς ἢ ὥς τινες ἑκατόν, οὐχ ὑπομείνας τετράκις ἰδεῖν τὴν Ἑλλάδα καταδουλουμένην·
据说,当德摩斯梯尼在伊索克拉底仍在教授修辞学时热切地拜访了他,并表示自己无法提供他所收取的千学费,但愿意支付两百,条件是只学习其中的五分之一;而伊索克拉底则回答道: “德摩斯梯尼啊,我们不零卖我们的学问。 正如我们成条出售上好的鱼一样,如果你愿意做我的学生,我也将把整套技艺毫无保留地传授给你。 ” 他在凯隆达斯担任执政官期间去世。 当时他在希波克拉底的角力学校中,听闻了关于喀罗尼亚战役的报道。 得知此事后,他通过禁食在第四天结束了自己的生命,临终前他背诵了欧里庇得斯三部戏剧的开篇: “达那俄斯,五十个女儿的父亲……” “坦塔洛斯之子佩洛普斯来到皮萨……” “卡德摩斯曾经离开西顿之城……” 他活了九十八岁,或者正如一些人所说的百岁,他不忍眼睁睁看着希腊第四次沦为奴役。
πρὸ ἐνιαυτοῦ ἢ ὥς τινες πρὸ τεσσάρων ἐτῶν τῆς τελευτῆς συγγράψας τὸν Παναθηναϊκόν.
他在去世前一年(或者正如一些人所说的去世前四年)撰写了《泛雅典娜节庆演说》。
τὸν δὲ Πανηγυρικὸν ἔτεσι δέκα συνέθηκεν, οἱ δὲ δεκαπέντε λέγουσιν, ὃν μετενηνοχέναι ἐκ τῶν Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τὸν δὲ περὶ τῆς Ἀντιδόσεως δύο καὶ ὀγδοήκοντα ἔτη γεγονώς· τοὺς δὲ πρὸς Φίλιππον ὀλίγῳ πρότερον τοῦ θανάτου.
他花了十年时间(有人说是十五年)创作了《节日演说》,据传该文是抄录自莱翁蒂尼人高尔吉亚和吕西亚斯的作品;他在八十二岁时撰写了《关于财产交换》;而在临终前不久撰写了《致腓力》。
ἐγένετο δʼ αὐτῷ καὶ παῖς; Ἀφαρεὺς πρεσβύτῃ ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος.
在他暮年时,他收养了一个儿子阿法勒乌斯,阿法勒乌斯是一位诗人,是修辞学家希皮亚斯之女普拉塔内所生,也是他妻子的三个孩子中最小的一个。
εὐπόρησε δʼ ἱκανῶς οὐ μόνον ἀργύριον εἰσπράττων τοὺς γνωρίμους, ἀλλὰ καὶ παρὰ Νικοκλέους τοῦ Κυπρίων βασιλέως, ὃς· ἦν υἱὸς Εὐαγόρου, εἴκοσι τάλαντα λαβὼν ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος λόγου ἐφʼ οἷς φθονηθεὶς τρὶς προεβλήθη τριηραρχεῖν, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ὑποστὰς ἀνήλωσεν οὐκ ὀλίγα.
他不仅靠向学生收费致富,还因替塞浦路斯国王、欧阿戈拉斯之子尼科克勒斯撰写演说词而获得了二十个塔兰同的报酬,从而变得十分富有。 由于这些财富,他遭人嫉妒,曾三次被推选担任三列桨战船船长;前两次他借口生病,通过儿子予以推托,但第三次他接受了这一职务,并耗费了不菲的资金。
πρὸς δὲ τὸν εἰπόντα πατέρα ὡς οὐδὲν ἀλλʼ ἢ ἀνδράποδον συνέπεμψε τῷ παιδίῳ τοιγαροῦν ἔφη ἄπιθι· δύο γὰρ ἀνθʼ ἑνὸς ἕξεις ἀνδράποδα ἠγωνίσατο δὲ καὶ τὸν ἐπὶ Μαυσώλῳ τεθέντα ὑπʼ Ἀρτεμισίας ἀγῶνα· τὸ δʼ ἐγκώμιον οὐ σῴζεται.
针对一位父亲抱怨说,除了一个奴隶外,他没有给孩子派任何人随行,伊索克拉底说: “那你就走吧;因为你将得到两个奴隶,而不是一个。 ” 他还参加了阿尔特米西亚为摩索拉斯举办的竞赛;但那篇赞词未能保存下来。
ἐποίησε δὲ καὶ εἰς Ἑλένην ἐγκώμιον καὶ Ἀρεοπαγιτικόν.
他还创作了《海伦赞》和《阿雷奥帕戈斯演说》。
ἐξελθεῖν δὲ τοῦ βίου οἱ μὲν ἐναταῖόν φασι σίτων
而关于他的去世,一些人说是在禁食

词汇与语法注释

  1. 836eθεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος — 属格分词 κεκτημένου 和 εὐπορήσαντος 修饰前面的属格名词 Θεοδώρου,用以说明其父亲狄奥多罗斯的财产状况和致富途径。
  2. 837aοὗ καὶ συλλαμβανομένου... ἁπάντων καταπεπληγμένων — 关系代词 οὗ 引导的 οὗ συλλαμβανομένου καὶ φυγόντος 以及随后的 ἁπάντων καταπεπληγμένων 均为独立属格结构。οὗ 的先行词是前文的 Θηραμένους,这些结构为主要动词 ἀνέστη 提供了时间与背景信息。
  3. 837aἐκείνου τινὰς οὔσας τέχνας αὐτοῦ φασι συμπραγματεύσασθαι — 不定式 συμπραγματεύσασθαι 的逻辑主语是属格的 αὐτοῦ(指伊索克拉底),而宾格的 τινὰς οὔσας τέχνας 是其直接宾语。属格 ἐκείνου(指塞拉门尼斯)表示合作的对象,或与 τέχνας 构成所有格关系。
  4. 837bδιαμαρτάνων δὲ τῆς προαιρέσεως — 动词 διαμαρτάνω 支配属格宾语,因此 τῆς προαιρέσεως 采用属格。该现在分词表示主句动作(退隐并开办学堂)的原因。
  5. 837dἀνέστησε σὺν αὐτῷ — 动词 ἀνέστησε(树立、设立)的主语在语境上是指陵墓的主人狄奥德克特斯(或该陵墓的建造者)。短语 σὺν αὐτῷ 意为“与他(狄奥德克特斯)自己一起”,表明著名诗人们的塑像与他自己的塑像一同被树立在陵墓旁。
  6. 837eδιὰ τοῦ σιτίων ἀποσχέσθαι — 介词 διὰ 支配属格的冠词不定式 τοῦ ἀποσχέσθαι(节制、戒绝)以表示手段。由于 ἀποσχέσθαι(源自 ἀπέχομαι)支配属格宾语,其补足语 σιτίων(食物)也采用属格。

引用这一段

普鲁塔克, 十演说家传 §4.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:4.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。