§3.1Λυσίας υἱὸς ἦν Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, Συρακουσίου μὲν γένος μεταναστάντος δʼ εἰς Ἀθήνας ἐπιθυμίᾳ τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου πείσαντος αὐτόν, φίλον ὄντα καὶ ξένον, πλούτῳ διαφέροντα·
リュシアスは、ケファロス(ケファロスの子リュサニアスの子)の息子であった。 ケファロスは血統としてはシラクサ人であったが、アテナイという都市への憧れと、彼の友人であり賓客であったクサンティッポスの子ペリクレスが彼を説得したこと――ケファロスが極めて裕福であったからであるが――によって、アテナイに移住した。
ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα, ὑπὸ Γέλωνος ἐτυραννοῦντο.
しかし一部の人々によれば、シラクサがゲロンによって支配されていた時に、そこを追放されたのだという。
γενόμενος δʼ Ἀθήνησιν ἐπὶ Φιλοκλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ τὸ δεύτερον ἔτος τῆς ὀγδοηκοστῆς ὀλυμπιάδος, τὸ μὲν πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων·
彼は、プラシクレスの後のフィロクレスがアーコンであった時、第80回オリンピア期の第2年にアテナイで生まれ、最初はアテナイの最も著名な人々とともに教育を受けた。
ἐπεὶ δὲ τὴν εἰς Σύβαριν· ἀποικίαν τὴν ὕστερον Θουρίους μετονομασθεῖσαν ἔστελλεν ἡ πόλις, ᾤχετο σὺν τῷ πρεσβυτάτῳ ἀδελφῶν Πολεμάρχῳ (ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι δύο, Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτηκότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντεκαίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος κἀκεῖ διέμεινε παιδευόμενος παρὰ Τισίᾳ καὶ Νικίᾳ τοῖς Συρακουσίοις, κτησάμενὸς τʼ οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο ἕως Κλεάρχου τοῦ Ἀθήνησιν ἄρχοντος ἔτη ἑξήκοντα τρία.
しかし、アテナイ市がシバリス(後にスリオイと改名された)への植民団を送り出したとき、彼はすでに父が他界していたため、土地の割り当てにあずかろうと、15歳の時に、プラクシテレスがアーコンであった時に、兄弟の中で最年長者であるポレマルコスとともに旅立った(というのも、彼には他にもエウテュデモスとブラキュロスという二人の兄弟がいたからである)。 そしてそこで、シラクサ人のティシアスとニキアスの下で教育を受けながら留まり、家を手に入れ、土地の割り当てを得て、アテナイでクレアルコスがアーコンとなるまで、63年間市民として活動した。
τῷ δʼ ἑξῆς Καλλίᾳ ὀλυμπιάδι ἐνενηκοστῇ δευτέρᾳ τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως γενομένης τῶν τʼ ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετʼ ἄλλων τριακοσίων.
その翌年のカリアスがアーコンの時、第92回オリンピア期に、シケリアにおいてアテナイ人に起こった出来事と、他の同盟諸都市、特にイタリアに住む人々の間で動揺が生じた際、アテナイに味方していると告発され、他の300人とともに追放された。
παραγενόμενος δʼ Ἀθήνησιν ἐπὶ Καλλίου τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι.
そして、クレオクリトスの後のカリアスがアーコンであった時、すでに四百人政府が都市を支配していたが、アテナイに到着し、そこに滞在した。
τῆς δʼ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρεθεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον·
アイゴス・ポタモイでの海戦が起こり、三十人政権が都市を占拠したとき、彼は7年間滞在した後に追放され、全財産と、兄弟であるポレマルコスを奪われた。
αὐτὸς δὲ διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ᾗ ἐφυλάσσετο ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις.
しかし彼自身は、処刑されるために監禁されていた、二つの扉のある家から脱出し、メガラで過ごした。
ἐπιθεμένων δὲ τῶν ἀπὸ Φυλῆς τῇ καθόδῳ, ἐπεὶ χρησιμώτατος ἁπάντων ὤφθη, χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ ἀσπίδας διακοσίας πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους ἐμισθώσατο τριακοσίους, δύο τʼ ἔπεισε τάλαντα δοῦναι Θρασυδαῖον τὸν Ἠλεῖον, ξένον αὐτῷ γεγονότα.
ピュレから出発した人々が帰還を目指して攻撃を仕掛けたとき、彼は誰よりも有益な存在であることを示し、2000 ドラクマの資金と200枚の盾を提供し、ヘルマンとともに派遣されて300人の傭兵を雇い、さらに彼の賓客であったエリス人のトラスュバイオスを説得して2タラントンを提供させた。
ἐφʼ οἷς γράψαντος αὐτῷ Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθοδον ἐπʼ ἀναρχίας τῆς πρὸ Εὐκλείδου, ὁ μὲν δῆμος ἐκύρωσε τὴν δωρεάν, ἀπενεγκαμένου δʼ Ἀρχίνου γραφὴν παρανόμων διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφισμα·
これらの貢献に対して、帰還後、エウクレイデスの前の無政府状態の時期に、トラシュブロスが彼に市民権を授与する提案を起草した際、民衆はその授与を承認した。 しかし、アルキノスが、評議会の事前審議を経ずに提出されたという理由で違法提案訴訟を起こしたため、その決議は否決された。
καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν. λοιπὸν ᾤκησε χρόνον ἰσοτελὴς ὤν, καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοήκοντα τρία ἔτη βιούς, ἢ ὥς τινες ἓξ καὶ ἑβδομήκοντα, ἢ ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Δημοσθένη μειράκιον ὄντα.
こうして市民権を奪われた彼は、残りの生涯を等価課税特権保持者として暮らし、そこで83歳まで生きて没した。 あるいは、ある人々によれば76歳、またある人々によれば80歳以上まで生きたとも言われ、少年時代のデモステネスを目にしている。
γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος.
彼が生まれたのはフィロクレスがアーコンの時であったと言われている。
φέρονται δʼ αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε·
彼のものとされる演説は425編が流布している。
τούτων γνησίους φασὶν οἱ περὶ Διονύσιον καὶ Καικίλιον εἶναι διακοσίους τριάκοντα καὶ τρεῖς, ἐν οἷς δὶς μόνον ἡττῆσθαι λέγεται.
これらのうち、ディオニュシオスやカイキリオスの周辺の者たちは、233編を真作としており、そのうち彼は2回しか敗北しなかったと言われている。
ἔστι δʼ αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος ὃ ἐγράψατο Ἀρχῖνος, τὴν πολιτείαν αὐτοῦ περιελών, καὶ κατὰ τῶν τριάκοντα ἕτερος.
また、彼の作品には、アルキノスが彼の市民権を剥奪するために起草した決議に対する演説、および三十人政権に対するもう一つの演説がある。
ἐγένετο δὲ πιθανώτατος καὶ βραχύτατος, τοῖς ἰδιώταις τοὺς πολλοὺς λόγους ἐκδούς.
彼は極めて説得力に富み、かつ簡潔であり、一般市民のためにその演説の多くを提供した。
εἰσὶ δʼ αὐτῷ καί τέχναι ῥητορικαὶ πεποιημέναι καὶ δημηγορίαι, Ἐπιστολαί τε καὶ ἐγκώμια, καὶ ἐπιτάφιοι καὶ Ἐρωτικοὶ καὶ Σωκράτους Ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν.
また、彼には弁論術の手引書、民会演説、書簡、賛辞、追悼演説、恋愛論、および裁判官たちの心理を狙った『ソクラテスの弁明』も著されている。
δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι, δυσμίμητος ὤν.
彼はその文体において平易であるように見えるが、模倣するのは困難である。
Δημοσθένης δʼ ἐν τῷ κατὰ Νεαίρας λόγῳ ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας, ὁμοδούλου τῇ Νεαίρᾳ·
デモステネスは『ネアイラ弾劾』の演説の中で、彼がネアイラと同僚の奴隷であったメタネイラの愛人であったと述べている。
ὕστερον δʼ ἔγημε Βραχύλλου τοῦ ἀδελφοῦ θυγατέρα.
後に彼は、兄弟であるブラキュロスの娘と結婚した。
μνημονεύει δʼ αὐτοῦ καὶ Πλάτων ἐν τῷ Φαίδρῳ ὡς δεινοτάτου εἰπεῖν καὶ Ἰσοκράτους πρεσβυτέρου.
プラトンも『パイドロス』の中で、彼を演説において最も優れた者、かつイソクラテスよりも年長であると言及している。
ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, διʼ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὃ καὶ ἐκ τῶν.
また、イソクラテスの門下でありリュシアスの友人であったフィリスコスも、彼のために墓碑銘を作り、これによって彼が年齢において先行していたことが明らかになる。
ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται ἔχει δ’ οὕτως
"
νῦν ὦ.
これはプラトンによって語られたことからも証明される。 その内容は次の通りである。
Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι,
δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις
τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις
ἐν κόσμοισι βίου σῶμα λαβόνθʼ ἕτερον,
δεῖ ς1ʼ ἀρετῆς κήρυκα τεκεῖν τινα Λύσιδα ὑμνεῖν,
δύντα κατὰ φθιμένων καὶ ζόφου ἀθάνατον
ὃς τὸ τʼ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασι,
καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν
"
συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον, τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον καὶ ἀμφοτέροις ἐνίκα·
「今や、カリオペの娘よ、多くを語る『思慮』よ、もし汝に知恵があり、並外れたものがあるなら、それを示すがよい。 なぜなら、別の姿へと姿を変え、別の生の秩序において別の肉体を得た者を、徳の先触れである者として、リュシスを讃えて歌うべきだからである。 彼は死者たちと暗黒の中に下りながらも不滅であり、私の魂の友愛をすべての人に示し、そして亡き人の徳をすべての人間に示すであろう。 」彼はまた、イフィクラテスのためにも2つの演説を執筆した。 一つはハルモディオスに対するもの、もう一つは裏切りの罪でティモテオスを告発した際のもので、両方において勝利を収めた。
ἀναδεξαμένου δʼ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου·
イフィクラテスがティモテオスの行動の責任を引き受け、その会計監査において裏切りの容疑を自ら引き受けた際、彼はリュシアスの演説を用いて自己弁護を行った。
καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος ἐζημιώθη πλείστοις χρήμασιν.
そして、彼自身は無罪となったが、ティモテオスは多額の罰金を科された。
ἀνέγνω δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον.
また、彼はオリンピアの大祭において、ギリシア人たちが和解してディオニュシオスを打倒すべきであるという、非常に優れた演説を朗読した。