§3.1Λυσίας υἱὸς ἦν Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, Συρακουσίου μὲν γένος μεταναστάντος δʼ εἰς Ἀθήνας ἐπιθυμίᾳ τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου πείσαντος αὐτόν, φίλον ὄντα καὶ ξένον, πλούτῳ διαφέροντα· ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα, ὑπὸ Γέλωνος ἐτυραννοῦντο.
吕西亚斯是塞法洛斯的儿子(塞法洛斯是吕萨尼亚斯之子,吕萨尼亚斯又是塞法洛斯之子)。 塞法洛斯按出身是叙拉古人,但他因为向往雅典城邦,并且由于萨恩西普斯之子伯里克利(塞法洛斯的朋友和客友)的劝说而移居到雅典,因为塞法洛斯在财富上非常杰出;但正如一些人所说,是因为叙拉古人在受到盖隆僭主统治时,他被逐出了叙拉古。
γενόμενος δʼ Ἀθήνησιν ἐπὶ Φιλοκλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ τὸ δεύτερον ἔτος τῆς ὀγδοηκοστῆς ὀλυμπιάδος, τὸ μὲν πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων·
他于弗拉西克勒斯之后的菲洛克勒斯担任执政官期间、第八十届奥林匹亚期的第二年出生于雅典,起初他与最著名的雅典人一起接受教育。
ἐπεὶ δὲ τὴν εἰς Σύβαριν· ἀποικίαν τὴν ὕστερον Θουρίους μετονομασθεῖσαν ἔστελλεν ἡ πόλις, ᾤχετο σὺν τῷ πρεσβυτάτῳ ἀδελφῶν Πολεμάρχῳ (ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι δύο, Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτηκότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντεκαίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος κἀκεῖ διέμεινε παιδευόμενος παρὰ Τισίᾳ καὶ Νικίᾳ τοῖς Συρακουσίοις, κτησάμενὸς τʼ οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο ἕως Κλεάρχου τοῦ Ἀθήνησιν ἄρχοντος ἔτη ἑξήκοντα τρία.
但当雅典派出殖民队前往叙巴里斯(后来改名为苏里伊)时,由于他的父亲已经去世,为了参与土地的分配,他在十五岁时,在普拉克西特勒斯担任执政官期间,与他的长兄波莱马科斯一起前往(因为他还有另外两个兄弟,即欧叙德莫斯和布拉库洛斯)。 他在那里留下来,在叙拉古人提西阿斯和尼基阿斯门下接受教育,并购买了房屋、获得了土地分配,直到雅典的克莱阿尔科斯担任执政官为止,他作为公民生活了六十三年。
τῷ δʼ ἑξῆς Καλλίᾳ ὀλυμπιάδι ἐνενηκοστῇ δευτέρᾳ τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως γενομένης τῶν τʼ ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετʼ ἄλλων τριακοσίων.
在随后的一年,即卡里阿斯执政期间,在第九十二届奥林匹亚期,在雅典人在西西里发生变故、其他盟友特别是居住在意大利的盟友发生动摇时,他被指控偏袒雅典,与另外三百人一起被驱逐。
παραγενόμενος δʼ Ἀθήνησιν ἐπὶ Καλλίου τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι.
当克莱奥克里托斯之后的卡里阿斯担任执政官时,四百人会议已经控制了城邦,他来到雅典并在此居住。
τῆς δʼ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρεθεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον·
在羊河海战发生、三十人僭主夺取城邦后,他在居住七年后被驱逐,全数财产被没收,他的兄弟波莱马科斯也被夺去生命。
αὐτὸς δὲ διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ᾗ ἐφυλάσσετο ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις.
但他自己从一所双门住宅(他曾被关押在此等待处死)中逃脱,居住在麦加拉。
ἐπιθεμένων δὲ τῶν ἀπὸ Φυλῆς τῇ καθόδῳ, ἐπεὶ χρησιμώτατος ἁπάντων ὤφθη, χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ ἀσπίδας διακοσίας πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους ἐμισθώσατο τριακοσίους, δύο τʼ ἔπεισε τάλαντα δοῦναι Θρασυδαῖον τὸν Ἠλεῖον, ξένον αὐτῷ γεγονότα.
当来自斐莱的人们发起夺回政权的行动时,由于他被视为所有人中最有贡献的人,他提供了两千德拉克马和两百面盾牌,并与赫尔蒙一起被派去雇佣了三百名雇佣兵,还说服了他的客友、伊利斯人色拉叙代奥斯提供两个塔兰同。
ἐφʼ οἷς γράψαντος αὐτῷ Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθοδον ἐπʼ ἀναρχίας τῆς πρὸ Εὐκλείδου, ὁ μὲν δῆμος ἐκύρωσε τὴν δωρεάν, ἀπενεγκαμένου δʼ Ἀρχίνου γραφὴν παρανόμων διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφισμα·
由于这些贡献,色拉西布洛斯在归国后、在欧克莱德斯之前的无政府状态时期提议授予他公民权,公民大会批准了这项赠予;但由于阿尔基诺斯以未经议事会预审即被引入为由,提起违法提案诉讼,该法令最终被否决。
καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν. λοιπὸν ᾤκησε χρόνον ἰσοτελὴς ὤν, καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοήκοντα τρία ἔτη βιούς, ἢ ὥς τινες ἓξ καὶ ἑβδομήκοντα, ἢ ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Δημοσθένη μειράκιον ὄντα.
他因此被剥夺了公民权,此后的余生以等税外邦人的身份居住,并在那里去世,享年八十三岁,或者正如一些人所说的七十六岁,或者是如一些人所说的八十岁以上,他曾见过少年时代的德摩斯梯尼。
γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος.
人们说他出生在菲洛克勒斯执政期间。
φέρονται δʼ αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε· τούτων γνησίους φασὶν οἱ περὶ Διονύσιον καὶ Καικίλιον εἶναι διακοσίους τριάκοντα καὶ τρεῖς, ἐν οἷς δὶς μόνον ἡττῆσθαι λέγεται.
流传着的他的演说词有四百二十五篇;其中,迪奥尼修斯和凯基里乌斯一派的人说有两百三十三篇是真作,据传在这些演说中他仅败诉过两次。
ἔστι δʼ αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος ὃ ἐγράψατο Ἀρχῖνος, τὴν πολιτείαν αὐτοῦ περιελών, καὶ κατὰ τῶν τριάκοντα ἕτερος.
他的作品中还有一篇是为对抗阿尔基诺斯起诉的法令(剥夺其公民权)而作的辩护词,以及另一篇针对三十人僭主的演说词。
ἐγένετο δὲ πιθανώτατος καὶ βραχύτατος, τοῖς ἰδιώταις τοὺς πολλοὺς λόγους ἐκδούς.
他极具说服力且行文极为简洁,将大多数演说提供给普通公民使用。
εἰσὶ δʼ αὐτῷ καί τέχναι ῥητορικαὶ πεποιημέναι καὶ δημηγορίαι, Ἐπιστολαί τε καὶ ἐγκώμια, καὶ ἐπιτάφιοι καὶ Ἐρωτικοὶ καὶ Σωκράτους Ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν.
他还撰写了修辞学教程和群众集会演说、书信和赞词,以及悼词、爱情论和针对法官心理的《苏格拉底的申辩》。
δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι, δυσμίμητος ὤν.
他的文体看似平易,却难以模仿。
Δημοσθένης δʼ ἐν τῷ κατὰ Νεαίρας λόγῳ ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας, ὁμοδούλου τῇ Νεαίρᾳ· ὕστερον δʼ ἔγημε Βραχύλλου τοῦ ἀδελφοῦ θυγατέρα.
德摩斯梯尼在《针对内埃拉》的演说词中说,他曾是与内埃拉同为奴隶的梅塔内拉的情人;但后来他娶了兄弟布拉库洛斯的女儿。
μνημονεύει δʼ αὐτοῦ καὶ Πλάτων ἐν τῷ Φαίδρῳ ὡς δεινοτάτου εἰπεῖν καὶ Ἰσοκράτους πρεσβυτέρου.
柏拉图也在《斐德罗篇》中提到他,称他是最擅长演说的人,且比伊索克拉底年长。
ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, διʼ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὃ καὶ ἐκ τῶν. ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται ἔχει δ’ οὕτως
"
νῦν ὦ. Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι,
δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις
τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις
ἐν κόσμοισι βίου σῶμα λαβόνθʼ ἕτερον,
δεῖ ς1ʼ ἀρετῆς κήρυκα τεκεῖν τινα Λύσιδα ὑμνεῖν,
δύντα κατὰ φθιμένων καὶ ζόφου ἀθάνατον
ὃς τὸ τʼ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασι,
καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν
"
συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον, τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον καὶ ἀμφοτέροις ἐνίκα·
伊索克拉底的熟人、吕西亚斯的友人菲利斯科斯也为他创作了墓志铭,从中可以看出他在年龄上更为年长,这也可以从柏拉图所说的话中得到证明;其内容如下: “现在,欧忒耳佩的女儿,多言的‘思虑’啊,请展现你是否拥有智慧和非凡的才华;因为对于那个转入另一种形态、在另一种生命秩序中获得另一个身体的人,你应当歌颂吕西斯——你将他作为美德的先驱孕育出来,他虽下到死者与黑暗之中却是不朽的,他将向所有人展示我灵魂的友爱,并将向所有凡人展示死者的美德。 ” 他还为伊菲克拉特斯撰写了两篇演说词,一篇针对哈尔莫迪奥斯,另一篇则是在提摩太因叛国罪受审时撰写的,在这两案中他都获胜了。
ἀναδεξαμένου δʼ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου· καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος ἐζημιώθη πλείστοις χρήμασιν.
当伊菲克拉特斯承担起提摩太的行动责任、在审计中承担了叛国罪的指控并进行自我辩护时,他便使用了吕西亚斯的演说词;他自己被宣判无罪,而提摩太则被判处极高额的罚金。
ἀνέγνω δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον.
他还在奥运会大典上朗读了一篇极伟大的演说,敦促希腊人消除分歧以推翻迪奥尼修斯。