§1ὅ Πλάτων ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρʼ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον·
プラトンが『法律』において、隣人が他人の水を分けてもらうことを許さないこと、ただし、自分の土地で、いわゆる粘土層と呼ばれる地層まで掘っても、その場所から湧き水が得られないことを見出さない限りは例外である。
ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι·
というのも、粘土層は、油分を含み緻密な性質を持っているので、水分を受け取るとそれを保持し、通さないからである。
δεῖν δὲ μεταλαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον.
しかし、自分で確保できない者は、他人のものを分けてもらうべきであり、法律は困窮を救うものである。
ἆρʼ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ δανείζωνται παρʼ ἑτέρων μηδʼ ἐπʼ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς;
それならば、お金についても法律が存在すべきではなかったか。 人々が他者から借金をせず、他人の泉へと赴かないようにするために。 まず自宅で自分自身の蓄えを調べ上げ、彼らにとって有用で必要なものを、あたかも滴り落ちる水から集めるようにして集めることなしには。
νυνὶ δʼ ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρʼ ἑτέρων, μὴ δεόμενοι·
しかし今や、贅沢や軟弱さ、あるいは浪費のために、彼らは自分たちの財産を持っているのに使わず、必要もないのに、多額の利息を払って他者から借り受けている。
τεκμήριον δὲ μέγα·
その大きな証拠がある。
τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τινʼ ἑαυτοῖς κτᾶσθαι·
すなわち、貸し手たちは困窮している人々には貸し付けず、自分たちのためにある種の富を獲得したいと望んでいる人々に貸し付けるのである。
καὶ μάρτυρα δίδωσι καὶ βεδε ½ἰτανδο αερε ἀλιενο. βαιωτὴν ἄξιον, ὅτι ἔχει πιστεύεσθαι, δέον ἔχοντα μὴ δανείζεσθαι.
そして、証人と、価値ある保証人を提供し、自分が信用されるに足る者であることを示すが、持っている以上は、借りるべきではないのに借りている。
§2τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν;
なぜ君は銀行家や金貸しの商人にへつらうのか。
ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης·
自分自身のテーブルから借りよ。
ἐκπώματʼ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας·
君は酒杯や、銀の皿、鉢を持っているではないか。
ὑπόθου ταῦτα τῇ χρείᾳ·
これらを必要のために供せよ。
τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν·
そうすれば、美しいアウリスやテネドスが、銀の器よりもはるかに清潔な陶磁器によって、君の食卓を代わりに美しく飾ってくれるだろう。
οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθʼ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδʼ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον.
それらは、贅沢を日々汚していく錆のように、重苦しく不快な利息の臭いを放つこともない。 また、カランドや新月を思い出させることもない。 新月は日々の中で最も神聖なものであるのに、金貸しどもはそれを忌まわしく、また冥府の日のように変えてしまうのだ。
τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδʼ ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος·
というのも、自分の持ち物を売る代わりに質に入れる人々は、財産の守護神でさえ救うことはできないだろう。
αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες.
彼らは、代金を受け取ることは恥とするが、自分自身のものを維持するために利息を払うことは恥としない。
καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον·
しかしながら、あの有名なペリクレスは、精錬された金四十タラントンに及ぶ女神の装飾を取り外し可能にさせた。 そして、「戦争のためにこれを使用し、後でそれ以下にならないように元通りに返済しよう」と言ったのだ。
οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδʼ ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα·
それゆえ私たちはも、あたかも包囲戦にさらされているかのように、窮乏にあたって敵たる金貸しの守備隊を受け入れないようにしよう。 また、自分たちの財産が隷属のもとに引き渡されるのを見ることもないようにしよう。
ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.
むしろ、食卓や、寝床、乗り物、日々の暮らしから、実用的でないものを取り除いて、自分たちの自由を維持しようではないか。 もし幸運に恵まれたなら、後で元通りにするつもりで。
§3αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη·
ローマの女性たちは、初物としてピュティアのアポロンに装飾品を捧げ、それによって金製のクラテールがデルポイへと送られた。
αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν.
また、カルタゴの女性たちは、髪を切り落とし、その髪で防衛用の機械や器具の弦を張るために提供した。 しかし私たちは、自己充足を恥じて、抵当権や契約書によって自分自身を奴隷化している。 本来なら、真に必要なものだけに身を縮め、団結し、不要で余計なものを鋳潰すか売却することによって、自分たち自身、そして子どもたちや妻たちのために、自由の神殿を築くべきであるのに。
ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον.
というのも、エフェソスのアルテミスは、債務者たちが彼女の神殿に逃げ込むとき、彼らに債務からの庇護と不可侵の権利を与えるが、質素という神殿は、思慮深い人々に対して至る所で開かれており、不可侵かつ不可入であって、大いなる余暇に満ちた、晴れやかで誉れ高い広々とした場所を提供してくれるのだ。
ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν.
ペルシア戦争の際、ピュティアがアテナイ人に対し、神は木製の壁を与えると告げ、彼らが土地も都市も財産も家々も捨てて、自由のために船へと逃れたように、もし私たちが自由に生きることを望むなら、神は私たちに、木製の食卓や陶器の鉢、そして粗末な外套を与えてくださるのだ。
"
μηδὲ σὺ γʼ ἱπποσύνας τε μένειν,
"
μηδʼ ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν ἀλλʼ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν·
「お前もまた、騎兵を待つことなく」また、角のような装飾や銀箔が施された、繋がれた二輪馬車を待つな。 迅速な利息がそれらに追いつき、追い越してしまうからだ。 むしろ、手近なロバや駄馬を用いて、敵であり僭主である金貸しから逃れよ。 彼は、ペルシア人のように土地と水を要求するのではなく、自由そのものを奪い取り、市民としての権利の剥奪を公示するのだから。
κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβάνοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς, ἀναγκάζοντα· κἂν δικάζῃς, ἐντυγχάνοντα· κἂν ὀμόσῃς, ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ θυροκοποῦντα.
そして君が払わなければ悩ませ、君が持っていても受け取ろうとせず、君が売却しようとすれば買い叩き、売却しなければ強制し、君が裁判を起こせば介入し、君が誓いを立てれば命令し、君が戸口へ行けば閉め出し、君が家に留まれば押しかけてきて戸を叩くのだ。