Humanitext Reader

普鲁塔克 · 论不应借债 §1-3

告诫莫轻易借债与自给自足的自由

第 1 段,共 4 段 · 希腊语

内容简介

借用柏拉图《法律篇》中关于用水的限制规定,劝诫人们不要轻易借债,而应通过变卖不必要的奢侈品以坚守自给自足并捍卫自由。

§1ὅ Πλάτων ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρʼ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι·
柏拉图在《法律篇》中不允许邻人分享他人的水,除非他们在自己的土地上,挖掘到所谓的粘土层,却发现该地没有泉水;因为粘土层具有肥沃且致密的性质,能保持并阻止水分渗漏。
δεῖν δὲ μεταλαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον.
但他规定,那些无法获得自己水源的人应当分享他人的水;因为法律是用来救济匮乏的。
ἆρʼ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ δανείζωνται παρʼ ἑτέρων μηδʼ ἐπʼ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς;
那么,难道不也应当有关于金钱的法律,使人们不至于向他人借贷,也不去奔向他人的泉源,除非他们首先在家里检查自己的资源,并如同从水滴中收集一样,将对自己有用且必需的资金收集起来?
νυνὶ δʼ ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρʼ ἑτέρων, μὴ δεόμενοι·
然而如今,由于奢侈、软弱或挥霍,他们放着自己的财产不用,反而在不需要的时候,付出高昂的代价向他人借贷。
τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τινʼ ἑαυτοῖς κτᾶσθαι·
有一个巨大的证据:他们不贷款给贫困之人,而是贷款给那些想要为自己获取某种富裕的人。
καὶ μάρτυρα δίδωσι καὶ βεδε ½ἰτανδο αερε ἀλιενο. βαιωτὴν ἄξιον, ὅτι ἔχει πιστεύεσθαι, δέον ἔχοντα μὴ δανείζεσθαι.
而且借款人提供了证人和有价值的担保人,证明自己是值得信赖的,然而既然他拥有资产,本不该借贷。
§2τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν;
你为何要奉承银行家或商人?
ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης·
从你自己的桌子上借贷吧。
ἐκπώματʼ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ·
你有杯子、银盘、盆子;将这些抵押给你的需要吧。
τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν·
而美丽的奥利斯或特内多斯将用陶器来重新装饰你的餐桌,它们比银器更为清洁。
οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθʼ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδʼ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον.
这些器皿不会散发出沉重而令人不快的利息气味,那气味如同铁锈一般,每日都在玷污你的奢侈。 它们也不会让你想起卡兰德和新月,新月本是日子中最神圣的,却被债主们变成了不祥和地狱般的一天。
τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδʼ ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες.
因为那些宁可抵押自己的物品也不肯变卖的人,连守护财产的神也无法解救;他们以接受货款为耻,却不以支付自己财物的利息为耻。
καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον·
然而,那个著名的伯里克利曾将女神身上重达四十塔兰同纯金的装饰做成可拆卸的,他说:“我们为了战争使用它,事后再如数归还。
οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδʼ ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα· ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.
”因此,我们也要像在围城中一样,在需要时不接受敌对债主的驻军,也不要看着自己的财产被送去奴役;而是从我们的桌子、床铺、车辆和日常生活中剥离不实用的东西,保持我们自己的自由,以便在我们走运时再予以归还。
§3αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη·
罗马妇女将她们的饰物作为初献之物献给皮提亚的阿波罗,因此金制的克拉特被送往德尔斐。
αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν.
而迦太基妇女则剪去头发,提供她们的头发来绷紧防卫祖国的机器和器械。 而我们却以自给自足为耻,用抵押和契约奴役自己,本来我们应当收缩和凝聚到仅需的实用之物上,将无用和多余的东西熔毁或变卖,为我们自己、孩子和妻子建立自由的神殿。
ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον.
因为以弗所的阿耳忒弥斯在债务人逃入她的神殿时,为他们提供债权的庇护和安全;而节俭的神殿则在任何地方都对克己之人敞开,它既不可侵犯也不可进入,提供了极多闲暇、欢快且光荣的宽敞空间。
ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν.
因为正如皮提亚在希波战争期间对雅典人说,神赐予他们木墙,而他们放弃了土地、城市、财产和房屋,为了自由逃向船只一样,如果我们要自由地生活,神便赐予我们木桌、陶盆和粗糙的斗篷。
" μηδὲ σὺ γʼ ἱπποσύνας τε μένειν, " μηδʼ ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν ἀλλʼ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν· κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβάνοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς, ἀναγκάζοντα· κἂν δικάζῃς, ἐντυγχάνοντα· κἂν ὀμόσῃς, ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ θυροκοποῦντα.
“你也不要等待骑兵,” 也不要等待那些带角的、镀银的、套着马的车辆,因为快速的利息会追上并超越它们。 而是骑着随便什么驴子或劣马,逃离那作为敌人和僭主的债主吧,他不像波斯人那样索要土地和水,而是夺取你的自由,并公示剥夺你的公民权利;如果你不给,他就纠缠你;如果你有钱,他也不接受;如果你变卖,他就压低价格;如果你不变卖,他就强迫你;如果你起诉,他就干预你;如果你宣誓,他就命令你;如果你走向门口,他就将你关在门外;如果你留在家里,他就驻扎在你的屋里并敲打你的门。

词汇与语法注释

  1. 827dὅ Πλάτων — 句首的关系代词 ὅ 在此用作引入话题(“关于柏拉图所规定的……”)或预示后文主句关于金钱法律之必要性的内容。
  2. 827eδεῖν δὲ μεταλαμβάνειν — 不定式 δεῖν(以及后文的 βοηθεῖν)用作间接引语中的不定式,报告柏拉图《法律篇》的内容,其支配动词(如表示说或规定的动词)被省略。
  3. 827fμὴ πρότερον ... ἐξελέγξαντες καὶ συναγαγόντες — 带有否定词 μὴ 的分词 ἐξελέγξαντες 和 συναγαγόντες 表示条件(“在未首先检查和收集……之前”)。
  4. 827fβεδε ½ἰτανδο αερε ἀλιενο — 此处为该篇著作的拉丁语标题 *de vitando aere alieno*(关于避免借债)在抄本边注中被误写为希腊字母并混入正文。紧随其后的 βαιωτὴν 是 βεβαιωτήν(担保人)的讹误。
  5. 827fδέον — 此处为无人称动词 δεῖ 的分词中性单数宾格形式,用作宾格绝对构文,表示“本该……”或“尽管应当……”。相同结构也见于 828c。
  6. 828eμένειν — 诗歌引用中的不定式 μένειν 具有命令语气,用作命令式不定式(infinitive for imperative)。

引用这一段

普鲁塔克, 论不应借债 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg120.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。