§5οὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον ἀλλʼ ὁ μὲν ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ οὕτω φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις, ᾗ φησι Πλάτων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος οἷον δʼ ἥλιος ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ διʼ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν διʼ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ περὶ αὑτὸν ὥσπερ εἰκόνα κατέστησεν, ἣν οἱ μακάριοι καὶ σώφρονες ἐκ φιλοσοφίας ἀπογράφονται πρὸς τὸ κάλλιστον τῶν πραγμάτων πλάττοντες ἑαυτούς.
というのも、一部の哲学者たちが言うように、神がすべてを被る物質や、無数の必然や運命や変化を受け入れる事物の内に混ざり合って存在していると考えるのは、妥当でもふさわしくもないからである。 むしろ神は、あるはるか高きところ、常に同じあり方をしている本質の周りに、プラトンが言うように「聖なる台座の上に」据えられており、自然に従って巡りつつ、直進してその目的を達成する。 そして、ちょうど天の太陽が、鏡を通してその極めて美しい似姿である映像を、太陽を通じて彼を仰ぎ見ることができる人々に現すように、そのように都市における公正な裁判と、自己の周りにある理性の光を、神は(自らの)いわば像として確立したのである。 この像を、幸福で節度ある人々は哲学から模写し、事物の中で最も美しいものへと自らを形作る。
ταύτην δʼ οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος·
この心構えを生じさせるものは、哲学から得られる理性の他にない。
ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ διʼ εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τἀνδρὸς εἶπεν
εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην· ὀλίγου δέων εἰπεῖν, τὴν περὶ αὑτὸν εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος καὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητος καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις.
それは、アレクサンドロスのような事態に陥らないためである。 彼はコリントスでディオゲネスを見て、その天賦の才ゆえに愛し、この男の誇りと器の大きさに感嘆してこう言った。 「もし私がアレクサンドロスでなかったら、ディオゲネスになりたかった」言うなれば、彼は自らの身の回りにある幸運や輝かしさや権力を、徳への障害や忙しさとして重荷に感じ、ディオゲネスの外套と袋を羨んだのである。 なぜなら、ディオゲネスはこれらによって無敵であり、征服されえなかったが、アレクサンドロスは武具や馬や槍によってそのようであったわけではないからである。
ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, ὡς πρὸς τύχην μεγάλην πολὺ πνεῦμα καὶ σάλον ἔχουσαν ἕρματος πολλοῦ καὶ κυβερνήτου μεγάλου δεόμενον.
したがって、哲学をすることによって、心構えにおいてはディオゲネスになり、境遇においてはアレクサンドロスのままでいることが可能だったのであり、むしろアレクサンドロスであったからこそ、いっそうディオゲネスのようになるべきであった。 というのも、大きな風と揺れを伴う大いなる境遇に対しては、多くの底荷と偉大な舵手が必要だからである。
§6ἐν μὲν γὰρ τοῖς ἀσθενέσι καὶ ταπεινοῖς καὶ ἰδιώταις τῷ ἀδυνάτῳ μιγνύμενον τὸ ἀνόητον εἰς τὸ ἀναμάρτητον τελευτᾷ, ὥσπερ ἐν ὀνείρασι φαύλοις τις ἀνι τὴν ψυχὴν διαταράττει συνεξαναστῆναι ταῖς ἐπιθυμίαις μὴ δυναμένην ἡ δʼ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖς πάθεσι προστίθησι καὶ τὸ τοῦ Διονυσίου ἀληθές ἐστιν·
なぜなら、弱者や卑しい人々、一市民においては、愚かさが無力さと混ざり合うことで、罪を犯さないことに終わるからである。 それはちょうど、悪い夢の中で、誰かが(欲望を実行に移せず)もがき苦しみながら、自らの欲望とともに立ち上がることのできない魂をかき乱しているようなものである。 しかし、権力が邪悪さを手に入れると、情念に筋肉を与える。 そしてディオニュシオスの言ったことは真実である。
ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆς ἀρχῆς, ὅταν ταχέως ἃ βούλεται ποιῇ.
彼は、自分が望むことを即座に実行できるときに、最も支配を享受していると言ったのだ。
μέγας οὖν ὁ κίνδυνος βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον·
したがって、自分が望むことを行う力を持つ者が、望んではならないことを望むとき、その危険は大きい。
"
αὐτίκʼ ἔπειτά γε μῦθος ἔην, τετέλεστο δὲ ἔργον. "
ὀξὺν ἡ κακία διὰ τῆς ἐξουσίας δρόμον ἔχουσα πᾶν πάθος ἐξωθεῖ, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν.
「ただちに言葉があり、仕事は成し遂げられた」邪悪さは権力によって素早い足取りを得て、あらゆる情念を極限まで押し進め、怒りを殺人に、愛を姦通に、貪欲を財産没収へと変えてしまう。
"
αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην,ʼ
"
καὶ ἀπόλωλεν ὁ προσκρούσας·
「ただちに言葉があったと同時に」怒りに触れた者は滅びる。
ὑπόνοια, καὶ τέθνηκεν ὁ διαβληθείς.
疑いが生じるや否や、中傷された者は死ぬ。
ἀλλʼ ὥσπερ οἱ φυσικοὶ λέγουσι τὴν ἀστραπὴν τῆς βροντῆς ὑστέραν μὲν ἐκπίπτειν ὡς αἷμα τραύματος, προτέραν δὲ φαίνεσθαι, τὸν μὲν ψόφον ἐκδεχομένης τῆς ἀκοῆς τῷ δὲ φωτὶ τῆς ὄψεως ἀπαντώσης· οὕτως ἐν ταῖς ἀρχαῖς φθάνουσιν αἱ κολάσεις τὰς κατηγορίας καὶ προεκπίπτουσιν αἱ καταδίκαι τῶν ἀποδείξεων.
しかし、自然哲学者たちが、稲妻は雷鳴よりも後に傷口の血のように噴き出すのであるが、先に現れるのは、聴覚が音を受け取るのに対して視覚が光に出会うからであると言うように、そのように支配においては、刑罰が告発に先んじ、判決が証拠より先に飛び出すのである。
"
εἴκει γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει,
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ,
"
ἂν μὴ βάρος ἔχων 5 λογισμὸς ἐπιθλίβῃ καὶ πιέζῃ τὴν ἐξουσίαν, μιμουμένου τὸν ἥλιον τοῦ ἄρχοντος, ὃς ὅταν· ὕψωμα λάβῃ μέγιστον, ἐξαρθεὶς ἐν τοῖς βορείοις, ἐλάχιστα κινεῖται, τῷ σχολαιοτέρῳ τὸν δρόμον εἰς ἀσφαλὲς καθιστάμενος.
「実際、情念はすでに屈しており、もはや持ちこたえられない。 波に揺れる砂地の錨の爪のように」もし、重みを持った理性が、権力を押しとどめ抑圧しないならば。 支配者は太陽を模倣すべきであり、太陽は北の極点に達して最大の高度を得たとき、最も少なく動き、その歩みをより緩やかにして安全をもたらすのである。
§7οὐδὲ γὰρ λαθεῖν οἷόν τε τὰς κακίας ἐν ταῖς ἐξουσίαις·
というのも、権力の中にあっては、邪悪さは隠れることができないからである。
ἀλλὰ τοὺς μὲν ἐπιληπτικούς, ἂν ἐν ὕψει τινὶ γένωνται καὶ περιενεχθῶσιν, ἴλιγγος ἴσχει καὶ σάλος, ἐξελέγχων τὸ πάθος αὐτῶν, τοὺς δʼ ἀπαιδεύτους καὶ ἀμαθεῖς ἡ τύχη μικρὸν ἐκκουφίσασα πλούτοις τισὶν ἢ δόξαις ἢ ἀρχαῖς μετεώρους γενομένους εὐθὺς,ἑπιδείκνυσι πίπτοντας·
てんかんの者たちが高い場所に登って目が回ると、眩暈と動揺に襲われて病気が露呈するように、教養がなく無知な人々は、運が富や名声や官職によって彼らを少し持ち上げ、宙に浮かせると、すぐに彼らが落下するのを露呈させるのである。
μᾶλλον δʼ. ʼ, ὥσπερ τῶν κενῶν ἀγγείων οὐκ ἂν διαγνοίης τὸ ἀκέραιον καὶ πεπονηκός, ἀλλʼ ὅταν ἐγχέῃς, φαίνεται τὸ ῥέον οὕτως; αἱ σαθραὶ ψυχαὶ τὰς ἐξουσίας μὴ στέγουσαι ῥέουσιν ἔξω ταῖς ἐπιθυμίαις, ταῖς ὀργαῖς, ταῖς ἀλαζονείαις, ταῖς ἀπειροκαλίαις καίτοι τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὰ σμικρότατα τῶν ἐλλειμμάτων περὶ τοὺς ἐπιφανεῖς καὶ ἐνδόξους συκοφαντεῖται;
あるいはむしろ、空の器においてはどれが無傷でどれが傷んでいるかを見分けることはできないが、注ぎ込むと漏れ出すのが見えるように、腐った魂は権力を保持しきれずに、欲望、怒り、傲慢、悪趣味となって外へと流れ出すのである。 しかし、著名で誉れ高い人々においては極めて小さな欠点でさえ中傷されるというのに、なぜこのようなことを言う必要があろうか。
Κίμωνος ἦν ὁ οἶνος διαβολή, Σκιπίωνος ὁ ὕπνος, Λεύκολλος ἐπὶ τῷ δειπνεῖν πολυτελέστερον ἤκουε κακῶς.
キモンにとってはワインが非難の的であり、スキピオにとっては眠りが、ルクッルスはあまりに贅沢な食事によって悪口を言われた。