§3ἀνὴρ πένης Σκέδασος τοὔνομα κατῴκει Λεῦκτρα·
名をスケダソスという貧しい男がレウクトラに住んでいた。
ἔστι δὲ κώμιον τῆς τῶν Θεσπιέων χώρας.
そこはテスピアイ人の領土の小さな村である。
τούτῳ θυγατέρες γίνονται δύο·
彼には二人の娘が生まれた。
ἐκαλοῦντο δʼ Ἱππὼ καὶ Μιλητία, ἤ, ὥς τινες, Θεανὼ καὶ Εὐξίππη.
彼女らはヒッポーとミレティア、あるいは、ある人々によれば、テアノーとエウクシッペーと呼ばれていた。
ἦν δὲ χρηστὸς ὁ Σκέδασος καὶ τοῖς ξένοις ἐπιτήδειος, καίπερ οὐ πολλὰ κεκτημένος.
スケダソスは善良で、たとえ多くの財産を持っていなかったとしても、旅人たちに対して親切であった。
ἀφικομένους οὖν πρὸς αὐτὸν δύο Σπαρτιάτας; νεανίας ὑπεδέξατο προθύμως·
それゆえ、彼は自分のところへやって来た二人のスパルタの若者を快く迎え入れた。
οἱ δὲ τῶν παρθένων ἡττώμενοι διεκωλύοντο πρὸς τὴν τόλμαν ὑπὸ τῆς τοῦ Σκεδάσου χρηστότητος.
彼らは処女たちに心を奪われたものの、スケダソスの善良さゆえに、その暴挙に及ぶのを思いとどまっていた。
τῇ δʼ ὑστεραίᾳ Πυθώδε ἀπῄεσαν αὕτη γὰρ αὐτοῖς προὔκειτο ἡ ὁδός·
翌日、彼らはピュトーへと去って行った。 というのも、彼らの前に予定されていたのはこの道だったからである。
καὶ τῷ θεῷ χρησάμενοι περὶ ὧν ἐδέοντο, πάλιν ἐπανῄεσαν οἴκαδε, καὶ χωροῦντες διὰ τῆς Βοιωτίας ἐπέστησαν πάλιν τῇ τοῦ Σκεδάσου οἰκίᾳ;
そして彼らは自分たちが必要としていたことについて神託を仰いだ後、再び我が家へと戻る途中で、ボイオティアを通って進み、再びスケダソスの家に立ち寄った。
ὁ δʼ ἐτύγχανεν οὐκ ἐπιδημῶν τοῖς Λεύκτροις, ἀλλʼ αἱ θυγατέρες αὐτοῦ ὑπὸ τῆς συνήθους ἀγωγῆς τοὺς ξένους ὑπεδέξαντο.
彼はたまたまレウクトラに留守であったが、彼の娘たちは、いつものしつけに従って旅人たちを迎え入れた。
οἱ δὲ καταλαβόντες ἐρήμους; τὰς κόρας βιάζονται ὁρῶντες δʼ αὐτὰς καθʼ ὑπερβολὴν τῇ ὕβρει χαλεπαινούσας ἀπέκτειναν, καὶ ἐμβαλόντες ἔς τι φρέαρ ἀπηλλάγησαν.
彼らは娘たちが一人きりであるのを見て、彼女たちを暴行した。 そして彼女たちがその暴行に対して極度に怒り憤っているのを見て、彼女たちを殺害し、井戸に投げ込んで立ち去った。
ἐπανελθὼν δʼ ὁ Σκέδασος τὰς μὲν κόρας οὐχ ἑώρα, πάντα δὲ τὰ καταλειφθέντα εὑρίσκει σῷα καὶ τῷ πράγματι ἠπόρει, ἕως τῆς κυνὸς κνυζωμένης καὶ πολλάκις μὲν προστρεχούσης πρὸς αὐτὸν ἀπὸ δʼ αὐτοῦ εἰς τὸ φρέαρ ἐπανιούσης, εἴκασεν ὅπερ ἦν, καὶ τῶν θυγατέρων τὰ νεκρὰ οὕτως ἀνιμήσατο.
戻ってきたスケダソスは娘たちの姿を見ず、残されたものはすべて無事であるのを見つけて事態に困惑していたが、犬が鳴き声を上げながら、何度も彼のところに走ってきては、また彼から井戸へと戻っていくのを見て、事実がどうであるかを推測し、そのようにして娘たちの遺体を引き上げた。
πυθόμενος δὲ παρὰ τῶν γειτόνων, ὅτι ἴδοιεν τῇ χθὲς ἡμέρᾳ τοὺς καὶ πρῴην καταχθέντας ἐπʼ αὐτοὺς Λακεδαιμονίους εἰσιόντας, συνεβάλετο τὴν πρᾶξιν ἐκείνων, ὅτι καὶ πρῴην συνεχῶς ἐπῄνουν τὰς κόρας, μακαρίζοντες τοὺς γαμήσοντας.
そして、昨日、先日彼らのところに宿泊したあのラケダイモン人たちが入っていくのを見た、と近所の人々から聞き、それが彼らの仕業であると推測した。 というのも彼らは先日も絶えず娘たちを称賛し、彼女たちと結婚する者を幸いなりと呼んでいたからである。
ἀπῄει εἰς Λακεδαίμονα, τοῖς ἐφόροις ἐντευξόμενος·
彼はエポロスたちに直訴するためにラケダイモンへと出発した。
γενόμενος δʼ ἐν τῇ Ἀργολικῇ, νυκτὸς καταλαμβανούσης, εἰς πανδοκεῖόν τι κατήχθη κατὰ τὸ αὐτὸ δὲ καὶ πρεσβύτης τις ἕτερος τὸ γένος ἐξ Ὠρεοῦ· πόλεως τῆς Ἑστιαιάτιδος·
アルゴリス地方に至ったとき、夜が更けてきたので、ある宿屋に宿泊した。 同じ場所に、ヘスティアイアティス地方の都市オレオス出身のもう一人の老人が宿泊していた。
οὗ στενάξαντος καὶ κατὰ Λακεδαιμονίων ἀρὰς ποιουμένου ἀκούσας ὁ Σκέδασος ἐπυνθάνετο τί κακὸν ὑπὸ Λακεδαιμονίων πεπονθὼς εἴη.
彼がため息をつき、ラケダイモン人たちに呪いをかけているのを聞いて、スケダソスは自分がラケダイモン人からどんな悪行を被ったのかを尋ねた。
ὁ δὲ διηγεῖτο, ὡς ὑπήκοος μέν ἐστι τῆς Σπάρτης, πεμφθεὶς δʼ εἰς Ὠρεὸν Ἀριστόδημος ἁρμοστὴς παρὰ Λακεδαιμονίων ὠμότητα καὶ παρανομίαν ἐπιδείξαιτο πολλήν.
老人は語った、自分はスパルタの臣民であるが、ラケダイモン人によってオレオスへと派遣された調停官アリストデモスが、多大な残虐さと不法行為をはたらいた、と。
ἐρασθεὶς γάρ
ἔφη
τοῦ ἐμοῦ παιδός, ἐπειδὴ πείθειν ἀδύνατος ἦν, ἐπεχείρει βιάσασθαι καὶ ἀπάγειν αὐτὸν τῆς παλαίστρας·
「というのも、彼は」と彼は言った、「私の息子の美しさに心を奪われ、説得することができなかったため、力づくで連れ去り、体育場から連れ出そうと試みた。
κωλύοντος δὲ τοῦ παιδοτρίβου καὶ νεανίσκων πολλῶν ἐκβοηθούντων, παραχρῆμα ὁ Ἀριστόδημος ἀπεχώρησε·
しかし体育教師がそれを阻止し、多くの若者たちが救援に駆けつけたため、直ちにアリストデモスは立ち去った。
τῇ δʼ ὑστεραίᾳ πληρώσας τριήρη συνήρπασε τὸ μειράκιον, καὶ ἐξ Ὠρεοῦ διαπλεύσας εἰς τὴν περαίαν ἐπεχείρει ὑβρίσαι, οὐ συγχωροῦντα δʼ αὐτὸν ἀπέσφαξεν.
しかし翌日、彼は三段櫂船に人員を満たして少年を拉致し、オレオスから対岸へ航海して暴行を加えようと試みたが、少年が同意しなかったため、彼を虐殺した。
ἐπανελθὼν δʼ εἰς τὴν Ὠρεὸν εὐωχεῖτο.
そしてオレオスに戻って宴会を開いていた。
ἐγὼ δʼ
ἔφη
τὸ πραχθὲν πυθόμενος καὶ τὸ σῶμα κηδεύσας παρεγενόμην εἰς τὴν Σπάρτην καὶ τοῖς ἐφόροις ἐνετύγχανον·
そして私は、」と彼は言った、「事の顛末を知り、遺体を埋葬した後、スパルタに赴いてエポロスたちに訴え出た。
οἱ δὲ λόγον οὐκ ἐποιοῦντο
Σκέδασος δὲ ταῦτα ἀκούων ἀθύμως διέκειτο, ὑπολαμβάνων ὅτι οὐδʼ αὐτοῦ λόγον τινὰ ποιήσονται οἱ Σπαρτιᾶται ἐν μέρει τε τὴν οἰκείαν διηγήσατο συμφορὰν τῷ ξένῳ·
しかし彼らは相手にしなかった。 」スケダソスはこれを聞いて落胆した、スパルタ人たちが自分に対しても何ら取り合ってくれないだろうと考えたからである。 そして今度は彼が自分の身に降りかかった不運をその旅人に語った。
ὁ δὲ παρεκάλει αὐτὸν μηδʼ ἐντυχεῖν τοῖς ἐφόροις, ἀλλʼ ὑποστρέψαντα εἰς τὴν Βοιωτίαν κτίσαι τῶν θυγατέρων τὸν τάφον.
その男は彼に、エポロスたちに訴え出ることもせず、ボイオティアに引き返して、娘たちの墓を建てるよう勧めた。
οὐκ ἐπείθετο δʼ ὅμως ὁ Σκέδασος, ἀλλʼ εἰς τὴν Σπάρτην ἀφικόμενος; τοῖς ἐφόροις ἐντυγχάνει ὧν μηδὲν προσεχόντων, ἐπὶ τοὺς βασιλέας ἵεται καὶ ἀπὸ τούτων ἑκάστῳ τῶν δημοτῶν προσιὼν ὠδύρετο.
しかしスケダソスは従わず、スパルタに到着してエポロスたちに訴え出たが、彼らがまったく注意を払わなかったので、王たちのもとへ急ぎ、さらにそこから市民の一人一人に近づいては嘆き悲しんだ。
μηδὲν δὲ πλέον ἀνύων ἔθει διὰ μέσης τῆς πόλεως, ἀνατείνων πρὸς ἣλιον τὼ χεῖρε, αὖθις δὲ τὴν γῆν τύπτων ἀνεκαλεῖτο τὰς Ἐρινύας καὶ τέλος αὑτὸν τοῦ ζῆν μετέστησεν.
しかし何ら効果が得られなかったので、彼は街の真ん中を走り、太陽に向かって両手を広げ、さらに地面を叩いてエリーニュスを呼び求め、ついに自ら命を絶った。
ὑστέρῳ γε μὴν χρόνῳ δίκας ἔδοσαν οἱ Λακεδαιμόνιοι ἐπειδὴ γὰρ τῶν Ἑλλήνων ἁπάντων ἦρχον καὶ τὰς πόλεις φρουραῖς κατειλήφεσαν, Ἐπαμεινώνδας ὁ Θηβαῖος πρῶτον μὲν τὴν παρʼ αὑτῷ φρουρὰν ἀπέσφαξε Λακεδαιμονίων τῶν δʼ ἐπὶ τούτῳ πόλεμον ἐξενεγκάντων, ἀπήντων οἱ Θηβαῖοι ἐπὶ τὰ Λεῦκτρα, αἰσιούμενοι τὸ χωρίον, ὅτι καὶ πρότερον ἐνταῦθα ἠλευθερώθησαν, ὅτε Ἀμφιτρύων ὑπὸ Σθενέλου φυγὰς ἐλαθεὶς εἰς τὴν Θηβαίων ἀφίκετο πόλιν καὶ Χαλκιδεῦσιν ὑποφόρους λαβὼν ἔπαυσε τὸν δασμόν, Χαλκώδοντα τὸν βασιλέα τῶν Εὐβοέων ἀποκτείνας.
しかし後になって、ラケダイモン人たちは報いを受けた。 というのも、彼らが全ギリシア人を支配し、都市を衛兵で占領していたとき、テーバイ人エパメイノンダスが、まず自分のところにいたラケダイモン人の衛兵たちを虐殺し、彼らがこれに対して戦争を起こしたとき、テーバイ人たちはレウクトラで迎え撃った。 彼らはその場所を吉兆とみなしていた。 以前にもそこで彼らは解放されたからである。 それはアムピトリュオンがステネロスによって追放されて亡命者としてテーバイ人の都市にやってきて、カルキス人に対して従属していた者たちを受け入れ、エウボイア人の王カルコドンを殺害して貢ぎ物をやめさせた時であった。
συνέβη δὲ Λακεδαιμονίων ἧτταν παντελῆ γενέσθαι περὶ αὐτὸ τὸ μνῆμα τῶν Σκεδάσου θυγατέρων.
そして、まさにそのスケダソスの娘たちの墓のあたりで、ラケダイモン人の完全な敗北が起こることとなった。
φασὶ δὲ πρὸ τῆς μάχης Πελοπίδᾳ, ἑνὶ τῶν στρατηγῶν τοῦ θηβαϊκοῦ στρατεύματος, ἐπὶ σημείοις τισὶν οὐ καλοῖς κρινομένοις θορυβουμένῳ Σκέδασον ἐπιστῆναι κατὰ τοὺς ὕπνους, θαρρεῖν κελεύοντα·
また、戦いの前に、テーバイ軍の将軍の一人ペロピダスが、良くないと判断される兆候のために狼狽していたところ、夢の中でスケダソスが彼の枕元に現れ、勇気を持つようにと言ったと伝えられている。
παραγίνεσθαι γὰρ εἰς Λεῦκτρα Λακεδαιμονίους, αὐτῷ τε καὶ ταῖς θυγατράσι δώσοντας δίκας·
というのも、ラケダイモン人たちはレウクトラにやって来て、彼と彼の娘たちに報いを受けることになるからである。
πρὸ μιᾶς δʼ ἡμέρας ἢ συμβαλεῖν τοῖς Λακεδαιμονίοις, πῶλον ἐκέλευεν ἵππου λευκὸν ἕτοιμον παρὰ τῷ τάφῳ τῶν παρθένων σφαγιάσασθαι.
そして、ラケダイモン人と交戦する一日の前に、処女たちの墓のそばで、準備された白い雌の子馬を犠牲にするよう命じた。
τὸν δὲ Πελοπίδαν, ἔτι τῶν Λακεδαιμονίων στρατευομένων ἐν Τεγέᾳ, εἰς Λεῦκτρα πέμψαι τοὺς ἐξετάσοντας περὶ τοῦ τάφου τούτου, καὶ πυθόμενον παρὰ τῶν ἐγχωρίων θαρροῦντα τὴν στρατιὰν ἐξαγαγεῖν καὶ νικῆσαι.
ペロピダスは、ラケダイモン人がまだテゲアに陣を張っている間に、この墓について調べる人々をレウクトラに送り、地元の人々から情報を得た後、確信を持って軍を率いて出陣し、勝利を収めた。