Humanitext Reader

プルタルコス · 情話五題 §1-2

アリストクレイアとアクタイオンの悲劇

1 / 3 箇所 · ギリシア語

要旨

§1では、美しい少女アリストクレイアを巡る求婚者二人の争いと、彼女の不慮の死、そして彼らの悲劇的な最期が語られる。§2では、陰謀を密告した一族の末裔アクタイオンが求婚者アルキアスに拉致されそうになって死亡し、その父の自死と神託による復讐、そしてアルキアスによるシュラクサイ創建が語られる。

§1Ἑν Ἀλιάρτῳ τῆς Βοιωτίας κόρη τις γίνεται κάλλει διαπρέπουσα ὄνομα Ἀριστόκλεια θυγάτηρ δʼ ἦν Θεοφάνους.
ボイオティアのアリアルトスに、美しさにおいてひときわ際立った、アリストクレイアという名の少女がいた。 彼女はテオファネスの娘であった。
ταύτην μνῶνται Στράτων Ὀρχομένιος καὶ Καλλισθένης Ἁλιάρτιος.
この少女に、オルコメノス人のストラトンと、アリアルトス人のカリステネスが求婚した。
πλουσιώτερος δʼ ἦν Στράτων καὶ μᾶλλόν τι τῆς παρθένου ἡττημένος·
ストラトンの方がより富裕であり、またこの処女に対していくぶん激しく心を奪われていた。
ἐτύγχανε γὰρ ἰδὼν αὐτὴν ἐν Λεβαδείᾳ λουομένην ἐπὶ τῇ κρήνῃ τῇ Ἑρκύνῃ ἔμελλε γὰρ τῷ Διὶ τῷ βασιλεῖ κανηφορεῖν.
というのも、彼はレバデイアのヘルキュナの泉で彼女が身を清めているところを偶然見かけたからであった。 彼女はゼウス王のために籠を運ぶことになっていたのである。
ἀλλʼ ὁ Καλλισθένης γε πλέον ἐφέρετο ἦν γὰρ καὶ γένει προσήκων τῇ κόρῃ.
しかし、カリステネスの方がより優勢であった。 彼は少女と家柄においても親類関係にあったからである。
ἀπορῶν δὲ τῷ πράγματι ὁ Θεοφάνης, ἐδεδίει γὰρ τὸν Στράτωνα πλούτῳ τε καὶ γένει σχεδὸν ἁπάντων διαφέροντα τῶν Βοιωτῶν, τὴν αἵρεσιν ἐβούλετο τῷ Τροφωνίῳ ἐπιτρέψαι καὶ ὁ Στράτων, ἀνεπέπειστο γὰρ ὑπὸ τῶν τῆς παρθένου οἰκετῶν, ὡς πρὸς αὐτὸν μᾶλλον ἐκείνη ῥέποι, ἠξίου ἐπʼ αὐτῇ ποιεῖσθαι τῇ γαμουμένῃ τὴν ἐκλογήν.
テオファネスはこの事態に困惑していた。 というのも、彼は富と家柄においてボイオティア人のほぼすべてに勝っているストラトンを恐れていたため、その選択をトロポニオスに委ねたいと考えていたからである。 またストラトンも、彼女が自分の方により傾いていると処女の召使いたちから説得されていたため、結婚する彼女自身に選択を委ねることを要求した。
ὡς δὲ τῆς παιδὸς ὁ Θεοφάνης ἐπυνθάνετο ἐν ὄψει πάντων, ἡ δὲ τὸν Καλλισθένην προὔκρινεν, εὐθὺς μὲν ὁ Στράτων δῆλος ἦν βαρέως φέρων τὴν ἀτιμίαν ἡμέρας δὲ διαλιπὼν δύο προσῆλθε τῷ Θεοφάνει καὶ τῷ Καλλισθέναι, ἀξιῶν τὴν φιλίαν αὐτῷ πρὸς αὐτοὺς διαφυλάττεσθαι, εἰ καὶ τοῦ γάμου ἐφθονήθη ὑπὸ δαιμονίου τινός.
テオファネスが皆の面前でその娘に尋ねたところ、彼女がカリステネスを選んだので、ストラトンは直ちにこの不名誉を重く受け止めていることを露わにした。 しかし、二日置いて彼はテオファネスとカリステネスのもとへ行き、たとえ何らかの神霊によって結婚を拒まれたとしても、自分と彼らの間の友情は維持されるよう求めた。
οἱ δʼ ἐπῄνουν τὰ λεγόμενα, ὥστε καὶ ἐπὶ τὴν ἑστίασιν τῶν γάμων παρεκάλουν αὐτόν.
彼らはその言葉を称賛し、結婚の宴に彼を招待するほどであった。
ὁ δὲ παρεσκευασμένος ἑταίρων ὄχλον, καὶ πλῆθος οὐκ ὀλίγον θεραπόντων, διεσπαρμένους παρὰ τούτοις καὶ λανθάνοντας, ἕως ἡ κόρη κατὰ τὰ πάτρια ἐπὶ τὴν Κισσόεσσαν καλουμένην κρήνην κατῄει ταῖς νύμφαις τὰ προτέλεια θύσουσα, τότε δὴ συνδραμόντες πάντες οἱ λοχῶντες ἐκείνῳ συνελάμβανον αὐτήν.
しかし、彼は多くの仲間たちの群れと、少なくない数の召使いたちを用意しており、それらを彼らのそばに分散させて気づかれないようにしておき、少女が先祖代々の慣習に従ってキッソエッサと呼ばれる泉へと下っていき、ニンフたちに婚礼の事前の犠牲を捧げようとした、まさにその時、伏兵となっていた者たちが皆一斉に走り寄って、彼女を捕らえた。
καὶ ὁ Στράτων γʼ εἴχετο τῆς παρθένου·
そしてストラトンも処女を掴んだ。
ἀντελαμβάνετο δʼ ὡς εἰκὸς ὁ Καλλισθένης ἐν μέρει καὶ οἱ σὺν αὐτῷ, ἕως ἔλαθεν ἡ παῖς; ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα.
他方でカリステネスと彼の同伴者たちも当然、代わる代わる引き止めようとしたが、ついに少女は互いに引き合う者たちの手の中で、気づかぬうちに命を落としてしまった。
ὁ Καλλισθένης μὲν οὖν παραχρῆμα ἀφανὴς ἐγένετο, εἴτε διαχρησάμενος ἑαυτὸν εἴτε φυγὰς ἀπελθὼν ἐκ τῆς Βοιωτίας·
そこで、カリステネスは直ちに姿を消した。 みずから命を絶ったのか、あるいは亡命者としてボイオティアから去ったのか。
οὐκ εἶχε δʼ οὖν τις εἰπεῖν ὅ, τι καὶ πεπόνθοι.
いずれにせよ、彼がどうなったのかを語ることができる者はいなかった。
ὁ δὲ Στράτων φανερῶς ἐπικατέσφαξεν ἑαυτὸν τῇ παρθένῳ.
一方、ストラトンは公然と、処女の上で自害した。
§2Φείδων τις τῶν Πελοποννησίων ἐπιτιθέμενος ἀρχῇ, τὴν Ἀργείων πόλιν, τὴν πατρίδα τὴν ἑαυτοῦ, ἡγεμονεύειν τῶν λοιπῶν βουλόμενος, πρῶτον ἐπεβούλευσε Κορινθίοις·
ペロポネソス人の一人フェイドンは、権力を狙い、自らの祖国であるアルゴスの都市に他のすべての支配権を持たせようと欲して、まずコリントス人に対して陰謀を企てた。
πέμψας γὰρ ᾔτει παρʼ αὐτῶν νεανίας χιλίους τοὺς ἀκμῇ διαφέροντας καὶ ἀνδρείᾳ·
彼は使者を送って、彼らから、若さと勇気において傑出した一千人の若者を要求した。
οἱ δὲ πέμπουσι τοὺς χιλίους, στρατηγὸν αὐτῶν ἀποδείξαντες Δέξανδρον.
彼らは、デクサンドロスを彼らの将軍に任命して、その一千人を送った。
ἐν νῷ δʼ ἔχων ὁ Φείδων ἐπιθέσθαι τούτοις, ἵνʼ ἔχοι Κόρινθον ἀτονωτέραν καὶ τῇ πόλει χρήσαιτο, προτείχισμα γὰρ τοῦτο ἐπικαιρότατον ἔσεσθαι τῆς ὅλης Πελοποννήσου, τὴν πρᾶξιν ἀνέθετο τῶν ἑταίρων τισίν.
フェイドンは彼らを襲撃することを意図していた。 それはコリントスを無力化し、その都市を利用するためであった。 というのも、この都市はペロポネソス全体にとって最も好都合な防壁となるはずだったからである。 彼はこの計画を仲間の何人かに委ねた。
ἦν δὲ καὶ Ἅβρων ἐν αὐτοῖς·
その中にハブロンという者がいた。
οὗτος δὲ ξένος ὢν τοῦ Δεξάνδρου ἔφρασεν αὐτῷ τὴν ἐπιβουλήν.
彼はデクサンドロスの客人であったため、彼にその陰謀を告げた。
καὶ οὕτως οἱ μὲν Φλιάσιοι πρὸ τῆς ἐπιθέσεως εἰς τὴν Κόρινθον ἐσώθησαν, Φείδων δʼ ἀνευρεῖν ἐπειρᾶτο τὸν προδόντα καὶ ἐπιμελῶς ἐζήτει.
こうしてフリアス人たちは襲撃の前にコリントスへと逃れて救われ、フェイドンは裏切り者を見つけ出そうと試み、熱心に捜索した。
δείσας δʼ ὁ Ἅβρων φεύγει εἰς Κόρινθον, ἀναλαβὼν τὴν γυναῖκα καὶ τοὺς οἰκέτας, ἐν Μελίσσῳ, κώμῃ τινὶ τῆς Κορινθίων χώρας ἔνθα καὶ παῖδα γεννήσας Μέλισσον προσηγόρευσεν, ἀπὸ τοῦ τόπου θέμενος τοὔνομα αὐτῷ.
恐れたハブロンは、妻と召使いたちを連れてコリントスへと逃れ、コリントス領のメリッソスという村に住み、そこで男の子をもうけてメリッソスと名付け、その場所にちなんでその名を与えた。
τούτου δὴ τοῦ Μελίσσου υἱὸς Ἀκταίων γίνεται, κάλλιστος καὶ σωφρονέστατος τῶν ὁμηλίκων, οὗ πλεῖστοι μὲν ἐγένοντο ἐρασταί, διαφερόντως δʼ Ἀρχίας, γένους μὲν ὢν τοῦ τῶν Ἡρακλειδῶν, πλούτῳ δὲ καὶ τῇ ἄλλῃ δυνάμει λαμπρότατος Κορινθίων.
このメリッソスの息子としてアクタイオンが生まれたが、彼は同世代の中で最も美しく、最も節度のある少年であり、彼には非常に多くの愛好者ができたが、とりわけヘラクレス家の出身で、富とその他の権力においてコリントス人で最も際立っていたアルキアスがそうであった。
ἐπεὶ δὲ πείθειν οὐκ ἠδύνατο τὸν παῖδα, ἔγνω βιάσασθαι καὶ συναρπάσαι τὸ μειράκιον·
しかし、彼は少年を説得することができなかったため、力づくでその少年を奪い去ることを決意した。
ἐπεκώμασεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Μελίσσου, πλῆθος ἐπαγόμενος καὶ φίλων καὶ οἰκετῶν, καὶ ἀπάγειν τὸν παῖδα ἐπειρᾶτο.
そこで彼は、友人や召使いたちの大勢を引き連れてメリッソスの家に押し掛け、少年を連れ去ろうと試みた。
ἀντιποιουμένου δὲ τοῦ πατρὸς καὶ τῶν φίλων, ἐπεκδραμόντων δὲ καὶ τῶν γειτόνων καὶ ἀνθελκόντων, ἀνθελκόμενος ὁ Ἀκταίων διεφθάρη·
父親や友人たちが抵抗し、近所の人々も駆けつけて引き止めたため、引き合われるうちにアクタイオンは命を落とした。
καὶ οἱ μὲν οὕτως ἀπεχώρουν.
そして彼らはそのようにして立ち去った。
Μέλισσος δὲ τὸν νεκρὸν τοῦ παιδὸς εἰς τὴν ἀγορὰν τῶν Κορινθίων παρακομίσας ἐπεδείκνυε, δίκην ἀπαιτῶν παρὰ τῶν ταῦτα πραξάντων·
メリッソスは息子の遺体をコリントスの広場へと運び込んでさらし、この行いをした者たちに処罰を求めた。
οἱ δὲ πλέον οὐδὲν ἢ τὸν ἄνδρα ἠλέουν.
しかし、人々はその男を哀れむだけで、それ以上のことは何もしなかった。
ἄπρακτος δʼ ἀναχωρήσας παρεφύλασσε τὴν πανήγυριν τῶν Ἰσθμίων, ἀναβὰς τʼ ἐπὶ τὸν τοῦ Ποσειδῶνος νεὼν κατεβόα τῶν Βακχιαδῶν καὶ τὴν τοῦ πατρὸς Ἅβρωνος εὐεργεσίαν ὑπεμίμνησκε, τούς τε θεοὺς ἐπικαλεσάμενος ῥίπτει ἑαυτὸν κατὰ τῶν πετρῶν.
何も得られずに引き下がった彼は、イストミアの祝祭を待ち受け、ポセイドンの神殿に登ってバッキアダイを大声で非難し、また父親ハブロンの恩義を彼らに思い出させ、神々を呼び求めた後、岩から身を投げた。
μετʼ οὐ πολὺ δʼ αὐχμὸς καὶ λοιμὸς κατελάμβανε τὴν πόλιν καὶ τῶν Κορινθίων περὶ ἀπαλλαγῆς χρωμένων, ὁ θεὸς ἀνεῖλε μῆνιν εἶναι Ποσειδῶνος οὐκ ἀνήσοντος, ἕως ἂν τὸν Ἀκταίωνος θάνατον μετέλθοιεν.
それから間もなくして、干ばつと疫病が都市を襲い、コリントス人が免れについて尋ねたところ、神は、アクタイオンの死に対して復讐を果たすまでは、決して鎮まることのないポセイドンの怒りであると告げた。
ταῦτα πυθόμενος Ἀρχίας, αὐτὸς γὰρ θεωρὸς ἦν, εἰς μὲν τὴν Κόρινθον ἑκὼν οὐκ ἐπανῆλθε, πλεύσας δʼ εἰς τὴν Σικελίαν Συρακούσας ἔκτισε.
これを知ったアルキアスは(彼自身が使節であったため)、コリントスへは自発的には戻らず、シケリアへと航海してシュラクサイを創建した。
πατὴρ δὲ γενόμενος ἐνταῦθα θυγατέρων δυεῖν, Ὀρτυγίας τε καὶ Συρακούσης, ὑπὸ τοῦ Τηλέφου δολοφονεῖται, ὃς ἐγεγόνει μὲν αὐτοῦ παιδικά, νεὼς δʼ ἀφηγούμενος συνέπλευσεν εἰς Σικελίαν.
そこで二人の娘、オルテュギアとシュラクサの父親となったが、テレポスによって謀殺された。 テレポスはかつて彼の愛人であり、船を指揮してともにシケリアへと航海した人物であった。

語釈・文法注

  1. 771fἐτύγχανε γὰρ ἰδὼν αὐτὴν — 動詞 τυγχάνω と主格分詞 ἰδὼν(ὁράω のアオリスト能動態分詞)の結合により、「たまたま彼女を見かけた」という偶然の出来事を表す補足分詞構文。
  2. 772bἕως ἔλαθεν ἡ παῖς ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα — 動詞 λανθάνω と主格分詞 διαφθαρεῖσα が組み合わさり、「いつの間にか[周囲の]気づかないうちに死んでしまった」という意味を表す。接続詞 ἕως(〜するまで)に導かれる節の中で、引っ張り合う人々(τῶν ἀνθελκόντων)の手の中で少女が非業の死を遂げた極限状態を描写している。
  3. 772dπροτείχισμα γὰρ τοῦτο ἐπικαιρότατον ἔσεσθαι — γάρ(なぜなら)に導かれる従属節内にあるが、主節の主語の意図を表す ἐν νῷ ἔχων(〜を目論んで)に意味上依存しており、間接話法として不定詞 ἔσεσθαι が使われている。

この箇所を引用する

プルタルコス, 情話五題 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg114.humanitext-grc2:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。