§4Φῶκος Βοιώτιος μὲν ἦν τῷ γένει, ἦν γὰρ ἐκ Γλίσαντος, πατὴρ δὲ Καλλιρρόης κάλλει τε καὶ σωφροσύνῃ διαφερούσης.
ボイオティア人のポコスは、グリーサースの出身で、その血統はボイオティア人であった。 彼は、美しさと慎み深さにおいて傑出したカッリロエーの父親であった。
ταύτην ἐμνηστεύοντο νεανίαι τριάκοντα εὐδοκιμώτατοι ἐν Βοιωτίᾳ·
彼女には、ボイオティアで最も評判の高い三十人の若者たちが求婚した。
ὁ δὲ Φῶκος ἄλλας ἐξ ἄλλων ἀναβολὰς τῶν γάμων ἐποιεῖτο, φοβούμενος μὴ βιασθείη, τέλος δὲ λιπαρούντων ἐκείνων, ἠξίου ἐπὶ τῷ Πυθίῳ ποιήσασθαι τὴν αἵρεσιν.
しかしポコスは、彼女が手込めにされるのを恐れ、結婚の延期を次から次へと繰り返した。 ついに彼らがしつこく求めてきたとき、彼はピュティオンにおいて選択を行うよう求めた。
οἱ δὲ πρὸς τὸν λόγον ἐχαλέπηναν καὶ ὁρμήσαντες ἀπέκτειναν τὸν Φῶκον ἐν δὲ τῷ θορύβῳ ἡ κόρη φυγοῦσα ἵετο διὰ τῆς χώρας·
しかし彼らはその言葉に怒り、彼に襲いかかってポコスを殺害した。 その騒乱の中で娘は逃れ、地方を走って逃げた。
ἐδίωκον δʼ αὐτὴν οἱ νεανίαι.
若者たちは彼女を追跡した。
ἡ δʼ ἐντυχοῦσα γεωργοῖς ἅλω συντιθεῖσι σωτηρίας ἔτυχε παρʼ αὐτῶν·
しかし彼女は、打穀場を組み立てていた農夫たちに出会い、彼らから救いを得た。
ἀπέκρυψαν γὰρ αὐτὴν οἱ γεωργοὶ ἐν τῷ σίτῳ καὶ οὕτω παρῇξαν μὲν οἱ διώκοντες·
農夫たちが彼女を穀物の中に隠したため、追跡者たちは通り過ぎて行った。
ἡ δὲ διασωθεῖσα ἐφύλαξε τὴν τῶν Παμβοιωτίων ἑορτήν, καὶ τότε εἰς Κορώνειαν ἐλθοῦσα ἱκέτις καθέζεται ἐπὶ τῷ βωμῷ τῆς Ἰτωνίας Ἀθηνᾶς καὶ τῶν μνηστήρων τὴν παρανομίαν διηγεῖτο, τό τε ἑκάστου ὄνομα καὶ τὴν πατρίδα σημαίνουσα.
命を救われた彼女は、全ボイオティア人の祭礼を待ち、その時が来ると、コロネイアへ行って、イトーニアのアテーナーの祭壇に嘆願者として座り、求婚者たちの不法行為を語り、各自の名前と故郷を明らかにした。
ἠλέουν οὖν οἱ Βοιωτοὶ τὴν παῖδα καὶ τοῖς νεανίαις ἠγανάκτουν οἱ δὲ ταῦτα πυθόμενοι εἰς Ὀρχομενὸν καταφεύγουσιν.
ボイオティア人たちはその乙女を哀れみ、若者たちに対して憤慨した。 これを知った彼らは、オルコメノスに逃げ込んだ。
οὐ δεξαμένων δʼ αὐτοὺς τῶν Ὀρχομενίων πρὸς Ἱππότας εἰσώρμησαν κώμη δʼ ἦν παρὰ τῷ Ἑλικῶνι κειμένη μεταξὺ Θίσβης καὶ Κορωνείας·
しかし、オルコメノス人たちが彼らを受け入れなかったので、彼らはヒッポタイへと急いだ。 そこはヘリコン山のふもと、ティスベーとコロネイアの間に位置する村であった。
οἱ δʼ ὑποδέχονται αὐτούς.
彼らは彼らを受け入れた。
εἶτα πέμπουσι Θηβαῖοι ἐξαιτοῦντες τοὺς Φώκου φονεῖς· τῶν δʼ οὐ διδόντων, ἐστράτευσαν μὲν μετὰ τῶν ἄλλων Βοιωτῶν, στρατηγοῦντος Φοίδου, ὃς τότε τὴν ἀρχὴν τῶν Θηβαίων διεῖπε·
その後、テーバイ人たちがポコスの殺人者たちを引き渡すよう要求して使者を送ったが、彼らが引き渡さなかったので、当時テーバイ人の支配権を握っていたフォイドスを将軍として、他のボイオティア人たちとともに遠征した。
πολιορκήσαντες δὲ τὴν κώμην ὀχυρὰν οὖσαν, δίψει δὲ τῶν ἔνδον κρατηθέντων, τοὺς μὲν φονεῖς ληφθέντας κατέλευσαν, τοὺς δʼ ἐν τῇ κώμῃ ἐξηνδραποδίσαντο κατασκάψαντες δὲ τὰ τείχη καὶ τὰς οἰκίας διένειμαν τὴν χώραν Θισβεῦσι τε καὶ Κορωνεῦσι.
彼らは、頑強なその村を包囲したが、内部の者たちが渇きに屈したため、捕らえられた殺人者たちを石打ちにして殺し、村の人々を奴隷にし、城壁と家々を破壊した上で、その土地をティスベー人たちとコロネイア人たちに分配した。
φασὶ δὲ νυκτός, πρὸ τῆς ἁλώσεως τῶν Ἱπποτῶν, φωνὴν ἐκ τοῦ Ἑλικῶνος πολλάκις ἀκουσθῆναι λέγοντός τινος
πάρειμι·
彼らによれば、ヒッポタイが陥落する前の夜、ヘリコン山から「私はここにいる」と言う何者かの声が何度も聞こえたという。
τοὺς δὲ μνηστῆρας τοὺς τριάκοντα τόδε τὸ φώνημα γνωρίζειν, ὅτι Φώκου εἴη.
そして三十人の求婚者たちは、これがポコスの声であると気づいた。
ᾗ δʼ ἡμέρᾳ κατελεύσθησαν, τὸ ἐν Γλίσαντι μνῆμα τοῦ γέροντος κρόκῳ φασὶ ῥεῦσαι Φοίδῳ δέ, τῷ Θηβαίων ἄρχοντι καὶ στρατηγῷ, ἐκ τῆς μάχης ἐπανιόντι ἀγγελθῆναι θυγατέρα γεγενημένην, ἣν αἰσιούμενον προσαγορεῦσαι Νικοστράτην.
彼らが石打ちにされた日に、グリーサースにあるその老人の墓からサフランが流れ出たと言われている。 また、テーバイ人の支配者であり将軍であるフォイドスは、戦闘から帰還する途中で、娘が生まれたとの報告を受け、これを吉兆とみなして彼女をニコストラテーと名付けた。
§5Ἄλκιππος τὸ μὲν γένος Λακεδαιμόνιος ἦν·
アルキッポスは、血統はラケダイモン人であった。
γήμας δὲ Δαμοκρίταν πατὴρ θυγατέρων γίνεται δύο·
ダモクリターを妻に迎え、二人の娘の父親となった。
συμβουλεύων τε τῇ πόλει κράτιστα τε καὶ πράττων ὅτου δέοιντο Λακεδαιμόνιοι, ἐφθονήθη ὑπὸ τῶν ἀντιπολιτευομένων, οἳ τοὺς ἐφόρους ψευδέσι λόγοις παραγαγόντες, ὡς τοῦ Ἀλκίππου βουλομένου τοὺς νόμους καταλῦσαι, φυγῇ περιέβαλον τὸν ἄνδρα.
彼は国に対して最善の助言を与え、ラケダイモン人が必要とすることを行っていたが、政敵たちから妬まれた。 彼らは虚偽の言葉でエポロスたちを騙し、アルキッポスが法律を廃止しようとしているとして、その男を追放処分にした。
καὶ ὁ μὲν ὑπεξῆλθε τῆς Σπάρτης, Δαμοκρίταν δὲ τὴν γυναῖκα μετὰ τῶν θυγατέρων βουλομένην ἕπεσθαι τἀνδρὶ ἐκώλυον, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ ἐδήμευσαν, ἵνα μὴ εὐπορῶσι προικὸς αἱ παρθένοι.
そして彼はスパルタを去ったが、彼らは、娘たちを伴って夫に従おうとした妻ダモクリターを阻止し、さらに娘たちが持参金に不自由するように、彼の財産を没収した。
ἐπεὶ δὲ καὶ ὣς ἐμνηστεύοντό τινες τὰς παῖδας διὰ τὴν τοῦ πατρὸς ἀρετήν, ἐκώλυσαν οἱ ἐχθροὶ διὰ ψηφίσματος μνηστεύεσθαί τινας τὰς κόρας, λέγοντες ὡς ἡ μήτηρ αὐτῶν Δαμοκρίτα πολλάκις εὔξατο τὰς θυγατέρας ταχέως γεννῆσαι παῖδας τιμωροὺς τῷ πατρὶ γενησομένους.
しかし、そのような状況でも、父親の徳のゆえに何人かが娘たちに求婚したため、敵たちは決議によって、誰もその娘たちに求婚することを禁じた。 彼らは、彼女たちの母親ダモクリターが、娘たちが早く父親の復讐者となる子供を産むようにと何度も祈った、と主張した。
πανταχόθεν δʼ ἡ Δαμοκρίτα περιελαυνομένη ἐτήρησέ τινα πάνδημον ἑορτήν, ἐν ᾗ γυναῖκες;
あらゆる方面から迫害されたダモクリターは、女性たちが娘や親族、幼児たちとともに祝う、ある全市民的な祭礼を見定めた。
ἅμα παρθένοις καὶ οἰκείοις καὶ νηπίοις ἑώρταζον, αἱ δὲ τῶν ἐν τέλει καθʼ ἑαυτὰς ἐν ἀνδρῶνι μεγάλῳ διεπαννύχιζον ξίφος τε ὑποζωσαμένη καὶ τὰς κόρας λαβοῦσα νυκτὸς ἦλθεν εἰς τὸ ἱερὸν καιρὸν παραφυλάξασα, ἐν ᾧ πᾶσαι τὸ μυστήριον ἐπετέλουν ἐν τῷ ἀνδρῶνι καὶ κεκλεισμένων τῶν εἰσόδων, ξύλα ταῖς θύραις πολλὰ προσνήσασα ταῦτα δʼ ἦν εἰς τὴν τῆς ἑορτῆς θυσίαν ὑπʼ ἐκείνων παρεσκευασμένα, πῦρ ἐνῆκε.
その際、役人の妻たちは自分たちだけで、大きな男子集会所で徹夜の祭儀を行っていた。 彼女は剣を帯び、娘たちを連れて夜に神殿へと赴いた。 彼女は、全員が男子集会所の中で秘密の儀式を執り行い、入り口が閉じられている好機を見計らった。 彼女は扉に多くの薪を積み上げ(これらは祭礼の犠牲のために彼女たちによって準備されていたものであった)、それに火を放った。
συνθεόντων δὲ τῶν ἀνδρῶν ἐπὶ τὴν βοήθειαν, ἡ Δαμοκρίτα τὰς θυγατέρας ἀπέσφαξε καὶ ἐπʼ ἐκείναις ἑαυτήν.
男たちが救助のために駆け寄る中、ダモクリターは娘たちを虐殺し、彼女らの上で自らも命を絶った。
οὐκ ἔχοντες δʼ οἱ Λακεδαιμόνιοι, ὅπη τὸν θυμὸν ἀπερείσωνται, ἐκτὸς ὅρων ἔρριψαν τῆς τε Δαμοκρίτας καὶ τῶν θυγατέρων τὰ σώματα.
ラケダイモン人たちは怒りをぶつける先がなかったので、ダモクリターと娘たちの遺体を国境の外へ投げ捨てた。
ἐφʼ ᾧ μηνίσαντος τοῦ θεοῦ τὸν μέγαν ἱστοροῦσι Λακεδαιμονίοις σεισμὸν ἐπιγενέσθαι.
これに対して神が怒り、ラケダイモン人たちに大地震が起こったと伝えられている。