Humanitext Reader

普鲁塔克 · 情话五则 §3

斯克达索斯之女的悲剧与斯巴达的覆灭

第 2 段,共 3 段 · 希腊语

内容简介

讲述了留克特拉的斯克达索斯及其女儿们的悲剧,他在斯巴达申诉无果后自尽,以及后来斯巴达人在留克特拉战役中的惨败和复仇的实现。

§3ἀνὴρ πένης Σκέδασος τοὔνομα κατῴκει Λεῦκτρα· ἔστι δὲ κώμιον τῆς τῶν Θεσπιέων χώρας.
一个名叫斯克达索斯的穷人住在留克特拉;这是塞斯皮埃人领地上的一座小村庄。
τούτῳ θυγατέρες γίνονται δύο· ἐκαλοῦντο δʼ Ἱππὼ καὶ Μιλητία, ἤ, ὥς τινες, Θεανὼ καὶ Εὐξίππη.
他有两个女儿,名叫希波和米勒蒂亚,或者如某些人所说,名叫特阿诺和欧克西佩。
ἦν δὲ χρηστὸς ὁ Σκέδασος καὶ τοῖς ξένοις ἐπιτήδειος, καίπερ οὐ πολλὰ κεκτημένος.
斯克达索斯为人善良,尽管财产不多,但对客人十分热情。
ἀφικομένους οὖν πρὸς αὐτὸν δύο Σπαρτιάτας; νεανίας ὑπεδέξατο προθύμως· οἱ δὲ τῶν παρθένων ἡττώμενοι διεκωλύοντο πρὸς τὴν τόλμαν ὑπὸ τῆς τοῦ Σκεδάσου χρηστότητος.
因此,他热诚地接待了两位来到他那里的斯巴达青年;然而,他们虽然对这些处女动了心,却因斯克达索斯的善良而未敢动手。
τῇ δʼ ὑστεραίᾳ Πυθώδε ἀπῄεσαν αὕτη γὰρ αὐτοῖς προὔκειτο ἡ ὁδός· καὶ τῷ θεῷ χρησάμενοι περὶ ὧν ἐδέοντο, πάλιν ἐπανῄεσαν οἴκαδε, καὶ χωροῦντες διὰ τῆς Βοιωτίας ἐπέστησαν πάλιν τῇ τοῦ Σκεδάσου οἰκίᾳ;
次日,他们动身前往皮托,因为这是他们预定的旅途;他们在神明那里就所需之事求得神谕后,便再次启程回家。 当他们穿过波奥蒂亚时,再次在斯克达索斯的家留宿。
ὁ δʼ ἐτύγχανεν οὐκ ἐπιδημῶν τοῖς Λεύκτροις, ἀλλʼ αἱ θυγατέρες αὐτοῦ ὑπὸ τῆς συνήθους ἀγωγῆς τοὺς ξένους ὑπεδέξαντο.
当时他恰巧不在留克特拉,但他的女儿们按照一贯的家教接待了这些客人。
οἱ δὲ καταλαβόντες ἐρήμους; τὰς κόρας βιάζονται ὁρῶντες δʼ αὐτὰς καθʼ ὑπερβολὴν τῇ ὕβρει χαλεπαινούσας ἀπέκτειναν, καὶ ἐμβαλόντες ἔς τι φρέαρ ἀπηλλάγησαν.
然而,他们发现姑娘们独自家,便对她们施暴;在看到她们对这暴行极度愤怒和痛恨时,便杀害了她们,并将她们投入一口井中后离去。
ἐπανελθὼν δʼ ὁ Σκέδασος τὰς μὲν κόρας οὐχ ἑώρα, πάντα δὲ τὰ καταλειφθέντα εὑρίσκει σῷα καὶ τῷ πράγματι ἠπόρει, ἕως τῆς κυνὸς κνυζωμένης καὶ πολλάκις μὲν προστρεχούσης πρὸς αὐτὸν ἀπὸ δʼ αὐτοῦ εἰς τὸ φρέαρ ἐπανιούσης, εἴκασεν ὅπερ ἦν, καὶ τῶν θυγατέρων τὰ νεκρὰ οὕτως ἀνιμήσατο.
斯克达索斯回来后,没有看到女儿们,但发现所有留下的财物都完好无损,因而对发生的事情感到困惑,直到狗发出呜咽声,并多次跑向他,又从他身边返回井旁。 他推测出了真相,并用这种方式将女儿们的尸体打捞了上来。
πυθόμενος δὲ παρὰ τῶν γειτόνων, ὅτι ἴδοιεν τῇ χθὲς ἡμέρᾳ τοὺς καὶ πρῴην καταχθέντας ἐπʼ αὐτοὺς Λακεδαιμονίους εἰσιόντας, συνεβάλετο τὴν πρᾶξιν ἐκείνων, ὅτι καὶ πρῴην συνεχῶς ἐπῄνουν τὰς κόρας, μακαρίζοντες τοὺς γαμήσοντας.
他从邻居那里得知,他们昨天看到前几天曾在他们那里投宿的那些拉刻代蒙人走了进去,于是他断定这是他们的所为,因为前几天他们也一直在不停地赞美他的女儿们,称那些将要娶她们的人是有福的。
ἀπῄει εἰς Λακεδαίμονα, τοῖς ἐφόροις ἐντευξόμενος· γενόμενος δʼ ἐν τῇ Ἀργολικῇ, νυκτὸς καταλαμβανούσης, εἰς πανδοκεῖόν τι κατήχθη κατὰ τὸ αὐτὸ δὲ καὶ πρεσβύτης τις ἕτερος τὸ γένος ἐξ Ὠρεοῦ· πόλεως τῆς Ἑστιαιάτιδος·
他动身前往拉刻代蒙,准备去见监察官们;当他抵达阿耳戈利斯地区时,夜幕降临,他便在一家旅馆投宿。 恰在此时,另一位出身奥雷乌斯(赫斯提亚亚蒂斯地区的一座城市)的老人也在此投宿。
οὗ στενάξαντος καὶ κατὰ Λακεδαιμονίων ἀρὰς ποιουμένου ἀκούσας ὁ Σκέδασος ἐπυνθάνετο τί κακὸν ὑπὸ Λακεδαιμονίων πεπονθὼς εἴη.
当听到这人叹息并对拉刻代蒙人发出诅咒时,斯克达索斯向他打听,他遭受了拉刻代蒙人怎样的伤害。
ὁ δὲ διηγεῖτο, ὡς ὑπήκοος μέν ἐστι τῆς Σπάρτης, πεμφθεὶς δʼ εἰς Ὠρεὸν Ἀριστόδημος ἁρμοστὴς παρὰ Λακεδαιμονίων ὠμότητα καὶ παρανομίαν ἐπιδείξαιτο πολλήν.
那人便讲述道,他虽然是斯巴达的属民,但拉刻代蒙人派遣到奥雷乌斯的总督阿里斯托德摩斯却表现得极其残暴和无法无天。
ἐρασθεὶς γάρ ἔφη τοῦ ἐμοῦ παιδός, ἐπειδὴ πείθειν ἀδύνατος ἦν, ἐπεχείρει βιάσασθαι καὶ ἀπάγειν αὐτὸν τῆς παλαίστρας· κωλύοντος δὲ τοῦ παιδοτρίβου καὶ νεανίσκων πολλῶν ἐκβοηθούντων, παραχρῆμα ὁ Ἀριστόδημος ἀπεχώρησε·
“因为他爱上了,”他说,“我的孩子。 由于无法说服他,他便企图使用武力,强行将他从角力学校带走;但由于教练的阻拦以及许多青年赶来救援,阿里斯托德摩斯立刻离去了。
τῇ δʼ ὑστεραίᾳ πληρώσας τριήρη συνήρπασε τὸ μειράκιον, καὶ ἐξ Ὠρεοῦ διαπλεύσας εἰς τὴν περαίαν ἐπεχείρει ὑβρίσαι, οὐ συγχωροῦντα δʼ αὐτὸν ἀπέσφαξεν.
然而第二天,他装满了一艘三桅战船,强行劫持了那少年,并从奥雷乌斯航行到对岸,企图对他施暴;因少年不从,他便杀害了他。
ἐπανελθὼν δʼ εἰς τὴν Ὠρεὸν εὐωχεῖτο.
随后他返回奥雷乌斯大肆宴乐。
ἐγὼ δʼ ἔφη τὸ πραχθὲν πυθόμενος καὶ τὸ σῶμα κηδεύσας παρεγενόμην εἰς τὴν Σπάρτην καὶ τοῖς ἐφόροις ἐνετύγχανον· οἱ δὲ λόγον οὐκ ἐποιοῦντο Σκέδασος δὲ ταῦτα ἀκούων ἀθύμως διέκειτο, ὑπολαμβάνων ὅτι οὐδʼ αὐτοῦ λόγον τινὰ ποιήσονται οἱ Σπαρτιᾶται ἐν μέρει τε τὴν οἰκείαν διηγήσατο συμφορὰν τῷ ξένῳ·
而我,”他说,“在得知所发生的事情并安葬了尸体后,来到了斯巴达并见到了监察官们;但他们根本不予理睬。 ” 斯克达索斯听了这些话,心情十分沮丧,认为斯巴达人同样也不会理睬自己。 于是他也轮流向这位异乡人讲述了自己的遭遇。
ὁ δὲ παρεκάλει αὐτὸν μηδʼ ἐντυχεῖν τοῖς ἐφόροις, ἀλλʼ ὑποστρέψαντα εἰς τὴν Βοιωτίαν κτίσαι τῶν θυγατέρων τὸν τάφον.
那人劝他甚至不要去见监察官,而是直接返回波奥蒂亚,为女儿们修建坟墓。
οὐκ ἐπείθετο δʼ ὅμως ὁ Σκέδασος, ἀλλʼ εἰς τὴν Σπάρτην ἀφικόμενος; τοῖς ἐφόροις ἐντυγχάνει ὧν μηδὲν προσεχόντων, ἐπὶ τοὺς βασιλέας ἵεται καὶ ἀπὸ τούτων ἑκάστῳ τῶν δημοτῶν προσιὼν ὠδύρετο.
然而,斯克达索斯并没有听从,而是来到了斯巴达,见到了监察官们,在他们毫不理睬的情况下,他奔向国王们,并从他们那里走向每一位公民,向他们哀诉。
μηδὲν δὲ πλέον ἀνύων ἔθει διὰ μέσης τῆς πόλεως, ἀνατείνων πρὸς ἣλιον τὼ χεῖρε, αὖθις δὲ τὴν γῆν τύπτων ἀνεκαλεῖτο τὰς Ἐρινύας καὶ τέλος αὑτὸν τοῦ ζῆν μετέστησεν.
但在毫无结果之后,他在城市中心奔跑,向着太阳伸出双手,又捶击大地,呼唤复仇女神们,最终结束了自己的生命。
ὑστέρῳ γε μὴν χρόνῳ δίκας ἔδοσαν οἱ Λακεδαιμόνιοι ἐπειδὴ γὰρ τῶν Ἑλλήνων ἁπάντων ἦρχον καὶ τὰς πόλεις φρουραῖς κατειλήφεσαν, Ἐπαμεινώνδας ὁ Θηβαῖος πρῶτον μὲν τὴν παρʼ αὑτῷ φρουρὰν ἀπέσφαξε Λακεδαιμονίων τῶν δʼ ἐπὶ τούτῳ πόλεμον ἐξενεγκάντων, ἀπήντων οἱ Θηβαῖοι ἐπὶ τὰ Λεῦκτρα, αἰσιούμενοι τὸ χωρίον, ὅτι καὶ πρότερον ἐνταῦθα ἠλευθερώθησαν, ὅτε Ἀμφιτρύων ὑπὸ Σθενέλου φυγὰς ἐλαθεὶς εἰς τὴν Θηβαίων ἀφίκετο πόλιν καὶ Χαλκιδεῦσιν ὑποφόρους λαβὼν ἔπαυσε τὸν δασμόν, Χαλκώδοντα τὸν βασιλέα τῶν Εὐβοέων ἀποκτείνας.
然而,后来拉刻代蒙人付出了代价;因为当他们统治所有希腊人并用驻军占领各城市时,底比斯人伊帕密浓达首先杀死了留在他那里的拉刻代蒙人驻军。 当他们为此发动战争时,底比斯人在留克特拉迎战,他们认为这个地方是个吉兆,因为以前他们也曾在这里获得自由——当时安菲特律翁被斯塞涅洛斯驱逐而成为逃亡者,来到底比斯人的城市,并接纳了向哈尔基斯人纳贡的人,在杀死了尤波亚人的国王哈尔科冬之后停止了纳贡。
συνέβη δὲ Λακεδαιμονίων ἧτταν παντελῆ γενέσθαι περὶ αὐτὸ τὸ μνῆμα τῶν Σκεδάσου θυγατέρων.
正是在斯克达索斯女儿们的墓地周围,发生了拉刻代蒙人的彻底惨败。
φασὶ δὲ πρὸ τῆς μάχης Πελοπίδᾳ, ἑνὶ τῶν στρατηγῶν τοῦ θηβαϊκοῦ στρατεύματος, ἐπὶ σημείοις τισὶν οὐ καλοῖς κρινομένοις θορυβουμένῳ Σκέδασον ἐπιστῆναι κατὰ τοὺς ὕπνους, θαρρεῖν κελεύοντα· παραγίνεσθαι γὰρ εἰς Λεῦκτρα Λακεδαιμονίους, αὐτῷ τε καὶ ταῖς θυγατράσι δώσοντας δίκας·
据说在战斗前,底比斯军队的将领之一佩洛皮达斯因一些被判定为不祥的征兆而感到焦虑不安,斯克达索斯在梦中站在他身旁,叫他鼓起勇气;因为他说,拉刻代蒙人来到留克特拉,是要向他及他的女儿们偿还血债。
πρὸ μιᾶς δʼ ἡμέρας ἢ συμβαλεῖν τοῖς Λακεδαιμονίοις, πῶλον ἐκέλευεν ἵππου λευκὸν ἕτοιμον παρὰ τῷ τάφῳ τῶν παρθένων σφαγιάσασθαι.
在与拉刻代蒙人交战的前一天,他命令在处女们的墓旁献祭一匹准备好的白色小雌马。
τὸν δὲ Πελοπίδαν, ἔτι τῶν Λακεδαιμονίων στρατευομένων ἐν Τεγέᾳ, εἰς Λεῦκτρα πέμψαι τοὺς ἐξετάσοντας περὶ τοῦ τάφου τούτου, καὶ πυθόμενον παρὰ τῶν ἐγχωρίων θαρροῦντα τὴν στρατιὰν ἐξαγαγεῖν καὶ νικῆσαι.
而佩洛皮达斯在拉刻代蒙人仍在特格亚行军时,便派人前往留克特拉调查这处墓地,并在从当地人那里了解情况后,满怀信心地率领军队出征并赢得了胜利。

词汇与语法注释

  1. 773eτοὺς καὶ πρῴην καταχθέντας ἐπʼ αὐτοὺς Λακεδαιμονίους — καταχθέντας(动词 κατάγω 的被动过去分词)在此处用于表示旅人“投宿”或“留宿”。与 ἐπ' αὐτούς(在他们那里)连用,指代前几天曾在斯克达索斯家中留宿的斯巴达青年。
  2. 773fοὗ στενάξαντος καὶ κατὰ Λακεδαιμονίων ἀρὰς ποιουμένου ἀκούσας — 以关系代词 οὗ 开始的属格独立结构(οὗ στενάξαντος καὶ ... ποιουμένου)充当了修饰主句主语 ὁ Σκέδασος 的分词 ἀκούσας 的情境宾语(听到该老人叹息并发出诅咒)。
  3. 774aὧν μηδὲν προσεχόντων — 以关系代词 ὧν(先行词为前文的 τοῖς ἐφόροις“监察官们”)作为主语的属格独立结构。关系代词充当属格独立主语的用法是后古典时期希腊语中常见的一大语法特征。
  4. 774dπρὸ μιᾶς δʼ ἡμέρας ἢ συμβαλεῖν τοῖς Λακεδαιμονίοις — πρὸ ... ἢ + 不定式(συμβαλεῖν)的结构,表示“在……的前一天”。由于 πρὸ 带有比较意味,因此通过连词 ἤ 引导不定式从句。

引用这一段

普鲁塔克, 情话五则 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg114.humanitext-grc2:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。