§5ἀλλʼ ἡμῖν γε, γύναι, πρὸς ἀλλήλους οὔτʼ ἐκείνης ἐδέησε τῆς μάχης οὔτε ταύτης οἶμαι δεήσειν.
しかし妻よ、私たち二人の間においては、あの闘いも必要なかったし、この闘いも必要ないと私は思っています。
εὐτελείᾳ μὲν γὰρ τῇ περὶ τὸ σῶμα καὶ ἀθρυψίᾳ τῇ περὶ δίαιταν οὐδείς ἐστι τῶν φιλοσόφων, ὃν οὐκ ἐξέπληξας;
というのも、身体に関する簡素さと生活における質素さによって、哲学者たちのうちで、私たちとの交わりや親交に預かった者で、あなたに驚嘆しなかった者は一人もいないからです。
ἐν ὁμιλίᾳ καὶ συνηθείᾳ γενόμενον ἡμῖν· οὐδὲ τῶν πολιτῶν, ᾧ μὴ θέαμα παρέχεις ἐν ἱεροῖς καὶ θυσίαις καὶ θεάτροις τὴν· σεαυτῆς ἀφέλειαν.
また、市民たちのうちでも、神殿や犠牲式や劇場において、あなたの飾り気のなさを目にして、見事な光景を提供されなかった者は一人もいません。
ἤδη δὲ καὶ περὶ τὰ τοιαῦτα πολλὴν εὐστάθειαν ἐπεδείξω, τὸ πρεσβύτατον τῶν τέκνων ἀποβαλοῦσα· καὶ πάλιν, ἐκείνου τοῦ καλοῦ Χαίρωνος ἡμᾶς προλιπόντος.
またすでに、このような事柄についても、あなたは最も年長の子を失ったとき、そしてあの美しかったカイロンが私たちに先立って世を去ったとき、大きな不動の心を示しました。
μέμνημαι γὰρ ἀπὸ θαλάσσης ξένους μοι συνοδεύσαντας, ἀπηγγελμένης τῆς τοῦ παιδίου τελευτῆς, καὶ συνελθόντας ἅμα τοῖς ἄλλοις ἐς τὴν οἰκίαν·
私は覚えています。 子供の死が報じられたとき、私と一緒に海から旅をしてきて、他の人々と共に家に入ってきた客人たちのことを。
ἐπεὶ δὲ πολλὴν κατάστασιν ἑώρων καὶ ἡσυχίαν, ὡς ὕστερον διηγοῦντο καὶ πρὸς ἑτέρους, ᾤοντο μηδὲν εἶναι δεινὸν ἀλλὰ κενὸν ἄλλως ἐξενηνέχθαι λόγον·
彼らは、家の中に深い落ち着きと静けさがあるのを見て、のちに彼ら自身が他の人々にも語ったように、不吉なことは何も起きておらず、ただの噂が虚しく広まっただけだと思ったのです。
οὕτω σωφρόνως κατεκόσμησας τὸν οἶκον ἐν καιρῷ πολλὴν ἀκοσμίας ἐξουσίαν διδόντι, καίτοι τῷ σεαυτῆς ἐκεῖνον μαστῷ ἐξέθρεψας καὶ τομῆς ἠνέσχου τῆς θηλῆς περίθλασιν λαβούσης·
このように、あなたは、無秩序になるための多くの機会を与えるような時期にあっても、節度をもって家を整えました。 しかも、あなたは自分の乳房であの子を育て、乳頭が傷ついたときには切開手術にさえ耐えたのです。
γενναῖα γὰρ ταῦτα καὶ φιλόστοργα.
これらは気高く、深い愛情に満ちた行いです。
§6τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπʼ ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ, καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτʼ ἀποθανόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπʼ εὐνοίας ʽ εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν̓·
しかし、私たちは多くの母親たちが、他の人々によって子供たちが綺麗にされ、着飾らせられたときに、まるで玩具のように自分の手にとり、その後子供たちが亡くなると、虚しく報われない悲哀へと自らを注ぎ出すのを目にしています。 それは愛情によるものではありません(というのも、愛情は理性的であり、高貴なものだからです)。
ἀλλὰ μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ πρὸς κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα τὰ πένθη.
そうではなく、わずかな自然的感情に、虚栄に向かう多くの思いが混ざり合うことで、その悲哀が荒々しく、狂気じみ、和らげがたいものになるのです。
καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον·
そして、このことはイソポスの目をも逃れなかったようです。
ἔφη γὰρ οὗτος ὅτι, τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς, ᾔτει καὶ τὸ πένθος.
彼が言うには、ゼウスが神々に役割を分配していたとき、悲哀もまた要求しました。
ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις δὲ μόνοις καὶ θέλουσιν.
そこでゼウスは彼に役割を与えましたが、それはただ悲哀を自ら選び、望む人々の間においてのみでした。
ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γιγνόμενόν ἐστιν·
したがって、初めはこのように起こるのです。
αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφʼ ἑαυτόν.
すなわち、各人が自分自身で悲哀を招き入れるのです。
ὅταν δʼ ἱδρυθῇ χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται.
しかし、それが時間が経って定着し、共に育ち、同居するものとなると、いくら望んでも容易には立ち去らなくなります。
διὸ δεῖ μάχεσθαι περὶ θύρας αὐτῷ καὶ μὴ προσίεσθαι, φρουρὰν διʼ ἐσθῆτος ἢ κουρᾶς ἤ τινος ἄλλου τῶν τοιούτων, ἃ καθʼ ἡμέραν ἀπαντῶντα καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον καὶ ψοφοδεῆ ποιεῖ τὴν διάνοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλανθρώπου τραπέζης, τοιαῦτα περικειμένῃ καὶ μεταχειριζομένῃ διὰ τὸ πένθος.
それゆえ、私たちは玄関のところでそれと戦わなければならず、衣服や散髪、あるいはその他の同類のものによって、悲哀が防壁を築くのを許してはなりません。 これらは、日々出くわし、心に不快感を与えることで、精神を小さく、狭く、出口がなく、融通がきかず、臆病なものにしてしまいます。 それはまるで、悲哀のためにそのようなものを身にまとい、扱っているがゆえに、精神には笑いも光も人間らしい食卓も与えられていないかのようです。
ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν ὧν πᾶν τοὐναντίον ἔδει, τὴν ψυχὴν πονοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου.
身体の不摂生がこの害悪に伴い、また香油を塗ることや入浴、その他の養生に対する忌避が生じます。 だが、それらについては全く逆であるべきであって、苦しんでいる魂それ自体が、強健な身体を通じて助けられるべきなのです。
πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται τοῦ λυποῦντος, ὥσπερ ἐν εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεομένου.
なぜなら、身体が安らぎの中に解きほぐされるときには、苦痛をもたらすものの多くが、凪いだ海における波のように、鈍り、静まるからです。
ἐὰν δʼ αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης, καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας, ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι.
しかし、不摂生な生活から身体に乾燥や荒れが生じ、身体が魂に対して、苦痛や悲しみ以外に、まるで苦く不快な呼気のような、好ましく有益なものを何一つ送らなくなると、もはや気力を取り戻そうと望んでも、容易にはできなくなります。
τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν.
そのように損なわれた魂は、このような状態に陥ってしまうのです。