§1ὅν ἔπεμψας ἀπαγγελοῦντα περὶ τῆς τοῦ παιδίου τελευτῆς·
あなたが我が子の死を知らせるために送り出した者は、アテナイへと赴く途中で道を見失ってしまったようです。
, ἔοικε διημαρτηκέναι καθʼ ὁδὸν εἰς Ἀθήνας πορευόμενος· ἐγὼ δʼ εἰς Τάναγραν ἐλθὼν ἐπυθόμην παρὰ τῆς θυγατριδῆς.
私はタナグラに着いて、姪からそのことを聞きました。
τὰ μὲν οὖν περὶ τὴν ταφὴν ἤδη νομίζω γεγονέναι·
葬儀に関する事柄は、すでに執り行われたものと思っています。
γεγονότα δʼ ἐχέτω ὥς σοι μέλλει καὶ νῦν ἀλυπότατα καὶ πρὸς τὸ λοιπὸν ἕξειν.
終わったことは、あなたにとっていま最も苦痛が少なく、また将来的にもそのようにある形で保たれますように。
εἰ δέ τι βουλομένη μὴ πεποίηκας ἀλλὰ μένεις τὴν ἐμὴν γνώμην, οἴει δὲ κουφότερον οἴσειν γενομένου·
もしあなたが望みながらもまだ行っていないことがあり、私の意見を待っているのであって、それを行う方がより気持ちが軽くなるとお考えなら、そうしてください。
καὶ τοῦτʼ ἔσται δίχα πάσης περιεργίας καὶ δεισιδαιμονίας, ὧν ἥκιστά σοι μέτεστι.
それもまた、余計な骨折りや迷信とは一切無縁の形で行われることでしょう。 それらはあなたに最も似つかわしくないものなのですから。
§2μόνον, ὦ γύναι, τήρει κἀμὲ τῷ πάθει καὶ σεαυτὴν ἐπὶ τοῦ καθεστῶτος.
ただ、妻よ、この悲哀にあっても、私とあなた自身を落ち着いた状態に保つようにしてください。
ἐγὼ γὰρ αὐτὸς μὲν οἶδα καὶ ὁρίζω τὸ συμβεβηκὸς ἡλίκον ἐστίν· ἂν δὲ σε τῷ δυσφορεῖν ὑπερβάλλουσαν εὕρω, τοῦτό μοι μᾶλλον ἐνοχλήσει τοῦ γεγονότος.
というのも、私自身、起こった出来事がどれほど重大であるかはよく理解し、わきまえておりますが、もしあなたが過度に悲嘆に暮れているのを目にすることになれば、それは私にとって、起こった出来事そのものよりも苦痛となるでしょうから。
καίτοι οὐδʼ αὐτὸς
ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
ἐγενόμην οἶσθα δὲ καὶ αὐτή, τοσούτων μοι παιδίων ἀνατροφῆς κοινωνήσασα, πάντων ἐκτεθραμμένων οἴκοι διʼ αὐτῶν ἡμῶν·
もっとも、私とてオークの木や岩から生まれたわけではありません。 そのことは、これほど多くの子どもたちの養育を私と共にしてくれ、その全員を私たち自身の手で家庭で育て上げてきたあなた自身もよく知っているはずです。
τούτου δέ, ὅτι καὶ σοὶ ποθούσῃ θυγάτηρ μετὰ τέσσαρας υἱοὺς ἐγεννήθη κἀμοὶ τὸ σὸν ὄνομα θέσθαι ποθούμενον ἑν αὐτῇ παρέσχεν, ἀγαπητοῦ διαφερόντως μοι γενομένου.
そしてこの子については、4人の息子の後に、娘を望んでいたあなたに生まれ、私にとっても、あなたの名前をその子に授けたいという切なる願いをかなえてくれた子であり、とりわけ愛おしい存在でした。
πρόσεστι δὲ καὶ δριμύτης ἰδία τις τῷ πρὸς τὰ τηλικαῦτα φιλοστόργῳ, καὶ τὸ εὐφραῖνον αὐτῶν καθαρόν ἐστι καὶ πάσης ἀμιγὲς ὀργῆς καὶ μέμψεως.
そのような幼い子への愛情には、独特の強烈さがあるものですし、また彼らによる喜びは純粋で、あらゆる怒りや責め心とも無縁です。
αὕτη δὲ καὶ φύσει θαυμαστὴν ἔσχεν εὐκολίαν καὶ πραότητα, καὶ τὸ ἀντιφιλοῦν καὶ χαριζόμενον αὐτῆς ἡδονὴν ἅμα καὶ κατανόησιν τοῦ φιλανθρώπου παρεῖχεν·
しかも、この子は生まれつき驚くほど気立てが良く穏やかで、その愛を返し、喜ばせようとする仕草は、喜びをもたらすと同時に、その優しい性質を私たちに感じさせてくれました。
, οὐ γὰρ μόνον βρέφεσιν ἄλλοις ἀλλὰ καὶ σκεύεσιν, οἷς ἐτέρπετο, καὶ παιγνίοις ἐκέλευε τὴν τίτθην διδόναι καὶ προσφέρειν τὸν μαστὸν καὶ προσεκαλεῖτο καθάπερ πρὸς τράπεζαν ἰδίαν ὑπὸ φιλανθρωπίας, ὧνπερ ἐγίγνωσκε καὶ εἶχε τὰ ἥδιστα κοινουμένη τοῖς εὐφραίνουσιν αὐτήν.
というのも、他の赤ん坊だけでなく、自分が気に入っていたおもちゃや道具に対しても、乳母に頼んでそれらに乳を飲ませ、あてがわせようとし、まるで自分の食卓へと招くかのように、その優しい心根から、自分が知っていて持っている最も好ましいものを、自分を喜ばせてくれるものたちと分け合おうとしていたからです。
§3ἀλλʼ οὐχ ὁρῶ, γύναι, διὰ τί ταῦτα καὶ τὰ τοιαῦτα ζώσης μὲν ἔτερπεν ἡμᾶς νυνὶ δʼ ἀνιάσει καὶ συνταράξει, λαμβάνοντας ἐπίνοιαν αὐτῶν.
しかし妻よ、なぜこれらのことや、これに類することが、あの子の存命中には私たちを喜ばせていたのに、今となってはその思い出を抱くときに、私たちを苦しめ、かき乱さなければならないのか、私には分かりません。
ἀλλὰ καὶ δέδια πάλιν, μὴ συνεκβάλωμεν τῷ λυποῦντι τὴν μνήμην, ὥσπερ ἡ Κλυμένη λέγουσα
"
μισῶ δʼ εὐάγκαλον
τόξον κρανείας, γυμνάσιά δʼ οἴχετ
"
ἀεὶ φεύγουσα καὶ τρέμουσα τὴν ὑπόμνησιν τοῦ παιδός, ὅτι συμπαροῦσαν λύπην εἶχεν·
むしろ私は、苦痛を伴うがゆえに記憶そのものまで一緒に追い出してしまうのではないかと恐れるのです。 ちょうどクリュメネが、「私は好ましい、山茱萸の木で作られた弓を憎む。 練習場も消え去ってしまった」と言って、子どもの思い出を常に避け、恐れていたように。 それは彼女がその思い出に伴う苦痛を抱えていたからでした。
πᾶν γὰρ ἡ φύσις φεύγει τὸ δυσχεραινόμενον.
自然というものはすべて、不快なものを避けるものだからです。
δεῖ γάρ, ὥσπερ αὐτὴ πάντων ἥδιστον ἡμῖν ἄσπασμα καὶ θέαμα καὶ ἄκουσμα παρεῖχεν ἑαυτήν, οὕτω καὶ τὴν ἐπίνοιαν αὐτῆς ἐνδιαιτᾶσθαι καὶ συμβιοῦν ἡμῖν πλέον ἔχουσαν, μᾶλλον δὲ πολλαπλάσιον, τὸ εὐφραῖνον ἢ τὸ λυποῦν·
なぜなら、あの子自身が私たちにとって最も心地よい抱擁であり、光景であり、歌声であったように、あの子の思い出もまた、私たちの心に住まい、私たちと共に生きていかなければならず、そこでは悲しみよりも喜びが、いや、何倍もの喜びが勝っていなければならないからです。
εἴπερ ἄρα τι τῶν λόγων, οὓς πολλάκις εἰρήκαμεν πρὸς ἑτέρους, εἰκός ἐστι καὶ ἡμῖν ὄφελος ἐν καιρῷ γενέσθαι, καὶ μὴ καθῆσθαι μηδʼ ἐγκεκλεῖσθαι πολλαπλασίας ταῖς ἡδοναῖς ἐκείναις λύπας ἀντιδιδόντας.
私たちが他者に対してしばしば語ってきた言葉が、折よく私たち自身の助けとなり、かつてのあの数々の喜びに何倍もの悲しみを代償として支払って、ただ座り込み、自らを閉じ込めてしまうようなことのないようにするためにも。
§4καὶ τοῦτο, λέγουσιν οἱ παραγενόμενοι καὶ θαυμάζοντες, ὡς οὐδʼ ἱμάτιον ἤλλαξας οὐδὲ σαυτῇ τινα προσήγαγες ἢ θεραπαινίσιν ἀτημέλειαν·
そしてこのこと、すなわち、あなたが服を着替えることもせず、ご自身にも侍女たちにも、何一つ身なりの乱れを許さなかったことを、その場に居合わせた人々は口にし、感嘆しています。
οὐδʼ ἦν παρασκευὴ πολυτελείας πανηγυρικῆς περὶ τὴν ταφήν, ἀλλʼ ἐπράττετο κοσμίως πάντα καὶ σιωπῇ μετὰ τῶν ἀναγκαίων.
葬儀に関しても、祝祭のような贅沢な準備はなく、すべてが身内だけで厳かに、そして静かに執り行われました。
ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐθαύμαζον, εἰ μηδέποτε καλλωπισαμένη περὶ θέατρον ἢ πομπὴν ἀλλὰ καὶ πρὸς ἡδονὰς ἄχρηστον ἡγησαμένη τὴν πολυτέλειαν, ἐν τοῖς σκυθρωποῖς διεφύλαξας τὸ ἀφελὲς καὶ λιτόν.
劇場や行列のために決して着飾ることなく、また贅沢というものを快楽に対しても無益なものとみなしてきたあなたが、このような悲しみのなかにあっても、飾り気のない素朴さを保ち続けたことは、私にとっては驚くべきことではありません。
οὐ γάρ
ἐν βακχεύμασι
δεῖ μόνον τὴν σώφρονα μένειν ἀδιάφθορον, ἀλλὰ μηδὲν οἴεσθαι ἧττον τὸν ἐν πένθεσι σάλον καὶ τὸ κίνημα τοῦ πάθους ἐγκρατείας δεῖσθαι διαμαχομένης οὐ πρὸς τὸ φιλόστοργον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ πρὸς τὸ ἀκόλαστον τῆς ψυχῆς.
節度ある女性は、単にバッカスの狂乱の中にあっても堕落せずにいるべきであるだけでなく、悲哀の中での揺らぎや感情の高ぶりもまた、それと少しも変わらず自制を必要としていると考えるべきだからです。 その自制が戦う相手は、多くの人が思っているような家族への情愛ではなく、魂の無節制なのです。
τῷ μὲν γὰρ φιλοστόργῳ χαριζόμεθα τὸ ποθεῖν καὶ τὸ τιμᾶν καὶ τὸ μεμνῆσθαι τῶν ἀπογενομένων, ἡ δὲ θρήνων ἄπληστος ἐπιθυμία καὶ πρὸς ὀλοφύρσεις ἐξάγουσα καὶ κοπετοὺς αἰσχρὰ μὲν οὐχ ἧττον τῆς περὶ τὰς ἡδονὰς ἀκρασίας, λόγῳ δὲ συγγνώμης ἔτυχεν, ὅτι τὸ λυπηρὸν αὐτῆς καὶ πικρὸν ἀντὶ τοῦ τερπνοῦ τῷ αἰσχρῷ πρόσεστι.
家族への情愛ゆえに、私たちは故人を慕い、敬い、記憶することを認めますが、嘆き悲しむことへの飽くなき切望や、絶叫や胸をかきむしる叩きへと人を駆り立てる行為は、快楽に対する無節制に劣らず恥ずべきことであるにもかかわらず、その恥ずべき側面に快楽の代わりに苦痛と苦渋が伴っているという理由だけで、世間からは大目に見られているのです。
τί γὰρ ἀλογώτερον ἢ τὸ γέλωτος μὲν ὑπερβολὰς καὶ περιχαρείας ἀφαιρεῖν, τοῖς δὲ κλαυθμῶν καὶ ὀδυρμῶν ῥεύμασιν ἐκ μιᾶς πηγῆς φερομένων εἰς ἅπαν ἐφιέναι;
なぜなら、過度の笑いや過剰な喜びを抑制する一方で、同じ一つの源泉から流れ出る涙と嘆きの奔流を、無制限に解き放つことほど不条理なことがあるでしょうか。
καὶ περὶ μύρου μὲν ἐνίους καὶ πορφύρας διαμάχεσθαι ταῖς γυναιξί, κουρὰς δὲ συγχωρεῖν πενθίμους καὶ βαφὰς ἐσθῆτος μελαίνας καὶ καθίσεις ἀμόρφους καὶ κατακλίσεις ἐπιπόνους;
また、香油や紫の衣について妻と言い争う夫たちがいる一方で、悲しみのあまり髪を切り落とすことや、服を黒く染めること、見苦しい姿勢で座り込むこと、苦痛を伴う格好で横たわることなどを容認するのはなぜでしょうか。
καί, ὃ δὴ πάντων ἐστὶ χαλεπώτατον, ἂν οἰκέτας ἢ θεραπαινίδας κολάζωσιν ἀμέτρως καὶ ἀδίκως, ἐνίστασθαι καὶ κωλύειν αὐτάς, ὑφʼ ἑαυτῶν δʼ ὠμῶς κολαζομένας καὶ πικρῶς περιορᾶν ἐν πάθεσι καὶ τύχαις ῥᾳστώνης καὶ φιλανθρωπίας δεομέναις;
そして最も耐え難いことに、もし他人が奴隷や侍女たちを過度にかつ不当に処罰しようとするなら、それに介入して制止する女性たちが、心身の安らぎといたわりを必要としている悲痛と不運のなかにあって、自分自身を酷使し、過酷に罰しているのを、ただ黙って見過ごしているのはなぜでしょうか。