§12ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ παρηγορήματα μηχανᾶσθαι·
しかし、これらの手段は、おそらく完全に頑なで嫉妬深い人々に対して工夫すべき治療薬や慰め薬なのだろう。
πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων·
これに対し、分別のある人々に対しては、称賛を修正することを用いるのも不条理ではない。
εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδʼ ἐφʼ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλʼ ἐπαινεῖν ὡς χρὴ διδάσκων.
もし誰かが、雄弁であるとか、裕福であるとか、有力であるとして自分を称賛するなら、それらを自分のこととして言わないようにと求め、むしろ、もし自分が善良で、無害で、有益であるならば、そうした点について語るよう求めるのである。 というのも、このようにする人は、称賛を新たに持ち込んでいるのではなく、移し替えているのであり、自分を称賛する者たちに喜んでいるようには見えず、むしろ、不適切であり、称賛すべきでないことに対して称賛されていることに不快感を抱き、より劣ったものをより優れたもので覆い隠そうとしているように見えるからである。 それは、自分自身が称賛されたいと思っているのではなく、どのように称賛すべきかを教えているのである。
τὸ γάρ
οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχους
τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι.
なぜなら、「私は都市を石や煉瓦で囲んだのではない。 もし私の築城を見たいと思うなら、武器や、馬や、同盟者を見出すだろう」という言葉は、まさにこのようなことに触れているように思われるからである。
καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον·
そしてペリクレスの言葉はなおさらそうである。
ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος ἀπολέλοιπεν ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατʼ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον τῆ ἀρετῆς ἐγκώμια λέγοντας·
彼がすでに最期を迎えようとしていたとき、彼の友人たちは、嘆き悲しみ、うろたえながら、彼の将軍職としての事績やその権力、また彼がアテナイ人のためにどれほど多くのトロパイオンや勝利や都市を獲得して残したかを回想していた。 しかし、彼は身を少し起こして彼らをたしなめ、彼らが、多くの人々に共通することや、徳というよりはむしろ幸運によるいくつかの事柄に対する称賛を口にしているとして非難した。
τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι διʼ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε.
そして、彼の最も美しく、最も偉大で、彼独自の特徴、すなわち、彼のおかげでアテナイ人の誰も黒い衣服を身にまとわなかったことを彼らが省いているとして非難したのである。
τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος·
この手本は、弁論家が、もし彼が優れた人物であるなら、言論の巧みさについて称賛されたときに、その称賛を自分の生き方や人柄へと移し替えることを可能にする。
καὶ στρατηγῷ θαυμαζομένῳ διʼ ἐμπειρίαν πολεμικὴν ἢ εὐτυχίαν, περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν
"οὔ τίς τοι θεός εἰμι·
また、将軍が、軍事的な経験や幸運のゆえに称賛されているときに、自分の温厚さや正義について率直に語ることも可能にする。 さらに逆に、多くの諂い手たちが嫉妬を招くような、あまりに途方もない称賛を口にするときには、こう言うことも可能にする。 「私は決して神ではない。
τί μʼ ἀθανάτοισιν ἐίσκεις;
なぜ私を不死の神々になぞらえるのか」と。
"
ἀλλʼ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον.
「そうではなく、もしあなたが私を真に知っているなら、私の収賄をしないこと、節度、思慮深さ、あるいは人間愛を称賛しなさい」と。
ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ μὴ προσδεχομένων.
なぜなら、嫉妬は、より大きなものを辞退する者に対して、より控えめなものを快く与えるものであり、また真実の称賛は、偽りの虚しいものを受け入れない人々から奪われることはないからである。
διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους ἢ φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες.
それゆえ、王たちの中で、自分を神々や神々の子と宣言されることを望まず、むしろ「フィラデルフォス」、「フィロメトル」、「エウエルゲテス」、「テオフィレス」と呼ばれることを望んだ人々を、人々はこれらの美しくも人間的な称号によって称えることを嫌がらなかったのである。
ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν ἀνεπίφθονον καὶ μέτριον λέγουσιν.
同様に、書く者や語る者たちの中で、「知恵」の名を自ら称する者たちを疎ましく思う一方で、自分について「哲学する」とか「進歩している」とか、何かそのような反感を買わない控えめなことを言う人々を人々は喜ぶのである。
οἱ δὲ ῥήτορες καὶ σοφισταὶ τὸ
θείως
καὶ τὸ
δαιμονίως
καὶ τὸ
μεγάλως
ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸ
μετρίως
καὶ τὸ
ἀνθρωπίνως
προσαπολλύουσι.
これに対して、弁論家やソフィストたちは、彼らの演説において、「神がかりに」とか「驚異的に」とか「大いなる形で」といった言葉を受け入れることで、「適度に」とか「人間らしく」といった評判をも同時に失ってしまうのである。
§13καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδʼ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν·
さらにまた、眼病を患っている人々にあまりにまぶしい光で不快感を与えないよう気をつける人々が、光に少し影を混ぜ合わせるように、そのようにして、一部の人々は、自分たちへの称賛を完全に輝かしく混じり気のないものとして提示するのではなく、何か些細な欠陥や、失敗や、軽い過ちを混入させることで、それらの不快さや天罰を招くような性質を取り除くのである。
ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς
""
ʼἀντικρὺ χρόα τε ῥηξει σύν τʼ ὀστέ" ἀράξει. ʼ ʼἧ οὐχ ἅλις ʽφησίνʼ ʼὅττι μάχης ἐπιδεύομαι;
例えばエペイオスが、拳闘について少なからぬ大言壮語をし、豪語して、「真っ向から皮膚を裂き、骨をも砕くだろう」と言った後に、「私が戦闘において劣っているということだけで十分ではないのか」と言ったように。
ʼ ʼ ἀλλʼ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθʼ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ Ὀδυσσεὺς
"
αὐτὰρ ἐμὸν κῆρ
ἤθελʼ ἀκουέμεναι, λῦσαι δʼ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων.
しかし、彼は、アスリートとしての自慢を臆病さや意気地なさの告白によって和らげようとしたのだから、おそらく滑稽である。 だが、自分について何か物忘れや、無知や、名誉欲、あるいは特定の学びや議論を聴くことへの怠慢を口にするのは、調和が取れていて優雅である。 ちょうどオデュッセウスが、「しかし、私の心はそれを聴くことを望み、眉を動かして合図を送り、仲間たちに私を解放するよう命じた」と言ったように。
"
καὶ πάλιν
"
ἀλλʼ ἐγὼ οὐ πιθόμην ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
また別の箇所で「しかし私は従わなかった。 従っていれば遥かに有益であったろうに。 彼自身を見て、彼が私に客人としての贈り物をもてなしてくれるかどうかを確かめるために」と言ったように。
"
καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδʼ ἀγεννεῖς· ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι.
総じて、完全に恥ずべきものでも、卑劣でもない過ちであれば、称賛に添えられることで嫉妬を取り除く。
πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται·
また多くの人々が、貧しさや、困窮、そして誓って言うが、身分の低さの告白を、時として称賛の内に挿入することで、嫉妬をより鈍いものにしている。
καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι καὶ
τοιοῦτόν ἐστιν
ἔφη
τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον·
例えば、アガトクレスは、若者たちに金製や彫刻の施された杯を差し出して祝杯を挙げながら、土器の杯も持って来させ、「粘り強さ、勤勉、そして勇気とはこのようなものだ。
ἡμεῖς πάλαι ταῦτα, νῦν δʼ ἐκεῖνα ποιοῦμεν
ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας.
私たちはかつてこれを、今はあれを作っているのだ」と言った。 なぜなら、アガトクレスは家柄の低さと貧しさのために陶器の作業場で育ったとみなされていたが、その後、シケリアのほぼ全土を支配する王となったからである。