Humanitext Reader

プルタルコス · 富への愛好について §8-10

富の虚栄と不要なものの誇示

4 / 4 箇所 · ギリシア語

要旨

著者は富の自慢の本質が「不要なもの」の使用にあり、他人の目がないと無価値になる虚栄的なものであることを指摘し、常に魂を喜ばせる節度や美徳との対比を語る。

§8τί οὖν;
それでは何なのか、と誰かが言うだろう。
φήσει τις, οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι;
何人かの人々は財産を豊かに使っているのを見ないのか、と。
σὺ δʼ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος, ὅτι·
それに対して私たちは、アリストテレスが次のように言っているのを聞かないのか、と言うだろう。
οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὔδʼ ἑτέρου προσήκοντος;
曰く、一方の人々は使わず、他方の者は誤って使う、あたかもどちらの財産も自分に関係がないかのように。
ἀλλʼ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει.
しかし、前者には自分の持ち物が何の役にも立たず、飾りにもならないが、後者には害を及ぼし、不名誉をもたらすのだ。
φέρε δὴ σκεψώμεθα τὸ πρῶτον.
さあ、最初のことを検討してみよう。
τίνων τίς ἡ χρῆσις αὕτη, διʼ ἣν θαυμάζεται ὁ πλοῦτος;
いかなる人々にとって、富が賞賛される原因であるこの使用とはどのようなものか。
πότερον τῶν ἀρκούντων ἢ τῶν περιττῶν;
必要なものの使用なのか、それとも余計なものの使用なのか。
εἰ γὰρ τῶν ἀρκούντων, οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κεκτημένων·
なぜなら、もし必要なものの使用であるなら、富者たちは適度な財産を持つ人々よりも多くを持っているわけではない。
ἀλλὰ τυφλὸς καὶ ἄπλουτος ὁ πλοῦτός ἐστιν ὥς φησι Θεόφραστος, καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας ὁ πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας ὁ Θηβαίων εὐπορώτατος ἐχρῶντο τούτοις, οἷς Σωκράτης καὶ Ἐπαμεινώνδας.
むしろ、テオプラストスが言うように、富は盲目で富を持たないものであり、アテナイ人の中で最も富裕なカリアスや、テーバイ人の中で最も裕福なイスメニアスが、ソクラテスやエパメイノンダスが使っていたのと同じものを使っていたとしたら、実に羨ましくないものである。
ὡς γὰρ Ἀγάθων τὸν αὐλὸν ἀπέπεμψεν ἐκ τοῦ συμποσίου πρὸς τὰς γυναῖκας, οἰόμενος ἀρκεῖν τοὺς λόγους τῶν παρόντων· οὕτως ἀποπέμψειας ἂν καὶ στρωμνὰς ἁλουργεῖς καὶ τραπέζας πολυτελεῖς καὶ τὰ περιττὰ πάντα, τοὺς,· πλουσίους ὁρῶν χρωμένους οἷς οἱ πένητες·
アガトンが、居合わせた人々の言葉だけで十分だと考えて、宴席から女たちのところへフルートの奏者を送り出したように、もし富者が貧者たちと同じものを使っているのを見るなら、紫色の敷物も豪華なテーブルも、すべての余分なものも送り出してしまうだろう。
οὐκ " αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
「すぐに舵を煙の上に置くことになり、雄牛や労苦に耐えるラバの働きは失われてしまうだろう」ということはない。
" ἀλλὰ χρυσοχόων καὶ τορευτῶν καὶ μυρεψῶν καὶ μαγείρων, καλῆς καὶ σώφρονος γενομένης ξενηλασίας, τῶν ἀχρήστων.
むしろ、金細工師、彫刻師、調香師、料理人、そして[その他の]無用な者たちを、美しく分別ある「外国人追放」によって追放すべきである。
εἰ δὲ τὰ μὲν ἀρκοῦντα κοινὰ καὶ τῶν μὴ πλουσίων καὶ τῶν πλουσίων ἐστί, σεμνύνεται δʼ ὁ πλοῦτος ἐπὶ τοῖς περισσοῖς· καὶ τὸν Σκόπαν τὸν Θεσσαλὸν ἐπαινεῖς, ὃς αἰτηθείς τι τῶν κατὰ τὴν οἰκίαν ὡς περιττὸν αὐτῷ καὶ ἄχρηστον ἀλλὰ μήν ἔφη τούτοις ἐσμὲν ἡμεῖς εὐδαίμονες καὶ μακάριοι τοῖς περιττοῖς, ἀλλʼ οὐκ ἐκείνοις τοῖς ἀναγκαίοις· ὅρα μὴ πομπὴν ἐπαινοῦντι καὶ πανήγυριν μᾶλλον ἢ βίον ἔοικας.
もし必要なものが富まざる者と富める者の共通のものであり、富が余計なものによって誇るのだとしたら、そして、君がテッサリア人のスコパスを、家の中の何か自分にとって余分で無用なものを求められたときに、「しかし実に、私たちはこれらの余計なものによって幸福で祝福されているのであって、あの必要なものによってではない」と言ったのを称賛するならば、君は生き方よりもむしろ行列や祭礼を称賛している者に似ていないか、注意せよ。
ἡ πάτριος τῶν Διονυσίων ἑορτὴ τὸ παλαιὸν ἐπέμπετο δημοτικῶς καὶ ἱλαρῶς, ἀμφορεὺς οἴνου καὶ κληματίς, εἶτα τράγον τις εἷλκεν, ἄλλος ἰσχάδων ἄρριχον ἠκολούθει κομίζων, ἐπὶ πᾶσι δʼ ὁ φαλλός ἀλλὰ νῦν ταῦτα παρεώραται καὶ ἠφάνισται, χρυσωμάτων περιφερομένων καὶ ἱματίων πολυτελῶν καὶ ζευγῶν ἐλαυνομένων καὶ προσωπείων.
祖先伝来のディオニュシアの祭りは、昔は庶民的で陽気に執り行われていた。 一本の酒のアンフォラとブドウの枝、それから誰かが山羊を引き、別の者は乾燥イチジクの入った籠を担いで従い、そしてすべての最後にファロスがあった。 しかし今やこれらは無視され消え去り、金器が持ち回られ、豪華な衣装がまとわれ、馬車が走らされ、仮面が用いられている。
οὕτω τἀναγκαῖα τοῦ πλούτου καὶ χρήσιμα τοῖς ἀχρήστοις κατακέχωσται καὶ τοῖς περιττοῖς.
このように、富の必要で有益なものは、無用で余計なものの下に埋もれてしまっている。
§9οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν καὶ γὰρ ἐκεῖνος ὑπʼ ἀπειρίας μᾶλλον δʼ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδύν, οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢ καὶ τῶν χρησίμων·
しかし私たち多くの者は、テレマコスの経験を被っている。 なぜなら彼も、経験不足というか、むしろ審美眼の欠如から、ネストルの家が寝台、テーブル、着物、敷物、甘いワインを備えているのを見て、必要なものや有益なものを十分に持っている者を祝福しなかったが、メネラオスのところで、象牙や金や琥珀を見て仰天し、次のように言った。
παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε " Ζηνὸς που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή· ὅσσα τάδʼ ἄσπετα πολλά·
「ゼウス、オリンポスの宮殿の内はこれほどであろう、これほど多くの無数のものがある。
σέβας μʼ ἔχει εἰσορόωντα " Σωκράτης δʼ ἂν εἶπεν ἢ καὶ Διογένης "ὅσσα τάδʼ ἄθλια πολλὰ" καὶ ἄχρηστα καὶ μάταια·
それを見て私には畏敬の念が湧く」しかしソクラテス、あるいはディオゲネスならこう言っただろう。 「これほど多くの惨めなものがある」無用で無駄なものが。
"γέλως μʼ ἔχει εἰσορόωντα. " τί λέγεις, ἀβέλτερʼ, ὃς τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;
「それを見て私には笑いが湧く」愚か者よ、お前は何を言っているのか。 妻が贅沢や異国趣味をやめるように、彼女の紫衣や装飾品を取り上げるべきなのに、逆に家の方を、入ってくる者たちのために劇場や舞台のように飾り立てるのか。
§10τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν.
富はそのような幸福を持っている。 すなわち、観客と証人を必要とし、彼ら全員の前で行列を作って見せびらかさなければ、それは全く無に等しいという幸福である。
ἀλλʼ οὐχ ὅμοιόν γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν·
しかし、節度を持つこと、哲学すること、神々について知るべきことを知ることは、これとは全く異なる。
ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους, ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇ ἀντιλαμβανομένῃ τἀγαθοῦ, ἂν τʼ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας.
たとえすべての人間から隠れていても、魂の中に独自の輝きと大きな光を持ち、それ自身の中で善を把握している魂に、同居する大きな喜びをもたらす。 誰かがそれを知っていようと、あるいはすべての神々と人間から隠れていようと同じである。
τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια·
美徳、真理、幾何学や天文学の学習の美しさとはそのようなものであり、これらに富のあらゆるあの馬の飾りや首飾り、少女趣味の出し物を比較することは価値があるだろうか。
καὶ θεάματα κορασιώδη παραβαλεῖν ἄξιον, ἃ μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος;
それとも、誰も見ておらず注視していないときには、本当に盲目で光のないものに富はなってしまうのか。
μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν·
実際、金持ちが妻や親しい者たちとだけで食事をするとき、彼は金のテーブルや金の杯を煩わせることはなく、ありあわせのものを使う。 また、妻も金をつけず、紫衣もまとわず、質素に同席する。
ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται, νηῶν δʼ ἔκφερε λέβητάς τε τρίποδάς τε· τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάντα κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες.
しかし、会食、すなわち行列や劇場が組織され、金持ち風の芝居が上演されるときには、「船から大釜や三脚釜を運び出し」彼らはランプに執着し、杯の周りを取り囲み、給仕を交代させ、すべてを着せ替え、すべてを動かし、金、銀、宝石をちりばめたもの、要するに自分たちが富んでいることを公に認めるのである。
ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης.
しかし節度や正義は、たとえ一人で食事をするときであっても必要とされる。

語釈・文法注

  1. 527aκαθάπερ οὔδʼ ἑτέρου προσήκοντος — 属格絶対。οὔδʼ ἑτέρου は「どちらでもない」の属格。προσήκοντος は非人称的に用いられる動詞 προσήκει の現在分詞で、全体として「どちらの財産も彼らにまったく関係がないかのように」という意味を表す。
  2. 527cοὐκ αἶψά κε ... ἀλλὰ ... — οὐκ は前文の可能性を示す希求法(οὕτως ἀποπέμψειας ἂν)と連動し、後続の ἀλλὰ... と対比される。ヘシオドスの詩句が示すような、極端な生活・労働手段の放棄がすぐに起こるのではなく、むしろ無駄な職人たちを追放すべきだという論理の帰結を示す。
  3. 528aοἷς πάντα τὰ τοῦ πλούτου φάλαρα ταῦτα ... παραβαλεῖν ἄξιον — οἷς は関係代名詞の与格で、先行詞である美徳(ἀρετή)、真理(ἀλήθεια)、幾何学や天文学の学習(μαθήματα)を指す。非人称表現の ἄξιον(ἐστί が省略)が不定詞 παραβαλεῖν(比較すること)を伴い、「これらに富のあらゆる飾りを比較することは価値があるだろうか(=いや、比較に値しない)」という修辞的疑問を構成する。

この箇所を引用する

プルタルコス, 富への愛好について §8-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg103.humanitext-grc2:8-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。