§1ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον·
风通しが悪いか、暗いか、寒風が吹き込むか、あるいは不健康な家から逃れることは、おそらく最善である。
ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι.
しかし、もし習慣によってその土地に愛着を抱くなら、明かりの位置を変え、階段を改め、ある扉を開き、別の扉を閉めることによって、家をより明るく、風通しよく、より健康的なものに仕上げることができる。
καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς; τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος.
また、都市の中にも、このように位置を変えることによって有益な変化を遂げたものがある。 たとえば、私の祖国は西風の方向に傾いており、夕方にはパルナソス山から照りつける過酷な太陽を受けていたが、東の方向に転向させられたと、カイロンによって言われている。
ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας.
自然哲学者エンペドクレスは、平野に向けて重苦しく不健康な南風を吹き送っていた山の裂け目を塞ぐことによって、その土地から疫病を締め出したとみなされた。
ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς·
したがって、魂に不健康で有害な、また嵐や暗闇をもたらすような情念があるとき、これらを外に押し出して根本から破壊し、自らに晴天と光と清らかな風を与えることが最善である。
εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας.
もしそれができないなら、少なくとも、それらを何らかの方法で振り向けたり、回転させたりして、転換し、調和させ直すことである。
οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειὰ τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας.
たとえば、ただちに例を挙げれば、お節介とは他人の不幸に対する一種の知識欲であり、羨望や悪意から免れているとは思われない病気である。
"
τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
κακὸν ὀξυδορκεῖς τὸ δʼ ἴδιον παραβλέπεις;
「きわめて意地の悪い人間よ、なぜ他人の不幸には目ざといのに、自分自身の不幸は見落とすのか。
"
μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν·
」お節介の向きを外側から移し、内側へと振り向けなさい。 もし不幸な事柄を調べるという探究を楽しむなら、家の中に多くのなすべき仕事がある。
"ὅσσον ὕδωρ κατʼ Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,ʼ"
τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν.
「アリゾン川を流れる水の量、あるいは樫の木の周りの木の葉の数ほども、」それほど多くの過ちを自分の生き方に、情念を自分の魂に、手落ちを自分の義務の中に見出すだろう。
ὡς γὰρ ὁ Ξενοφῶν λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δʼ ἀπὸ ζηλοτυπίας τὰ δʼ ἀπὸ δειλίας τὰ δʼ ἀπὸ μικρολογίας·
クセノポンが『家政論』において、犠牲式に用いる道具のための固有の場所があり、食事用の器具のための固有の場所があり、農具は別の場所に置かれ、戦争用のものは離して置かれると述べているように、そのようにあなたにとっても、ある悪徳は嫉妬から生じて置かれ、あるものは羨望から、あるものは臆病から、あるものは卑小な心から生じて置かれている。
ταῦτʼ ἔπελθε, ταῦτʼ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δʼ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας·
これらを探求し、これらを見直しなさい。 隣人たちの家へと向かう窓や、お節介の通路を塞ぎ、自分の男部屋や女部屋、あるいは召使たちの居室へと通じる、別の窓や通路を開けなさい。
ἐνταῦθʼ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλʼ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος
"πῆ παρέβην;
そこには、無益でも悪意に満ちたものでもなく、有用で救いとなるような仕事が、この知識欲が強く詮索好きな性質に与えられており、各自が自分自身に向かってこう言うことになる。 「私はどこで道を踏み外したか。
τί δʼ ἔρεξα;
私は何をなしたか。
τί μοι δέον οὐκ ἐτελέσθη;
私になすべきことで、なされなかったものは何か。
" §2νῦν δʼ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι·
」今や、神話の中でラミアが、家の中では盲目で眠っており、ある容器の中に目を取り外してしまっているが、外に出るときにはそれらを装着して物を見る、と言われているように、私たちの誰もが、外に対して、また他人に対して、悪意をもってお節介を目のように引き入れて凝らす。
τοῖς δʼ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπʼ ἀγνοίας, ὄψιν ἐπʼ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι.
しかし、自分自身の過ちや悪徳に対しては、無知のためにしばしばつまずいている。 それらに視線や光を向けようとしないからである。
διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων·
それゆえ、お節介な人間は敵にとっても有益である。
τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δʼ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν.
なぜなら、彼は彼らの欠点を暴き、指摘し、彼らに警戒し正すべきところを示す一方で、自分の家にある多くのことを見過ごしているからである。 これは外への狂奔のためである。
ὁ μὲν γὰρ Ὀδυσσεὺς οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκʼ ἦλθεν εἰς Ἅιδου·
実際、オデュッセウスは、冥界に来た目的について預言者から聞き出すまでは、母親と話すことさえ我慢しなかった。
πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη
"ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου"
ἡμεῖς δὲ τὰ καθʼ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δʼ ἡ τήθη· ὁ δεῖνα δʼ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν.
しかし、それを聞き終えると、彼女のほうに向き直り、他の女たちを尋問した。 ティロとは誰か、美しいクロリスとは誰か、そしてなぜエピカステが、「高い梁から険しい首吊り縄を結びつけた」のかと。 ところが私たちは、自分自身の事柄をきわめて怠惰で無知な状態に放置し、無視しておきながら、他人の系図を詮索している。 「隣人の祖父はシリア人だった」とか、「祖母はトラキアの女奴隷だった」とか、「誰それは3タラントン借金していて、その利息を払っていない」とか。
ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δʼ ὁ δεῖνα καὶ ὁ δεῖνα καθʼ ἑαυτοὺς ἐν τῇ γωνίᾳ διελέγοντο.
また、次のようなことさえ探り出そうとする。 「誰それの妻はどこから帰ってきたのか」とか、「誰それと誰ことは隅っこで二人きりで何を話していたのか」とか。
Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λὲγων ἔπειθε·
しかしソクラテスは、ピタゴラスが何を語って人々を説得していたのかを自問しながら歩き回っていた。
καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι·
またアリスティッポスは、オリンピアでイスコマコスに出会った際、ソクラテスがどのような対話をしてアテナイ人たちをそれほど惹きつけているのかを尋ねた。
καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.
そして、彼の言葉のわずかな種子と見本を手に入れると、たいへん激しく心を揺さぶられ、体が衰弱し、すっかり青ざめて痩せ細ってしまい、ついにアテナイへと船で赴き、渇き切って熱狂したまま泉から汲み出し、その人と彼の言葉と彼の哲学、すなわち自分自身の悪を自覚し、それから逃れることを目的とする哲学について探究したのである。