§1ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι.
避开不通风、黑暗、寒风吹袭或不健康的房屋,也许是最好的选择;但如果有人因习惯而留恋该地,也可以通过移动光源、改变楼梯、打开某些门并关闭其他门,来使房屋变得更明亮、更通风、更健康。
καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς;
有些城市也通过这样改变位置而获得了益处,就像人们说我的祖国,它原本向西风倾斜,并在傍晚接受从帕纳塞斯山照射而来的猛烈烈日,却被凯隆转向了东方。
τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας.
自然哲学者恩培多克勒通过堵塞山上的某个裂缝,该裂缝曾向平原吹入沉重而不健康的南风,从而被认为将瘟疫拒于该地区之外。
ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας.
因此,既然灵魂中存在着某些不健康、有害且给灵魂带来风暴和黑暗的激情,最好的办法就是将这些激情驱逐并彻底摧毁,给自己带来晴空和光明以及清新的空气;否则的话,至少要以某种方式引导或旋转它们,来予以调换和重新调整。
οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειὰ τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας.
例如,马上可以指出,多管闲事是一种对他人恶事的求知欲,这种疾病似乎既不能免于嫉妒,也不能免于恶意。
"
τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
κακὸν ὀξυδορκεῖς τὸ δʼ ἴδιον παραβλέπεις;
“最恶毒的人啊,你为什么对别人的恶事如此敏锐,却忽视了自己的恶事呢?
"
μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν·
” 如果你喜欢探究恶事的历史,就把多管闲事的方向从外面移开,转向内部吧,你在家里有很多消遣。
"ὅσσον ὕδωρ κατʼ Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,ʼ"
τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν.
“有多少水流下阿里松,或者橡树周围有多少树叶,” 你就会在你的生活里发现同样多的过错,在你的灵魂里发现同样多的激情,在你的义务中发现同样多的疏忽。
ὡς γὰρ ὁ Ξενοφῶν λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δʼ ἀπὸ ζηλοτυπίας τὰ δʼ ἀπὸ δειλίας τὰ δʼ ἀπὸ μικρολογίας·
因为正如色诺芬在《家政论》中所说,祭祀用的器皿有其专属的位置,宴饮用的餐具有其专属的位置,农具放在别处,战争用的用具则分开存放;同样,对你来说,有些恶事是因为嫉妒而存在的,有些是因为羡慕,有些是因为懦弱,有些是因为小气。
ταῦτʼ ἔπελθε, ταῦτʼ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δʼ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας·
去探究这些,重新审视这些吧;把通往邻居家的窗户和多管闲事的通道堵死,打开通往你自己的男室、女室以及仆人住所的其他通道。
ἐνταῦθʼ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλʼ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος
"πῆ παρέβην;
在那里,这种好奇和爱管闲事的性情有其并非无用或恶意的,而是有益和有救赎作用的消遣,每个人都会对自己说: “我哪里走偏了?
τί δʼ ἔρεξα;
我做了什么?
τί μοι δέον οὐκ ἐτελέσθη; "
我有什么该做的事没有完成?
§2νῦν δʼ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι·
” 但现在,正如神话中人们说拉米亚在家里瞎着睡觉,把眼睛收在一个容器里,而外出时则戴上眼睛并观看一样;我们每个人也都在外面,对他人带着恶意,把多管闲事像眼睛一样装上。
τοῖς δʼ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπʼ ἀγνοίας, ὄψιν ἐπʼ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι.
但对于我们自己的过错和恶事,我们却常常因无知而绊倒,不把视线和光线投向它们。
διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δʼ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν.
因此,多管闲事的人对敌人甚至更有用;因为他揭露、提起并向他们展示了需要防范和改正的地方,却因为对外界事物的狂热而忽视了家里的大部分事情。
ὁ μὲν γὰρ Ὀδυσσεὺς οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκʼ ἦλθεν εἰς Ἅιδου· πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη
"ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου"
ἡμεῖς δὲ τὰ καθʼ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δʼ ἡ τήθη· ὁ δεῖνα δʼ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν.
因为奥德修斯甚至在向先知询问他为何来到冥府之前,都不愿与母亲交谈;而一旦得知了这一点,他才转向她,并询问其他女人,提洛是谁,美丽的克罗莉丝是谁,以及为什么埃庇卡斯忒 “在高的梁上结了险陡的绳索”。 而我们却把自己的事情放在极大的懈怠和无知之中,毫不关心,转而去考证他人的世系,说邻居的祖父是叙利亚人,祖母是色雷斯女奴;某某欠了三塔兰同,并且没有偿还利息。
ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δʼ ὁ δεῖνα καὶ ὁ δεῖνα καθʼ ἑαυτοὺς ἐν τῇ γωνίᾳ διελέγοντο.
我们还探究诸如此类的事情:某某的妻子是从哪里回来的,某某和某某在角落里单独谈论些什么。
Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λὲγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.
然而苏格拉底却四处走动,思索着毕达哥拉斯说了什么来劝服人们;阿里斯提波在奥林匹亚遇到伊斯霍马霍斯时,询问苏格拉底通过怎样的谈话使雅典人如此着迷;在获得了他言论的一点点种子和样本后,他如此动情,以致身体衰弱,变得完全苍白而瘦弱,直到乘船前往雅典,在干渴和灼烧中从泉水中汲水,并探究了那个人、他的言论和他的哲学,而这哲学的目的就是认识到自己的恶并摆脱它。