§22καὶ μὴν ὥσπερ ὁ Σωκράτης; ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μάλιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν.
さらに、ソクラテスが、飢えていないのに食べるよう勧める食物や、渇いていないのに飲むよう勧める飲み物を警戒せよと命じたように、そのようにお喋りな者も、自分が最も喜び、飽き飽きするほど使っている言葉を恐れ、それらが溢れ出てくるときには抵抗しなければならない。
οἷον οἱ στρατιωτικοὶ πολέμων εἰσὶ διηγηματικοί·
たとえば、軍人は戦争について語りたがる。
καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον.
詩人もネストルをそのように描き、自らの武勲や行動をしばしば語る者として登場させている。
ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρʼ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδοκήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν.
一般に、裁判で成功を収めた人々や、支配者や王たちのもとで思いがけず幸運に恵まれた人々にも、一種の病のようなものが襲いかかり、付きまとう。 すなわち、彼らがどのように入り、呼び出され、戦い、議論し、特定の相手方や告発者を論破し、称賛されたかを、しばしば思い出し、また繰り返し語ることである。
πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν.
なぜなら、喜びはあの喜劇の『不眠症』よりもはるかにお喋りであり、自らをしばしば煽り立て、語ることで常にそれを新鮮に保つからである。
ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον
"ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρʼ ἔχει,ʼ"
ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφʼ ἑαυτὸ καὶ περιάγει τὴν γλῶτταν, ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλόμενον.
それゆえ彼らは、あらゆる口実からそのような言葉へと滑り落ちやすい。 なぜなら、「人は痛むところに手を当てる」だけでなく、喜びを感じる部分もまた声を自らへと引き寄せ、舌を回転させ、常に記憶に足場を置こうと望むからである。
οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας·
このように、恋する人々にとっても、大半の時間は、愛する者たちの何らかの記憶を呼び起こす言葉をめぐって費やされる。
οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἄψυχα περὶ αὐτῶν διαλέγονται
"ὦ φιλτάτη κλίνη"
καὶ
"
Βακχὶς θεὸν σʼ ἐνόμισεν, εὔδαιμον λύχνε
καὶ τῶν θεῶν μέγιστος ἐν ταύτῃ δοκεῖς.
彼らは人に対してでなくとも、無生物に対してそれらについて語りかける。 「おお、愛しの寝床よ」とか、「バッキスよ、幸福なランプよ、彼女はあなたを神とみなした。 そしてあなたはこの中で神々のうちで最も偉大に見える」と。
"
ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους ὁ ἀδόλεσχος·
したがって、実にお喋りな者とは、言葉に対して『白い測定線』のようなものである。
οὐ μὴν ἀλλʼ ὁ μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν, ὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ διʼ ἡδονὴν δυναμένων.
しかしながら、他の言葉よりも特定の言葉に対してより強い執着を抱いている者は、それらを警戒し、それらから身を遠ざけ、引き返さねばならない。 なぜなら、それらの言葉は快楽のゆえに、常に彼を極めて遠くまで引き込み、長引かせる力があるからである。
τὸ δʼ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν οἷς κατʼ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομίζουσι.
これとまったく同じことを、彼らは自分が経験や何らかの技術において他者よりも優れていると思っている言葉に対しても被っている。
φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος
"
νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν,
"
ἐν ἱστορίαις ὁ ἀναγνωστικός ἐν τεχνολογίαις ὁ γραμματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυθὼς καὶ πεπλανημένος.
なぜなら、そのような者は自己愛が強く名誉を好むので、「一日の大半の時間をこれに費やす、自分が自分自身の中で最も優れている者となれる場所に」歴史においては読書家が、専門的な解説においては文法家が、異国の話においては多くの国を訪れ放浪した者が。
ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι·
したがって、これらをも警戒しなければならない。
δελεαζομένη γὰρ ὑπʼ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι.
なぜなら、お喋りはこれらに誘惑され、まるで動物が慣れ親しんだ牧草地へと進むように進んでいくからである。
θαυμαστὸς δʼ ὁ Κῦρος, ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλʼ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος·
しかし、キュロスは称賛に値する。 なぜなら、彼は同世代の者たちと競争をするときにも、自分が彼らより優れている分野ではなく、むしろ彼らより不慣れな分野において彼らを挑発したからである。
ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται.
それは、自分が他を凌駕することで相手を苦しめず、また自らも学ぶことで利益を得るためであった。
ὁ δʼ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω δοῦναι βραχὺν τῷ σιωπῆσαι μὴ δυνάμενος·
これに対して、お喋りな者はその反対である。 もし、彼が何かを学ぶことができ、語られている、知らない事柄について尋ねることができるような会話に遭遇しても、これを押し出し、退けてしまう。 沈黙を守ることができないがゆえに、そのようなわずかな報酬を支払うことすらできないからである。
εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον·
そして、古びて手垢のついた話題へとぐるぐると回り道をしながら、自分の長ったらしい物語をねじ込むのである。
ὡς τῶν παρʼ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος·
ちょうど、私たちの同胞の一人が、たまたまエポロスの書物を二、三巻読んだだけで、すべての人々をうんざりさせ、すべての宴会を台無しにし、常にレウクトラの戦いとその前後の出来事を語りまくったように。
ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.
その結果、彼は『エパメイノンダス』というあだ名を得ることになった。