Humanitext Reader

普鲁塔克 · 论多嘴 §22

克制对得意话题的沉溺与陈词滥调的自制

第 12 段,共 13 段 · 希腊语

内容简介

论述多嘴者应当克制的得意话题与执着偏好,并指出他们为了重复陈旧的见闻而失去向他人学习机会的愚蠢行为。

§22καὶ μὴν ὥσπερ ὁ Σωκράτης; ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μάλιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν.
正如苏格拉底曾告诫人们要防备那些劝诱不饿之人进食的食物,和那些劝诱不渴之人饮水的饮料一样,多嘴者对于自己最感快乐并过度使用的言辞,也必须予以惧怕,并要在它们涌出时加以抵制。
οἷον οἱ στρατιωτικοὶ πολέμων εἰσὶ διηγηματικοί· καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον.
例如,军人喜欢讲述战争;诗人也如此描绘内斯特,常让他叙述自己的英勇事迹和行为。
ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρʼ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδοκήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν.
同样,在诉讼中获胜,或在统治者及国王面前意外获得青睐的人,也常像得了某种疾病一般,随之而来的便是常常回忆并叙述他们如何入内、如何被引见、如何辩论、如何交谈、如何驳倒对手或控告者,以及如何受到称赞。
πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν.
因为快乐比起那部喜剧里的“失眠”要唠叨得多,它经常自己煽风点火,并通过叙述保持新鲜。
ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον "ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρʼ ἔχει,ʼ" ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφʼ ἑαυτὸ καὶ περιάγει τὴν γλῶτταν, ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλόμενον.
因此,他们一有借口就会滑向这类话题;因为不仅 “人痛在何处,手就摸在何处,” 而且那带来快乐的部分也会把声音吸引到自身,并转动舌头,渴望总是依附在记忆上。
οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας· οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἄψυχα περὶ αὐτῶν διαλέγονται "ὦ φιλτάτη κλίνη" καὶ " Βακχὶς θεὸν σʼ ἐνόμισεν, εὔδαιμον λύχνε καὶ τῶν θεῶν μέγιστος ἐν ταύτῃ δοκεῖς.
同样,对于恋爱中的人来说,绝大部分的时间都消磨在能够唤起对爱人记忆的言辞中;他们即使不面对人,也会对无生物谈论他们: “最亲爱的床啊! ” 以及 “巴克希斯曾视你为神,幸福的灯啊,在这个家里,你似乎是诸神中最伟大的。
" ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους ὁ ἀδόλεσχος· οὐ μὴν ἀλλʼ ὁ μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν, ὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ διʼ ἡδονὴν δυναμένων.
” 因此,在对待言辞方面,多嘴者完全是“白色测量线”;然而,比别人更沉溺于某些特定话题的人,应当防备这些话题,克制自己,并往回收,因为这些话题由于快乐的缘故,总是能够将他引向极远并无限拉长。
τὸ δʼ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν οἷς κατʼ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομίζουσι.
对于那些他们自认为在经验或某种技能上优于他人的言辞,他们也会遭遇同样的情况。
φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος " νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν, " ἐν ἱστορίαις ὁ ἀναγνωστικός ἐν τεχνολογίαις ὁ γραμματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυθὼς καὶ πεπλανημένος.
因为这种人自私且好名誉, “将一天中最大的部分分给这个,也就是他自己能表现最优秀的地方,” 在历史中是读书多的人,在专门术语中是文法学者,在异国见闻中是走过许多地方、四处漂泊的人。
ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι· δελεαζομένη γὰρ ὑπʼ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι.
所以,这些也必须予以防备;因为闲聊受到它们的诱惑,就像动物走向习惯的牧草地一样。
θαυμαστὸς δʼ ὁ Κῦρος, ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλʼ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος· ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται.
然而,居鲁士是令人赞叹的,因为他与同龄人竞争时,不是在自己更优越的方面,而是在自己比他们更生疏的方面,向他们发起挑战;这是为了既不因超越他们而让他们痛苦,又能在学习中获益。
ὁ δʼ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω δοῦναι βραχὺν τῷ σιωπῆσαι μὴ δυνάμενος· εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον· ὡς τῶν παρʼ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.
相反,多嘴者则恰恰相反,如果切入某个话题,他本可以从中学习并询问那些不知道的事情,他却将其推开、打断,因为他无法通过保持沉默来支付如此微小的代价;而是绕着圈子,把谈话强行拉进陈腐和被踩烂的陈腔滥调中;就像我们同胞中的某个人,碰巧读了埃福罗斯的两三卷书,就让所有人疲惫不堪,把所有的宴会搞得一团糟,总是讲述留克特拉战役和随后的事件;他也因此得到了“伊巴密浓达”的外号。

词汇与语法注释

  1. 513dτῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει — 关系代词 ὅσα 以 τῶν σιτίων 为先行词,并在从句中作主语。μὴ πεινῶντας 是不定式 ἐσθίειν 的逻辑主语(宾格复数)。
  2. 513eτὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις — 带冠词的不定式短语用作动词 προσπίπτει 和 παρακολουθεῖ 的主语。
  3. 514aὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ διʼ ἡδονὴν δυναμένων — δυναμένων 是属格复数分词,与前文的 τούτων(即 τούτους 所指的 τῶν λόγων)一致。ὡς 引导主观原因或伴随情况。
  4. 514aἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν — 这是 τυγχάνω 搭配分词 ὤν 的句型。与最高级连用的 αὐτὸς αὑτοῦ 属于反身比较,意为“处于自己最好的状态”或“在自身之中最为优秀”。

引用这一段

普鲁塔克, 论多嘴 §22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。