Humanitext Reader

プルタルコス · 悪は、それだけで不幸を招くのに十分であるか §3-5

運命と悪徳の請負争いと不幸の自足性

2 / 2 箇所 · ギリシア語

要旨

不幸な人生を構築する請負契約をめぐって運命と悪徳が争う比喩を用い、悪徳こそが自足的な不幸の作り手であり、運命の打撃は人間に内なる悪徳があって初めて有効になると論じる。

§3αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους καὶ παραδείγματα κομιζόντων εἶθʼ αἱροῦνται τὸν ἀπʼ ἐλάττονος δαπάνης ταὐτὸ ποιοῦντα καὶ βέλτιον καὶ τάχιον.
公的な都市は、神殿や巨像の建立を公示する際、職人たちが請負をめぐって競い合い、弁明や見本を携えてくるのを聞き、そのうえで、より少ない費用で、同じものをより良く、かつ迅速に造る者を選ぶ。
φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας·
さあ、我々もまた、人生と不幸な人間の(構築の)公募を布告し、次いで運命(テュケー)と悪徳(カキア)がその請負をめぐって争って近づいてくるものとしよう。
τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς·
一方は、不幸で惨めな生活を完成させるための、あらゆる種類の道具と贅沢な準備に満ちており、強盗団や戦争、僭主たちの虐殺、海からの嵐、空からの雷を引き寄せ、また毒人参をすり潰し、剣を携え、密告者を雇い入れ、熱病を燃え立たせ、足枷をはめ、牢獄を周囲に築く。
καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντʼ ἔστω τῆς Τύχης.
とはいえ、これらの大半は運命というよりむしろ悪徳に属するものであるが、すべては運命のものとしておこう。
ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον.
これに対して悪徳は、裸で傍らに立ち、外的なものを何も必要とせず、人間と運命に向かって、どのように自分が人間を不幸で落胆した状態にするかを問いかける。
τύχη, πενίαν ἀπειλεῖς;
「運命よ、お前は貧婚で脅すのか。
καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο.
メトロクレスはお前をあざ笑う。 彼は、冬は羊たちの間で眠り、夏は神殿の門前で眠りながら、バビロンで冬を越しメディアで夏を収穫するペルシアの王に対して、幸福をめぐって競い合いを挑んだのだ。
δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις;
奴隷の境遇や束縛、売却をもたらすか。
καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε τίς ὠνήσασθαι βούλεται κύριον;
ディオゲネスはお前を侮蔑する。 彼は海賊によって売られるとき、『誰か、主人を買いたい者はいないか』と触れ回った。
κύλικα φαρμάκου ταράττεις;
毒の杯をかき混ぜるのか。
οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δʼ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλʼ εὐκόλως ἐξέπιεν;
ソクラテスにもこれを差し出したが、彼は穏やかで優しく、恐れることもなく、顔色も態度も少しも変えずに、極めて平易に飲み干したではないか。
ἀποθνῄσκοντα δʼ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδʼ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον.
そして、死にゆく彼を、生きている者たちは、ハデス(冥府)においてさえ神的な運命なしにはいないだろうとして、祝福したのだ。
καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέλαβεν, ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας τῷ Κρόνῳ κατʼ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας.
また、お前の火に対しては、ローマの将軍デキウスが先手を打った。 彼は軍勢のただなかに薪を積み、祈りに従って、主権(ローマの支配)のためにみずからをサトゥルヌス(クロノス)への美しき犠牲として捧げた。
Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾅδουσιν αἱ λοιπαί.
インドの夫を愛する貞淑な妻たちは、火をめぐって争い、互いに戦い合い、勝ち残った者が死んだ夫とともに焼かれるのを、残りの妻たちは祝福して歌い称える。
τῶν δʼ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος τὸ θνητόν.
また、かの地の賢者たちのうち、生きながら、正気で、健康な肉体を持ちながら、魂を火によって肉体から離し、肉体から清らかに抜け出して死すべき部分を洗い流さない限り、誰も羨まれず、祝福されることはない。
ἀλλʼ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις;
しかし、輝かしい財産、家、食卓、そして贅沢から、粗衣、袋、一日の糧を乞う生活へと引きずり下ろすのか。
ταῦτʼ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτʼ ἐλευθερίας Κράτητι καὶ δόξης.
これらはディオゲネスにとっては幸福の始まりであり、クラテスにとっては自由と名誉の始まりであった。
ἀλλʼ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις;
あるいは、十字架に釘付けにするか、杭に突き刺すか。
καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;
テオドロスにとって、地上で腐ろうが地下で腐ろうが、何の違いがあろうか。
Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται·
スキタイ人にとっては、これが幸福な埋葬である。
Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δʼ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν.
ヒュルカニア人にとっては犬が、バクトリア人にとっては鳥が、法に従って死体を喰らうとき、彼らは幸福な最期を得るのである。
§4τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ;
」「では、これらは誰を不幸にするのか。
τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας.
意気地がなく理性のない者、鍛錬されておらず訓練されていない者、幼少期からの思い込み(ドクサ)を後生大事に守っている者たちである。
οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν.
したがって、運命は、悪徳の協力を得ない限り、不幸を完成させるものではない。
ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δʼ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ὑπὸ κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει.
というのも、縦糸が、灰と酢に浸されると骨を鋸で挽き、象牙がビールによって柔らかくなると曲げたり形を変えたりできるように(それ以外ではできない)、そのように、運命も、悪徳によって内側から影響を受けやすく柔らかくなったものに襲いかかり、穿ち、傷つけるのである。
καὶ καθάπερ ὁ παρθικὸς ὀπὸς τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας, ἐὰν τετρωμένοις ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν σαρκός, ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ.
そして、パルティアの液汁が、他の誰にとっても有害ではなく、触れたり持ち歩いたりする者を苦しめないのに、ただ傷を負った者に注入されると、その影響を受けやすく浸透を受け入れる性質のために即座に(その人を)滅ぼすように、運命によって打ち砕かれようとする者は、内側に独自の傷と肉の悪徳を持っており、外から襲いかかるものが哀痛をもたらすようにするのである。
§5ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν;
」「それでは、悪徳は、不幸を作り出すために運命を必要とするようなものだろうか。
πόθεν;
まさか。
οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας·
悪徳は荒れて嵐の激しい海を盛り上がらせることも、追いはぎの待ち伏せで荒涼とした麓を取り囲むことも、雹を降らせる雲を実り豊かな平野に引き裂くことも、メリトスやアニュトスやカリクセノスのような密告者を急がせることも、富を奪うことも、将軍職から遠ざけることもしない、人間を不幸にするために。
ἀλλὰ ποιεῖ πλουτοῦντας, εὐφοροῦντας, κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς.
むしろ、悪徳は、富んでいる者、豊作を得ている者、地上で相続している者を不幸にする。 内側に入り込み、付着し、欲望によって蕩けさせ、怒りによって燃え上がらせ、迷信によって打ち砕き、羨望の目によって引き裂きながら。 」

語釈・文法注

  1. 498fἔκδοσιν — 名詞 ἔκδοσις は一般に「引き渡し」や「婚姻のための娘の送り出し」を意味するが、ここでは公共工事などの「請負契約の公示」「発注」を意味する。直後の ἐργολαβία(請負)と並んで、建築用語としての用法である。
  2. 498fφέρε δὴ καὶ ἡμᾶς ... προκηρύσσειν — 接続詞的表現 φέρε δή(さあ)に導かれる不定法 προκηρύσσειν は、提案や勧誘(〜しよう)のニュアンスを持つ。ἡμᾶς は不定法の意味上の主語(対格)。
  3. 499eἡ κρόκη — κρόκη(織物の横糸、あるいは糸一般)が、灰や酢に浸されることで骨を切る鋸の役割を果たすという、古代の俗信または技術的経験則に基づいている。
  4. 499fτῷ προσπεπονθότι — 動詞 προσπάσχω(あらかじめ影響を受ける、感受性を持つ)の完了能動分詞中性単数与格形。直前の「傷口」の状態を受けており、外部からの刺激に対して影響を受けやすい内的な状態を指している。

この箇所を引用する

プルタルコス, 悪は、それだけで不幸を招くのに十分であるか §3-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg099.humanitext-grc2:3-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。