§3αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους καὶ παραδείγματα κομιζόντων εἶθʼ αἱροῦνται τὸν ἀπʼ ἐλάττονος δαπάνης ταὐτὸ ποιοῦντα καὶ βέλτιον καὶ τάχιον.
诸城邦在公示神殿或巨像的建造合同时,想必会听取工匠们围绕承包展开的竞争,听他们带来论证和模型,然后选择那个以较少费用、同样把活做得既好又快的人。
φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς·
来吧,让我们也宣告一项关于生活和不幸之人的公募,然后让命运(泰凯)与邪恶(卡基亚)为争夺承包而走上前来;一侧装满了各种工具和奢侈的准备,用以完成不幸而可怜的生活,拖带着盗匪、战争、僭主的屠杀、来自海洋的风暴和来自天空的雷电,并且研磨毒参、携带刀剑、招募密告者、点燃热病、戴上脚镣、并在周围筑起牢房;虽然这些大半属于邪恶而非命运,但且让它们都算作命运的吧。
καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντʼ ἔστω τῆς Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον.
而邪恶则赤裸地站在一旁,不需要任何外部之物,向人类和命运发问,她将如何使人变得不幸和沮丧。
τύχη, πενίαν ἀπειλεῖς;
“命运啊,你用贫穷威胁吗?
καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο.
美特罗克勒斯在嘲笑你,他在冬天睡在羊群中,夏天睡在神殿的门廊里,却向那在巴比伦避寒、在米底亚避暑的波斯国王挑战,就幸福进行比赛。
δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις;
你带来奴役、枷锁和贩卖吗?
καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε
τίς ὠνήσασθαι βούλεται κύριον;
第欧根尼蔑视你,他被海盗贩卖时叫喊道: ‘谁想买一个主人?
κύλικα φαρμάκου ταράττεις;
’ 你调制毒药之杯吗?
οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δʼ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλʼ εὐκόλως ἐξέπιεν;
你难道没有把这杯酒也献给苏格拉底吗? 而他安祥温和,既无战栗,也无任何脸色或姿态的改变,极其平易地一饮而尽。
ἀποθνῄσκοντα δʼ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδʼ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον.
在他死去时,活着的人祝福他,认为他即使在哈迪斯(冥界)也不会没有神圣的命运。
καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέλαβεν, ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας τῷ Κρόνῳ κατʼ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας.
况且,罗马的将领德基乌斯抢在你的火之前,当时他在军营之中堆起柴堆,按照誓言,为罗马的统治而将自己作为给萨图尔努斯(克洛诺斯)的精美祭品献祭。
Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾅδουσιν αἱ λοιπαί.
而印度爱夫且贞洁的妇女们围绕着火进行争夺,互相战斗,其余的妇女则歌唱祝福那获胜的妇女,因为她与死去的丈夫一同被焚烧。
τῶν δʼ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος τὸ θνητόν.
而那里的智者,若非在依然活着、清醒且身体健康时,通过火将灵魂与肉体分离,并从肉体中纯洁地脱离出来、洗净其必死的部分,便没有一个人是被羡慕或被祝福的。
ἀλλʼ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις;
但是,你要将人从显赫的财产、房屋、餐桌和奢侈中,贬入粗衣、皮袋和乞求一日之食的生活吗?
ταῦτʼ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτʼ ἐλευθερίας Κράτητι καὶ δόξης.
这些对第欧根尼来说是幸福的开端,对克拉特斯来说是自由与荣耀的开端。
ἀλλʼ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις;
但是,你要将他钉在十字架上,或用木桩刺穿吗?
καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;
而这对于狄奥多鲁斯又有什么关系,他是在地上腐烂还是在地下腐烂?
Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται· Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δʼ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν.
这些是斯基泰人幸福的葬礼;而对于海尔卡尼亚人,狗,对于巴克特里亚人,鸟,根据他们的法律吞食死尸,当他们获得幸福的终结时。
§4τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ;
” “那么,这使谁不幸呢?
τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας.
使那些无勇且无理性的、未经磨练且未经训练的、守护着从小就抱有的成见(意见)的人。
οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν.
因此,命运并不是不幸的完成者,除非她有邪恶作为合作者。
ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δʼ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ὑπὸ κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει.
因为正如细线在被灰和醋浸泡后能锯断骨头,人们能弯曲并塑造因啤酒而变软且屈服的象牙,否则他们便不能;同样,命运落入那自身已被邪恶影响并变软的身体,便将其挖空并创伤。
καὶ καθάπερ ὁ παρθικὸς ὀπὸς τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας, ἐὰν τετρωμένοις ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν σαρκός, ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ.
正如帕提亚的汁液,对其他任何人都无害,也不烦扰那些接触和携带它的人,但只要它被引入受伤者体内,便立即因其易受影响接受渗透的特性而将其毁灭;同样,注定要被命运摧毁的人,其自身内部必须有自己的伤口和肉体的邪恶,从而使那些从外部落入的事情产生哀恸。
§5ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν;
” “那么,邪恶是需要命运来完成不幸的东西吗?
πόθεν;
怎么会?
οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας·
她既不掀起汹涌多风暴的大海,也不用强盗的路边埋伏来包围荒凉的山麓,也不在丰饶的平原上撕裂降雹的云,也不催促像美勒托斯、安尼托斯或卡利克塞努斯那样的密告者来使人不幸;而是使富有的人、丰产的人、地上继承遗产的人变得不幸。
ἀλλὰ ποιεῖ πλουτοῦντας, εὐφοροῦντας, κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς.
从海中渗入,附着于他们,用欲望熔化他们,用愤怒烧灼他们,用迷信摧毁他们,用眼睛蔑视(嫉妒)他们。 ”