§1ὑπομένει
"πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων"
ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δʼ οὐ πολλῆς διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα Ταντάλειον ἀπολαῦσαι διʼ ἀσχολίαν οὐ δυναμένῳ.
「持参金のために肉体を売られた状態のままで耐え忍んでいる」とエウリピデスが言うような状態は、わずかで不確かなものとして示されているにすぎない。 これに対し、多くはない灰の中をではなく、ある種の王家の火葬の火の中を進み、その身を焼かれ、あえぎと恐れに満ち、海を渡る汗にまみれ、タンタロス的な富を与えられても多忙のためにそれを享受できないでいる者にとっては、(富はそれ以上の苦痛をもたらす)。
ὁ μὲν γὰρ Σικυώνιος ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον,
"
ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
ἀλλʼ αὐτοῦ τέρποιτο μένων
"
εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν·
というのも、あのシキュオンの馬飼いは、賢明にも、アカイア人の王に牝の快速馬を贈り物として与えたからである。 「風強きイリオスの下へと彼に伴わずに、そこにとどまって自ら楽しむために」と、彼は自らを深い富裕と苦痛のない余暇へと委ねたのである。
οἱ δὲ νῦν ἄλυποι καὶ πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται διʼ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵνʼ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι.
しかし、現代の、苦痛がなく活動的であると自認している人々は、誰からも呼ばれていないのに、自ら進んで真っ逆さまに宮廷や、お供、そして戸外でのつらい夜明かしへと突き進む。 それは、馬一頭、あるいは留め金一つ、あるいはそうした何らかの好都合なものを手に入れるためである。
"
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο,
καὶ δόμος ἡμιτελής· "
σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν ἐλπίσιν καὶ προπηλακιζόμενος·
「彼の妻は両頬をかきむしられた状態でピュラケに残され、家は未完成のままであった」というのに、(現代の者は)引きずり回され、放浪し、何らかの希望の中で摩耗し、辱められる。
ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δʼ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον.
そして、もし望むもののいずれかを手に入れたとしても、めまいを起こし、運命のシーソーに対して目を回して下り口を探し求め、無名で安全に暮らしている人々を祝福する(羨む)。 一方、それらの人々は、彼が自分たちの上を飛んでいるのを見上げて(羨んでいる)のだ。
§2παντοίως; ἡ κακία διατίθησι πάντας ἀνθρώπους, αὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός·
悪徳はあらゆる形で万人を(悲惨な状態に)置く。 それ自身で十分な不幸の創出者だからである。
οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν.
というのも、悪徳は道具も奉仕者も必要としないからだ。
ἄλλοι δὲ τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον.
他の僭主たちは、懲らしめる相手を惨めな状態にしようと努めて、処刑人や拷問人を養い、あるいは焼きごてや楔を考案する、理性のない魂のために。 しかし悪徳は、いかなる準備もなしに、魂と結びつくやいなや、人間を打ち砕き、打ち倒し、苦痛、嘆き、落胆、後悔で満たす。
τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ·
その証拠に、多くの者は切開されても沈黙を守り、鞭打たれても耐え忍び、主人や僭主たちによって楔で締め付けられても声を上げない。 それは、魂が目を閉じ、理性によって苦痛を手で押しつけるように抑え込む時である。
θυμῷ δʼ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν·
しかし、怒りに対して静寂を命じることはできないし、悲しみに対して沈黙を命じることもできない。
οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι.
また、恐れている者を立ち止まらせるよう説得することもできないし、後悔によって苦悩している者に対して、叫ばないように、あるいは髪をかきむしったり、腿を叩いたりしないように説得することもできない。
οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιοτέρα.
このように、悪徳は火や鉄よりも強力なのである。