§18τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην
"ἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ,"
καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα.
「愚者にとっては、生への愛着ではなく死への恐怖が、肉体にしがみつくようにさせるのである。 それは、下方に控えるカリュブディスを恐れて野いちごの木に絡みつき、『そこでは風は留まることも航行することも許さない』という状態にあり、これら(生)に対しても不満を抱き、あちら(死)に対してもおびえているオデュッセウスのようである。
ὁ δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν.
しかし、魂のありようをどうにか理解し、死における魂のより良い状態への、あるいは少なくとも悪くはならない変化を熟考している者は、生に対する心の平穏への少なからぬ蓄えとして、死への恐れを知らない状態(無畏)を携えている。
ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δʼ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα
"λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω· "
τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν;
というのも、望ましく自分に本来備わった部分が支配している間は心地よく生きることができ、他人のものや自然に反するものが過度になったときは、恐れることなく『神自身が私を解放してくれるだろう、私が望むときに』と言って立ち去ることができる者にとって、どのような困難、気難しさ、あるいは混乱が降りかかると想像できるだろうか。
ὁ γὰρ εἰπών
προκατείλημμαὶ σʼ, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν
οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις.
なぜなら、『運命よ、私はお前を先回りして、お前のすべての侵入路を奪い去った』と言った者は、閂や鍵や壁によって自分を力づけたのではなく、望む者すべてが分かち合える教えと理性によって自分を力づけたからである。
καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδʼ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα. λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδʼ ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντʼ εἰς τὸ
τάχα δʼ οὐδὲν ἔσται δυσχερέστερον. ·
そして、このように言われることを全く絶望したり不信に思ったりしてはならず、称賛し、羨望し、共に熱狂しつつ、同時に、より小さな事柄において自己の試みと理解を得て、より大きな事柄へと備えるべきであり、それらの事柄から逃げたり、魂の配慮を遠ざけたりしてはならず、『おそらく、これ以上不快なことは起こらないだろう』という考えへと逃げ込んではならない。
ἀτονίαν, γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς.
なぜなら、常に最も安易なことにこだわり、不快な事柄から最も心地よいことへと退避するような、魂の甘え(甘美な気分)は、鍛えられていない無気力と脆弱さを生むからである。
ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθʼ ἕκαστον ἀποδείκνυσι λόγος.
しかし、病気や苦痛や追放といった表象を、身に受ける訓練をし、理性によってその一つ一つに対処するように努める魂は、困難で恐ろしいと思われる事柄の中に、多くの偽り、虚無、脆弱さを見出すであろう。 それは、個別具体的な議論が示す通りである。
§19καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου πεφρίκασιν
"οὐκ ἔστιν εἰπεῖν ζῶντα
τοῦτʼ οὐ πείσομαι
,"
ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις.
しかし、多くの人々はメナンドロスによる次の言葉をも恐れている。 『生きている者が「このような苦しみには遭わないだろう」と言うことはできない』と。 彼らは、備えをして、目を開けて運命を直視できるようになることが、苦痛を避けるためにどれほど大きな善であるかを知らないのである。 そして、常に従順で何に対しても抵抗しない多くの希望に甘やかされて育った人のように、自分の中の表象を、鍛えられていない、軟弱なものにしたままにしておかないことが(どれほど善であるかを知らない)。
ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν
"οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι,"
ἀλλʼ ἔστιν εἰπεῖν ζῶντα
τοῦτʼ οὐ ποιήσω, οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω
τοῦτο γὰρ ἐφʼ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν.
しかしながら、私たちはメナンドロスに対してこう言うことができる。 『生きている者が「私はこれを被らない」と言うことはできない』としても、『生きている者が「私はこれをしない、嘘をつかない、悪事を働かない、奪わない、陰謀を企てない」と言うことはできる』と。 なぜなら、これは私たちの力の中にあることであり、心の平穏にとって小さからぬ、いや大きな助けとなるからである。
ὥσπερ αὖ τοὐναντίον
"ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος,"
οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει.
これとは逆に、『良心よ、なぜなら私は自分が恐ろしいことをしたと自覚しているからだ』という言葉のように、魂の中に、まるで肉体の傷口のように、常に血を流し、うずく後悔を残すことになる。
τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφʼ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους; μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας·
なぜなら、理性は他の苦痛を取り除くのであるが、後悔そのものは理性によって引き起こされ、魂は恥辱とともに苛まれ、自らによって処罰されるからである。 というのも、瘧(おこり)で悪寒を感じ、熱にうなされている人々が、外部からの暑さや寒さによって同じ状態になっている人々よりも、はるかに苦しみ、容態が悪いように、そのように、運命による出来事は、外部から運ばれてくるものであるため、その苦痛はより軽い。
τὸ δὲ
"οὔ τις ἐμοὶ τῶν ἄλλος ἐπαίτιος, ἀλλʼ ἐγὼ αὐτός"
ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν.
しかし、『他の誰も私に対して責任はなく、私自身に責任があるのだ』という、犯した過ちに対して自分自身の内部から沸き起こる嘆きは、その恥辱によって痛みをいっそう重くする。
ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτʼ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον·
それゆえ、豪華な邸宅も、大量の黄金も、家柄の尊さも、支配権の大きさも、言論の優美さも巧みさも、人生にこれほどまでの静けさと平穏を与えることはできない。 それは、悪しき行いや悪しき企てから清められ、人生の源泉である自らの品性を平穏で汚れなき状態に保っている魂が与えるものに匹敵する。
ἀφʼ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς γηροτρόφου ἐλπίδος.
そのような品性から流れ出る美しき行いは、その活動を熱情的で陽気なものにし、また誇り高いものにし、さらにその記憶をピンダロスの『老境を養う』希望よりも快く、確実なものにする。
οὐ γάρ
αἱ μὲν λιβανωτρίδες
ὡς ἔλεγε Καρνεάδης
κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν
ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος;
なぜなら、カルネアデスが言ったように『香炉は、たとえ空になっても、その芳香を長い間漂わせる』のであるが、思慮ある者の魂においては、美しき行いが常に快く新鮮な記憶を残さないことがあろうか。
αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφʼ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον.
それによって喜びは潤され、繁茂し、この世をあたかも魂に定められた悪の地や、追放の地であるかのように嘆き、罵る人々を軽蔑するからである。 」, balance,