Humanitext Reader

普鲁塔克 · 论心境安宁 §18-19

克服对死亡的恐惧与无愧良心的善行

第 12 段,共 13 段 · 希腊语

内容简介

本文论证了克服对死亡的恐惧,并积累源于无愧良心的纯洁品格的美好行为,才是给人生带来真正内心平静的源泉。

§18τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην "ἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ," καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα.
因为对于愚者而言,是对于死亡的恐惧,而非对生存的渴望,使他依附于肉体,就像奥德修斯缠绕在野无花果树上,害怕下方张口的卡律布迪斯,‘在那里,风既不容停留,也不许航行’,对这一端(生)感到不满,对那一端(死)感到极度恐惧。
ὁ δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν.
然而,那些多多少少领悟了灵魂本质,并考虑到在死亡时灵魂会向更好、或至少不会向更坏的方向转变的人,在面对死亡时毫无惧色,这为他面对人生的平静提供了不小的资粮。
ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δʼ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα "λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω·
因为,当那份令人满意且属于自身的部分主导时,他便能愉快地生活;而当外在且违背自然的事物过度侵扰时,他便能毫无畏惧地离去,说道:‘神灵自身会释放我,当我愿意时。
" τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν;
’ 对于这样的人,我们还能想象有什么艰难、困苦或动荡的事会降临在他身上呢?
ὁ γὰρ εἰπών προκατείλημμαὶ σʼ, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις.
因为,那说出‘我已经抢先防范了你,命运啊,并且夺走了你所有的侵入途径’的人,并不是用门闩、钥匙或城墙来武装自己,而是用所有人只要愿意就能分享的教条和理智。
καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδʼ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα. λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδʼ ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντʼ εἰς τὸ τάχα δʼ οὐδὲν ἔσται δυσχερέστερον.
并且,我们不应对这些话感到绝望或怀疑,而应该在赞叹、羡慕、共同振奋的同时,在较小的事情上检验和了解自己,以此面对重大的考验,不要逃避,也不要将对它们的灵魂关照推开,更不要逃向‘或许不会有更艰难的事了’这种想法。
· ἀτονίαν, γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς.
因为,灵魂那种总是纠缠于最轻松之事、一遇到不合意的事就退缩到最愉快之事的温室心态,会产生无力和未经锻炼的懦弱。
ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθʼ ἕκαστον ἀποδείκνυσι λόγος.
相反,那些操练去承受疾病、痛苦和流亡等表象,并通过理智强力应对其中每一项的灵魂,将会发现那些看似艰难可怕的事物中,有诸多虚假、空洞和腐败,正如具体的理性分析所证明的那样。
§19καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου πεφρίκασιν "οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι ," ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις.
然而,许多人甚至对米南德的这句话感到畏惧:‘活着的人不能说“我绝不会遭受这事”,’他们不知道,通过操练并且能够睁大双眼直视命运,对于消除痛苦而言是多么巨大的益处,并且不让自己内部的表象变得未经磨练且娇嫩,就像一个在阴凉处长大的人,寄托于许多总是顺从、从不抵抗任何事物的希望。
ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν "οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι," ἀλλʼ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ ποιήσω, οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω τοῦτο γὰρ ἐφʼ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν.
然而,我们确实可以对米南德这样说:‘活着的人不能说“我绝不会遭受这事”,’ 但活着的人可以说‘我绝不做这事,我绝不撒谎,我绝不作恶,我绝不掠夺,我绝不密谋。 ’因为这是掌握在我们自己手中的,它对平静内心的帮助不是微不足道的,而是巨大的。
ὥσπερ αὖ τοὐναντίον "ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος," οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει.
正如相反地,‘良心,因为我自觉做过可怕的事,’就像肉体上的伤口一样,在灵魂中留下永远流血和刺痛的悔恨。
τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφʼ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους;
因为理性可以消除其他的痛苦,但它本身却产生了悔恨,使得灵魂在羞耻中被噬咬,并受到自我的惩罚。
μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας·
正如那些因疟疾而寒战并因高烧而灼烧的人,比那些因外界炎热或寒冷而遭受这些痛苦的人,受到更深的困扰且处境更糟;同样,命运带来的事物其痛苦较轻,仿佛是从外部加诸其上的。
τὸ δὲ "οὔ τις ἐμοὶ τῶν ἄλλος ἐπαίτιος, ἀλλʼ ἐγὼ αὐτός" ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν.
但是,因自身的过错而从内心深处叹息的‘除我自身之外,没有别的人该受责备’,却因羞耻而使痛苦更加沉重。
ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτʼ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον·
因此,无论是奢华的住宅、丰厚的黄金、高贵的出身、巨大的权势,还是言辞的优美和巧妙,都无法给人生带来如此之大的晴朗与宁静,而唯有那洗净了恶行与恶念,并将人生的源泉——品格保持在平静且无瑕状态的灵魂,才能提供这一切。
ἀφʼ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς γηροτρόφου ἐλπίδος.
从此类品格中流淌出的美好行为,使其活动充满热忱、欢欣与自豪,并使记忆比品达所谓的‘抚育老年的希望’更加愉快和稳固。
οὐ γάρ αἱ μὲν λιβανωτρίδες ὡς ἔλεγε Καρνεάδης κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος;
因为正如卡尔内阿德斯所说,‘香炉即使被清空,也会在很长时间里散发芳香’;而在有理智者的灵魂中,美好的行为难道不会留下永远令人愉悦且新鲜的记忆吗?
αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφʼ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον.
喜悦正是受其滋润并蓬勃生长,从而轻视那些哀叹并咒骂人生的人——那些人把这里当成了分配给灵魂的某种苦难之地或流放之所。

词汇与语法注释

  1. 476bτὸν μὲν γὰρ ἀνόητον ... ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ — τὸν μὲν ἀνόητον 是使役动词 ποιεῖ 的宾语(即不定式的逻辑主语),不定式为 ἐκκρέμασθαι(依附、悬挂)。
  2. 476cᾧ γὰρ ἔξεστι ... — 关系代词 ᾧ(与格)是非人称动词 ἔξεστι 的与格补足语。后续的不定式 ζῆν(生存)和 ἀπελθεῖν(离去)构成了这一非人称句的实际主语。
  3. 476dτὴν ἐπιμέλειαν αὐτῶν — 属格代词 αὐτῶν(它们)是中性复数,指代前文“在较小的事情上……面对重大的”(ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα)中隐含的各项具体事物。
  4. 476fἐφʼ ἡμῖν κείμενον — 意为“在我们掌控之中(取决于我们)”,这是古代伦理学(尤其是斯多葛学派)中表示“可通过自身意志控制的领域”的核心惯用表达方式。
  5. 477aτὰ τυχηρὰ τὰς λύπας — τὰ τυχηρὰ(命运带来的事物)是主语,而 τὰς λύπας(痛苦)是及物动词 ἔχει的直接宾语,句骨架为“命运带来的事物具有较轻的痛苦”。
  6. 477bἀφʼ ἧς — 介词 ἀπό 之后的阴性单数关系代词 ἧς,其先行词是前文的阴性名词 πηγήν(源泉),该词与 ἦθος(品格,中性名词)同位,在意义上两者合一,指代作为源泉的品格。

引用这一段

普鲁塔克, 论心境安宁 §18-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:18-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。