§17καθόλου δʼ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου πρόχειρον
"οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ·
総じて、望まない出来事のうち、あるものは自然によって苦痛と重荷をもたらすが、大部分のものについては、私たちは主観的な思惑によって不快に思うことに慣らされ、そう学ぶのである。 それゆえ、後者に対しては、常にメナンドロスの次の即座に使える言葉を持おくことが無益ではない。 「お前がそう思いなさなければ、お前は何ら恐ろしいことを被ってはいない。
"
τί γὰρ πρὸς σέ ἐστι, φησίν, ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν;
」なぜなら、彼が言うには、もし肉体にも魂にも触れないのであれば、お前に何の関係があろうか。 例えば、父親の素性の卑しさや、妻の不貞、あるいは王冠や上席の剥奪といったことがそれである。 これらが存在しないときでも、人間が肉体も魂も最良の状態に保つことは妨げられないではないか。
πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον
"οἴμοι· τί δʼ οἴμοι;
これに対して、自然によって苦痛をもたらすと思われるもの、例えば病気や苦痛、友人や子供の死などに対しては、エウリピデスのあの言葉を用いるべきである。 「ああ、何がああなのだ。
θνητά τοι πεπόνθαμεν.
私たちは死すべき者としての運命を被ったのだ。
"
οὐδεὶς; γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν.
」なぜなら、感情的な部分が引きずり下ろされ、滑り落ちていくときに、共同の、そして自然の必然性を思い起こさせる理性ほどに、強くそれを支える理性は他にはないからである。 人間はその必然性に肉体を介して混じり合っているがゆえに、運命に対してこの唯一の手がかりを与えるが、最も本質的で最大の事柄においては安全に立っているのである。
ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται καὶ ὁ Στίλπων ἔφη μηδένʼ ἰδεῖν
τἀμά
φέροντα.
デメトリオスはメガラの街を占領したとき、スティルポンに彼の財産の何かが略奪されたのではないかと尋ねたが、スティルポンは、私のものを持ち去る者は一人も見なかった、と言った。
καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον.
それゆえ、運命が他のすべてのものを略奪し、奪い去るときでも、私たちは自分自身の中に次のようなものを持っているのである。
ἐν ἑαυτοῖς
"οἷόν κʼ οὔτε φέροιεν Ἀχαιοὶ οὔτε ἂν ἄγοιεν.
「アカイア人が奪い去ることも、連れ去ることもできないようなものを。
"
ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδʼ ὑπὲρ τὴν τύχην ἔχουσαν·
」それゆえ、人間の本性をすっかり卑下したり貶めたりして、あたかも運命を超えるような強固で永続的なものを何一つ持っていないかのようにみなしてはならない。
ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ ἐπίκηρον, ὃ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δʼ οὐ δύνανται.
むしろ反対に、人間のうちの傷つきやすく滅びやすい部分、すなわち運命を受け入れる部分はほんの一部にすぎず、より優れた部分は私たち自身が支配しており、その中には最大の善きもの、すなわち正しい思惑や学び、そして最終的に徳へと至る理性が据えられており、それらは奪われることのない不滅の固有の本質を持っていることを知って、未来に対して不敗であり、勇敢であるべきである。 そして、運命に対しては、ソクラテスが告発者たちに向けて言っているように見えながら裁判官たちに向けて言っていたあの言葉を語るべきである。 すなわち、「アニュトスとメレトスは私を殺すことはできても、害することはできない」と。
καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελὸς ἐστι πρὸς τὸν βίον.
なぜなら、運命は病気をもたらし、財産を奪い、民衆や僭主にざんげんすることはできても、善く、雄々しく、気高く、高潔で、自由な人を、悪く、臆病で、卑屈で、卑劣で、嫉妬深い者にすることはできないし、その心構えを奪い去ることもできないからである。 この心構えが常に共にあることは、航海士が海に対して役立つ以上に、人生に対して役立つ。
κυβερνήτῃ γὰρ οὔτε κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος· τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον ἀλλʼ ἓως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος
φεύγει μέγα λαῖφος ὑποστολίσας,
ἓως
ἐνέρτερον ἱστὸν, ἐρεβώδεος ἐκ θαλάσσης ὑπέρσχῃ
, τρέμων κάθηται καὶ παλλόμενος, ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις·
なぜなら、航海士にとっては、荒れる波や風を静めることも、港を必要としているときに望む通りの港を得ることもできず、また、起こる事態に勇敢に、かつ震えずに耐えることもできず、ただ自分の技術を諦めない限りは、「大きな帆を畳んで逃れ、」「暗い海の上に、より低いマストが突き出ている」間は、震え、動揺しながら座っているだけである。 しかし、賢者の心構えは、身体的な事柄に対しても平穏をもたらす。 なぜなら、自制、節度ある食事、適度な労苦によって、病気の原因を最大限に和らげるからである。
κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος,
εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν
ὥς φησιν Ἀσκληπιάδης παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος
そして、たとえ外部から、言わば暗礁に乗り上げるかのように感情の始まりが襲ってきたとしても、「巧みに整えられた軽い帆桁によって、それをかわす」とアスクレピアデスが言う通りである。 しかし、もし予期せぬ大きな災難が襲ってきて、完全に支配されてしまったとしても、港は近くにあり、水の入る小舟のような肉体から泳ぎ去ることができるのである。