Humanitext Reader

普鲁塔克 · 论心境安宁 §17

成见之苦的排除与智者的内省准备

第 11 段,共 13 段 · 希腊语

内容简介

作者区分了本质的痛苦与主观成见引起的痛苦,强调了保持内心境遇(心态)的重要性。通过航海舵手的比喻,他阐明了智者的心态如何帮助其应对身体疾病及突发的灾难,甚至在必要时超脱肉体。

§17καθόλου δʼ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου πρόχειρον "οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ·
总的来说,既然在不合意的事物中,有些是靠天性带来痛苦和沉重的,而大多数事物则是由于我们的主观成见,我们才习惯并学会去感到不快,因此对于后者,始终把米南德的这句随时可用的话备在手边并非无用: “除非你自以为如此,否则你并未遭受任何可怕的事。
" τί γὰρ πρὸς σέ ἐστι, φησίν, ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν;
” 因为,正如他所说,如果它既不触及肉体,也不触及灵魂,那对你有什么关系呢? 例如父亲的出身卑微、妻子的不贞、或者失去某种冠冕或前排座席,即使没有这些,难道不也不妨碍一个人使自己的肉体和灵魂都保持在最佳状态吗?
πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον "οἴμοι·
但对于那些由于天性而似乎带来痛苦的事,如疾病、痛苦以及朋友和孩子的死亡,则应使用欧里庇得斯的这句名言: “哀哉!
τί δʼ οἴμοι;
但何必‘哀哉’?
θνητά τοι πεπόνθαμεν.
我们所承受的不过是凡人之命。
" οὐδεὶς; γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν.
” 因为,当我们的情感部分堕落和滑落时,没有任何理性能够像唤起对共同和自然之必然性的记忆那样去支持它;人类因其身体而与这种必然性混合在一起,从而使命运对他有了这唯一的手脚,但在他最核心、最伟大的部分,他却安全地立着。
ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται καὶ ὁ Στίλπων ἔφη μηδένʼ ἰδεῖν τἀμά φέροντα.
德米特里在占领麦加拉城时,询问斯蒂尔蓬他的财产是否被掠夺,斯蒂尔蓬回答说,他没有看见任何人拿着 “我的东西”。
καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον. ἐν ἑαυτοῖς "οἷόν κʼ οὔτε φέροιεν Ἀχαιοὶ οὔτε ἂν ἄγοιεν.
因此,即使命运把其他一切掠夺并剥夺殆尽,我们自己内部依然拥有着某种东西, “是阿开亚人既无法夺走、也无法带走的。
" ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδʼ ὑπὲρ τὴν τύχην ἔχουσαν· ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ ἐπίκηρον, ὃ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δʼ οὐ δύνανται.
” 因此,绝不应该完全贬低或打压我们的天性,仿佛它没有拥有任何强大、持久或超越命运的力量;相反,我们应当知道,人身上接受命运摧残的那部分脆弱且易逝的部分是微小的,而我们自己统治着那更好的部分——其中安放着最伟大的善,即正确的见识、学识以及最终导向美德的理性,它们拥有不可剥夺且不被毁灭的本质。 因此,我们应对未来保持不败与勇敢,对命运说出苏格拉底对他的法官们所说的话(虽然看似是对他的指控者说的):“阿尼图斯和美勒托虽然能杀死我,却不能伤害我。
καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελὸς ἐστι πρὸς τὸν βίον.
”因为命运确实能够使人缠绵病榻、夺走财产、向民众或暴君谗言诽谤;但它无法将一个善良、勇敢、宽宏、高贵、自由的人变成邪恶、懦弱、卑微、下贱、嫉妒的人,也无法夺走那种心境——其常在对生命的益处,要大于舵手之于海洋。
κυβερνήτῃ γὰρ οὔτε κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος· τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον ἀλλʼ ἓως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος φεύγει μέγα λαῖφος ὑποστολίσας, ἓως ἐνέρτερον ἱστὸν, ἐρεβώδεος ἐκ θαλάσσης ὑπέρσχῃ , τρέμων κάθηται καὶ παλλόμενος, ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις·
因为舵手既不能平息狂澜暴风,也不能在需要港湾时随心所欲地到达;他不能勇敢且毫不颤抖地忍受所发生的一切,而只要他还没有放弃,他就必须运用自己的技术, “收起大帆而逃,” 并且只要“在阴沉的海面上,较低的桅杆还露在外面”,他就颤抖、心惊肉跳地坐着。 然而,智者的心境甚至给身体的状况带来平静,通过自制、节制的饮食和适度的劳苦,在最大程度上消除疾病的温床。
κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος, εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν ὥς φησιν Ἀσκληπιάδης παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος
即便外部有某种情感的开端如掠过暗礁般袭来, “他也用整备妥当且轻便的帆桁避开了,” 正如阿斯克莱皮亚德斯所说。 而如果有什么意料之外且重大的灾难降临并压倒了他,港口就在附近,他可以从肉体中游走,就像从漏水的救生艇中脱身一样。

词汇与语法注释

  1. 475bδόξῃ — 指“主观成见”或“世俗舆论”。这里强调了与由自然(φύσει)带来的本质痛苦不同,许多痛苦是由人自身的价值判断(δόξα)引起的。
  2. 475bὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος — 关系代词 ὧν 指代前述的外在不幸。μὴ παρόντων 是属格绝对结构,意为“在这些事物不存在(缺失)时”。此外,ὧν 由 κωλύεται 支配(属格支配),表示“不因[缺少]这些而被阻碍”。
  3. 475eἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν — 指向柏拉图《申辩篇》30c-d。在语法上,通过分词 δοκῶν 展现了言辞表面上的针对对象(指控者们)与苏格拉底实际上希望传递这一信息的真正听众(法官们)之间的对比。
  4. 476aἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος — 比喻用法,意为从像漏水小舟(ἐφολκίου μὴ στέγοντος)一般的身体(τοῦ σώματος)中游走(脱身)。不定式 ἀπονήξασθαι 支配属格 τοῦ σώματος,将脱离肉体(在语境中指自尽解脱)比作船只沉没时的逃生。

引用这一段

普鲁塔克, 论心境安宁 §17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。