§14ὅτι δʼ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας καὶ τῆς δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ
ἐν Διὸς οὔδει
κατακειμένους ἀλλʼ ἐν τῇ ψυχῇ κειμένους, αἱ διαφοραὶ τῶν παθῶν δηλοῦσιν.
各人が自分自身の中に心の平静と不平の貯蔵庫を持っており、善きものと悪しきものの甕が「ゼウスの床に」置かれているのではなく、自らの魂の中に置かれているということは、感情の多様性が示している。
οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτʼ ὄντα τῷ μνημονεύειν ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς·
愚かな人々は、将来に対する不安に絶えず心を奪われているために、目の前にある良いものすら見過ごし、軽んじるが、賢明な人々は、すでに存在しないものをも、記憶することによって自分自身にとって鮮明に存在するものとする。
τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδʼ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις·
なぜなら、現在は時間の極めて微小な部分において触れることを許したかと思うと、すぐに感覚から逃れ去ってしまうものであり、愚かな人々にとっては、もはや自分たちに関係するものとも、自分たちのものとも思われないからである。
ἀλλʼ ὥσπερ ὁ ἐν Ἃιδου ζωγραφούμενος σχοινοστρόφος ὄνῳ τινὶ·
ちょうど冥府で描かれている縄をなう者が、編み上げているものをそばで草を食む驢馬に食べ尽くされるままにさせているかのようである。
παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα καὶ κατόρθωμα καὶ σχολὴν ἐπίχαριν καὶ συμπεριφορὰν καὶ ἀπόλαυσιν, οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι, συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων ἀλλʼ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα, πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν.
多くの人々のうち、それと同様の者において、感じ取ることもなく感謝することもない忘却が、あらゆる行動や成功、心地よい余暇や交際、享楽をその中に取り込んで貪り食い、消し去ってしまい、過去の出来事が現在の出来事と編み合わされることによって人生が一つのものとなるのを許さないのである。 そうではなく、昨日あったものを今日のものとは別物とし、同様に明日を今日のものとは同じではないとして切り離し、忘却によって、生起するすべてのことをただちに起こらなかったことにしてしまうのである。
οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες ὡς τῆς οὐσίας;
なぜなら、学塾において、存在は絶えず流転しているとして成長を否定する人々は、理論の上で、我々の一人一人を自分自身とは別人に、また別人にしてしまうが、他方で記憶によって以前の出来事を保持せず、また回復しもしないで、ただ流れ去るに任せる人々は、実際において自分自身を日々欠乏し、空虚で、明日にぶら下がっている者にしてしまう。
ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδʼ ἀναλαμβάνοντες ἀλλʼ ὑπεκρεῖν ἐῶντες, ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθʼ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς οὐ πρὸς αὐτοὺς ὄντων οὐδʼ ὅλως αὐτοῖς γενομένων.
あたかも、昨年や一昨日や昨日の出来事が自分たちに関係のないものであり、全く自分たちに起こらなかったかのように。
§15καὶ τοῦτʼ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται·
したがって、このことも心の平静をかき乱すが、それ以上に、ちょうど蝿が鏡の滑らかな部分からは滑り落ち、ざらざらした場所や傷のある場所にへばりつくように、人間が明るく心地よい事柄からは滑り去って、不快な記憶に絡みつくとき、あのことの方がよりいっそう平静をかき乱すのである。
καὶ ταῖς ἀμυχαῖς, οὕτως ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δʼ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι χωρίον ἐμβάλλοντας ὃ καλεῖται
κανθαρώλεθρον,
ἐκβῆναι μὴ δυναμένους ἀλλʼ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδʼ ἀναπνεῦσαι.
あるいはむしろ、オリュントスにおいて糞転がしたちが、ある「カンタローレトロン」と呼ばれる場所に飛び込むと、脱出することができず、そこで回り、回転しながら死んでいくと言われているように、彼らも悪しき記憶の中に滑り落ちてしまい、そこから這い上がろうともせず、一息つこうともしないかのようである。
δεῖ δʼ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν·
しかし、ちょうど絵の具の板においてそうするように、魂の中でも諸々の出来事の明るく輝かしいものを前面に出し、暗く陰鬱なものは隠し、抑え込むべきである。
ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδʼ ἀπαλλαγῆναι.
なぜなら、それらを完全に消し去ったり、それらから免れたりすることはできないからである。
παλίντονος γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου·
「世界の調和は、竪琴や弓のように、互いに引き合うものである」からである。
καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδʼ ἀμιγές.
人間の事柄において、純粋で混じり気のないものは何もない。
ἀλλʼ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλʼ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην· "
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλʼ ἔστι τις σύγκρασις, ὥστʼ ἔχειν καλῶς
"
), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδʼ ἀπαγορεύειν ἀλλʼ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.
ちょうど音楽においては低音と高音があり、文法においては母音と子音があるが、音楽家や文法家とは、その一方を嫌って逃げる者ではなく、すべてのものを用い、適切な方法で混ぜ合わせることを知っている者であるように、そのように、物事が対立物を持っている場合にも(エウリピデスによれば、 "善きものと悪しきものが別々に存在することはあり得ず、何らかの混ざり合いがあり、それによってうまくいく ")、一方の事柄のために気落ちしたり絶望したりすべきではなく、調和を重んじる音楽家のように、常に優れたものによって劣ったものを和らげ、良いものの中に悪いものを包み込むことによって、人生の調和のとれた、自分たちに適した混ざり合いを作り出すべきなのである。
οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν,
"
ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ
εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου
ἀγαθός,
"
ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται μοῖραι καὶ δαίμονες·
なぜなら、メナンドロスが言うように、 "すべての人に、生まれるとすぐに、人生の善き導き手としてダイモーンが付き添う "のではなく、むしろエンペドクレスが言うように、二つの相反する運命やダイモーンたちが、我々の一人一人が生まれるときに受け入れ、支配するからである。
"
ἔνθʼ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,
δῆρίς θʼ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,
Καλλιστὼ τʼ Αἴσχρη τε Θόωσά τε Δηναίη τε,
νημερτής τʼ ἐρόεσσα μελάγκαρπός τʼ Ἀσάφεια. "
"そこにはクトニエと遠目がきくへリオペ、血みどろの闘争とおごそかな調和、美しきカリストと醜きアイスクレ、素早きトオサと歩みの遅きデナイエ、真実を語るネメルテスと、黒い実を結ぶアサペイアがいた。 "