Humanitext Reader

プルタルコス · 心の平静について §13

自己の天性の把握と相反する生き方の峻別

8 / 13 箇所 · ギリシア語

要旨

私たちが追い求める価値の中には共存し得ないものも多いため、デルポイの格言のように自己を理解し、己の天性に適した生き方に専念して他人の長所を羨まないことの大切さを説く。

§13τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων, οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς· δυνάμεις δὲ πολιτικαὶ καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδʼ ἀσχολιῶν περιγίγνονται.
なぜなら、私たちが熱心に追い求めるもののうち、あるものは共存すらできず、むしろお互いに相反する性質を持っているからである。 たとえば、弁論の修練や学問の習得は、静けさと余暇を必要とするが、他方で政治的な権力や王たちとの友情は、多忙や活動なしには得られない。
καὶ μὴν οἶνοί τε καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, ψυχὴν δʼ ἀσθενῆ καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, ὑπεροψία δὲ καὶ περιφρόνησις μέγα πρὸς φιλοσοφίαν ἐφόδιον.
また、「ワインと肉をたっぷり摂取することは、身体を強健にするが、精神を弱くする」のであり、「富に対する不断の配慮と管理は、富を増やすが、富に対する無視と軽蔑は、哲学への大いなる道糧となる」のである。
ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν· εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν·
それゆえ、すべての人にすべてのものが与えられているわけではない。 むしろ、ピュティアの文字に従って自分自身を理解すべきであり、その上で自ら生まれついた一つのことに専念し、時によって異なる他人の生き方を羨んで追いかけたり、自らの天性に逆らったりすべきではない。
" ἐν ἅρμασιν ἵππος, ἐν δʼ ἀρότρῳ βοῦς, παρὰ ναῦν δʼ ἰθύει τάχιστα δελφίς, κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν.
"戦車には馬、犁には牛、船の傍らではイルカが最も速く進み、猪に対して死を企てるときには、忍耐強い犬を捜し出すべきである。
" ὁ δʼ ἀσχάλλων καὶ λυπούμενος ὅτι μὴ καὶ λέων ἐστὶν "ὀρεσίτροφος ἀλκὶ πεποιθώς" ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός ἐστι.
"しかし、自分が「山の育ちで、武勇を頼みとする」ライオンではなく、同時に寡婦の胸に抱かれて育てられるマルタ産の愛玩犬ではないからといって、腹を立て嘆く者は愚か者である。
τούτου δʼ οὐδέν βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ συγκαθεύδειν ὡς Εὐφορίων, ἢ ἰὼν ἐπὶ κῶμον Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδιος· ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ διʼ ἀρετὴν ὡς Ἐπαμεινώνδας.
これと全く変わらないのが、一方ではエンペドクレスやプラトンやデモクリトスのようになって宇宙や事物の真理について執筆したいと望みながら、他方ではエウポリオーンのように富裕な老女と寝屋を共にすることや、あるいはメーディオスのように宴会に行ってアレクサンドロスと共に酒を酌み交わすことを望み、同時にイスメーニアスのように富のゆえに、またエパメイノンダスのように徳のゆえに称賛されないといって憤慨し嘆いている者である。
οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ χαίρουσι Σπάρταν ἔλαχες, ταύταν κόσμει καὶ γὰρ ὁ Σόλων "ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα" τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν αἰεί, "χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. " καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, τί οὖν ἔφη θαυμαστόν, εἰ πλείονὲς εἰσιν οἱ λούεσθαι θέλοντες τῶν ἀλείφεσθαι βουλομένων Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων οὐκ Ἀλεξάνδρῳ μόνον ἔφη προσήκει μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων;
競走走者たちも、拳闘家たちの冠を得られないからといって落胆することはなく、むしろ自分たちの冠を誇り、喜んでいる。 「スパルタをお前は得たのだ。 これを飾り立てよ」実際、ソロンもこう言っている。 「しかし我々は彼らと、徳を富と引き換えにすることはない。 徳は常に揺るぎないが、富は人間の間を移り変わり、時によって異なる者が持つからである」また、自然学者のストラトーンは、メネデーモスの方が何倍も多くの弟子を抱えていると聞いたとき、「では、油を塗ってもらいたいと願う者よりも、身体を洗いたいと願う者の方が多いことに、何の不思議があろうか」と言った。 アリストテレスはアンティパトロスへ書き送った手紙の中で、「大勢の人間を支配しているという理由だけで、アレクサンドロスだけが大いなる自負を抱いてよいわけではない。
ἀλλʼ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν.
神々について抱くべき正しい考えを持っている人々も、同様に自慢してよいのだ」と述べた。
τοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει τὰ τῶν πλησίον νῦν δὲ τὴν ἄμπελον σῦκα φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς· αὐτοὶ δʼ ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς καὶ καταφρονοῦμεν ὡς, ἐνδεῶς καὶ εὐτελῶς βιούντων.
このように自らの持っているものを尊ぶ人々は、隣人の境遇に煩わされることはない。 しかし、私たちは現在、葡萄の木にいちじくが実ることを求めず、オリーブの木に葡萄の房が実ることも求めないのに、自分自身に対しては、もし富者、学者、軍人、哲学者、お世辞使い、率直に語る者、倹約家、浪費家のすべての長所を同時に持ち合わせていなければ、自分を誹謗し、自分に感謝せず、自分を乏しく卑しい生活を送る者として軽蔑してしまう。
πρὸς δὲ τούτῳ καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς.
しかし、これに加えて、自然もまた私たちに注意を促していることがわかる。
ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφʼ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε·
なぜなら、動物たちにはそれぞれに異なる食物を用意し、すべてが肉食になったり、種子を拾い集めたり、根を掘り起こしたりするようにしなかったのと同様に、人間にも人生において多様な生活の手段を与えたからである。
"μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε" καὶ ὃν πόντος τρέφει δεῖ δὲ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ μὴ τὸν Ἡσίοδον ἐλέγχειν ἐνδεέστερον εἰπόντα "καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων. " οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους ζηλοῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες, οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν.
「羊飼い、農夫、鳥刺し、」そして、海に養われている者。 人は自分にふさわしいものを選び、それに励み、他人のものはそのままにしておくべきであり、ヘシオドスが次のようにやや不十分に言ったからといって、彼を非難すべきではない。 「陶工は陶工に怒り、大工は大工に怒る」なぜなら、私たちは同業者や同じ気質の人々を羨むだけでなく、富者は学者を、有名人は富者を、法廷弁論家はソフィストを羨み、そして、なんと(ゼウスに誓って)、自由な身分や門閥の貴族たちが、劇場で人気を博している喜劇役者や舞踏家、あるいは王宮の召使いたちを見て圧倒され、彼らを祝福して、自分自身を少なからず苦しめ、かき乱しているからである。

語釈・文法注

  1. 472bτῶν σπουδαζομένων — 部分属格。代名詞 τινὰ(あるものたち)に係る。「追求されるものたちのうち、あるものは」の意。
  2. 472cτῷ Πυθικῷ γράμματι — 「ピュティア(デルポイ)の碑文」とは、デルポイの神殿に刻まれていた有名な格言「汝自身を知れ」(γνῶθι σαυτόν)を指している。
  3. 472dἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται — 感情を表す動詞や分詞(ἀγανακτέω, λυπέομαι)の後に続く接続詞 εἰ は、客観的な条件ではなく、感情の原因(「〜ということに、〜でないからと」)を導く。
  4. 472eτῶν ἀλείφεσθαι βουλομένων — 「油を塗られる(または塗る)ことを望む者」とは、古代ギリシアの体育場(ギムナシオン)で運動や哲学に従事する人々を指し、ここでは真剣に学ぶ少数の者を比喩的に指す。これに対して「湯浴み(体を洗うこと)を求める者」(λούεσθαι θέλοντες)は、単に娯楽を求める大衆を指す。
  5. 472fτοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει — τοὺς... σεμνύνοντας は、未来形動詞 οὐκ ἐνοχλήσει の対格目的語(「自らのものをこのように誇る人々を、隣人のものは煩わせないだろう」)。
  6. 473aὡς, ἐνδεῶς καὶ εὐτελῶς βιούντων. — ὡς に導かれる属格独立構文。意味上の主語(ἡμῶν)は省略されており、「私たちが乏しく卑しい生活を送っているかのように」を表す。

この箇所を引用する

プルタルコス, 心の平静について §13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。