§14ὅτι δʼ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας καὶ τῆς δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ
ἐν Διὸς οὔδει
κατακειμένους ἀλλʼ ἐν τῇ ψυχῇ κειμένους, αἱ διαφοραὶ τῶν παθῶν δηλοῦσιν.
每个人在自己内心都拥有平静与沮丧的贮藏库,而善与恶的瓮并非安放在“宙斯的地面上”,而是放在灵魂之中,这一点由情感的多样性所表明。
οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτʼ ὄντα τῷ μνημονεύειν ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς·
因为愚蠢的人由于心思总是被对未来的忧虑所牵引,甚至会忽略并轻视眼前的福祉;而聪明的人则通过记忆,使那些不复存在的事物对他们而言依然清晰如初。
τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδʼ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις·
因为现在,在允许我们在极微小的片刻接触它之后便逃离了我们的感知,在愚蠢的人看来,它便不再与我们相关,也不再属于我们。
ἀλλʼ ὥσπερ ὁ ἐν Ἃιδου ζωγραφούμενος σχοινοστρόφος ὄνῳ τινὶ·
这正如在冥府里被画出的搓绳人,任由一头在旁边吃草的驴子吞食他所编织的东西一样;在大多数人中,无知觉且不知感恩的遗忘也同样吸收并吞噬着每一次行动、成功、愉悦的闲暇、交往与享乐,将其抹去,不让过去的事情与现在的事情交织在一起,从而无法使生命成为一个统一的整体。
παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα καὶ κατόρθωμα καὶ σχολὴν ἐπίχαριν καὶ συμπεριφορὰν καὶ ἀπόλαυσιν, οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι, συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων ἀλλʼ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα, πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν.
相反,它将昨天的存在与今天的存在分离开来,同样也将明天的存在视为与今天的存在不同,通过不复记忆,立刻将所有发生过的事情归于未曾发生的状态。
οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες ὡς τῆς οὐσίας; ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδʼ ἀναλαμβάνοντες ἀλλʼ ὑπεκρεῖν ἐῶντες, ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθʼ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς οὐ πρὸς αὐτοὺς ὄντων οὐδʼ ὅλως αὐτοῖς γενομένων.
因为,虽然学校里那些因物质不断流逝而否定增长的人,在理论上使我们每一个人都变得与自己不同且不断改变,但那些因记忆无法保留或找回过去的事件,而任由其流失的人,在实际上却使自己每天都变得匮乏和空虚,悬挂于明天,仿佛去年、前天和昨天的事情与他们无关,或者根本没有发生在他们身上一样。
§15καὶ τοῦτʼ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται·
因此,这件事搅扰了内心的平静,而另一件事则更为严重:正如苍蝇从镜子光滑的地方滑落,却黏附在粗糙和有划痕的地方一样,人类也从欢快和舒适的事情上滑走,纠缠于不快之事的记忆中。
καὶ ταῖς ἀμυχαῖς, οὕτως ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δʼ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι χωρίον ἐμβάλλοντας ὃ καλεῖται
κανθαρώλεθρον,
ἐκβῆναι μὴ δυναμένους ἀλλʼ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδʼ ἀναπνεῦσαι.
或者更确切地说,正如人们所说奥林索斯的甲虫那样,当它们跌入一个被称为“甲虫之死”的地方时,便无法逃脱,而是在那里转圈、打转,直到死去;人类同样滑入对邪恶的记忆中,不愿振作,也不愿喘息。
δεῖ δʼ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν· ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδʼ ἀπαλλαγῆναι.
然而,我们应当像在调色板上那样,在灵魂中突出事物明亮和光彩的一面,隐藏并压制阴暗的一面;因为完全抹去它们是不可能的,我们也无法彻底摆脱它们。
παλίντονος γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου· καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδʼ ἀμιγές.
“因为宇宙的和谐是张紧的,正如竖琴和弓一样,” 而且在人类事务中没有什么是纯粹或不掺杂的。
ἀλλʼ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλʼ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην· "
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλʼ ἔστι τις σύγκρασις, ὥστʼ ἔχειν καλῶς
"
), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδʼ ἀπαγορεύειν ἀλλʼ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.
正如在音乐中有低音和高音,在文字中有元音和无声音,而音乐家或文法家并不是厌恶并逃避其中之一的人,而是懂得如何使用并为了合适的目的将二者结合起来的人;同样,既然事物存在着对应的平衡(因为正如欧里庇得斯所说: “善与恶无法分开存在,而是存在某种混合,以便一切顺利”),我们就不应当因另一方而沮丧或放弃,而应当像和谐的音乐家一样,总是用更好的事物来缓和糟糕的事物,将坏的事物包容在好的事物中,使生活的混合变得协调并适合自己。
οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν,
"
ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ
εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου
ἀγαθός,
"
ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται μοῖραι καὶ δαίμονες·
因为并不像米南德所说, “一个神灵在每个人出生时便陪伴在侧,作为生命的良导,” 而是如恩培多克勒所说,两个相反的命运和神灵在我们每个人出生时接管并支配着我们: “那里有克托尼娅与远眺的赫利奥佩,血腥的斗争与庄严的和谐,美丽的卡利斯托与丑陋的艾斯克雷,迅速的托奥萨与迟缓的德奈埃,可爱的涅梅尔特斯与结着黑果的阿萨菲亚。
"
ἔνθʼ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,
δῆρίς θʼ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,
Καλλιστὼ τʼ Αἴσχρη τε Θόωσά τε Δηναίη τε,
νημερτής τʼ ἐρόεσσα μελάγκαρπός τʼ Ἀσάφεια. "
”