Humanitext Reader

普鲁塔克 · 论心境安宁 §13

认识自身天性与舍弃不可兼得之物

第 8 段,共 13 段 · 希腊语

内容简介

论述人们追求的诸多价值往往无法共存,因此应当遵循德尔斐的箴言认识自己,专心于适合自身天性的道路,而不应盲目羡慕他人。

§13τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων, οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς· δυνάμεις δὲ πολιτικαὶ καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδʼ ἀσχολιῶν περιγίγνονται.
因为,在我们热心追求的事物中,有些事物天然无法共存,反而相互抵触。 例如,言辞的磨练和学问的领悟需要清静与闲暇,而政治权力与君王的友谊若无事务纠缠和忙碌则无法获得。
καὶ μὴν οἶνοί τε καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, ψυχὴν δʼ ἀσθενῆ καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, ὑπεροψία δὲ καὶ περιφρόνησις μέγα πρὸς φιλοσοφίαν ἐφόδιον.
况且, “美酒和肉食的饱足能使身体强壮健硕,却使灵魂虚弱,” 而且 “对金钱的不断照管与守护能增加财富,但对其忽视与轻蔑则是通往哲学的极大资粮。
ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν· εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν· " ἐν ἅρμασιν ἵππος, ἐν δʼ ἀρότρῳ βοῦς, παρὰ ναῦν δʼ ἰθύει τάχιστα δελφίς, κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν.
” 因此,并非所有人都能拥有一切,而是应当顺从皮提亚的铭文,认识自己;然后致力于自己天然适合的那一件事,而不是在不同的时候被不同的生活追求所吸引,从而强扭自己的天性: “骏马驾车,公牛耕地,海豚在船旁游得最快,而若要图谋野猪的性命,则须寻得一条坚忍不拔的猎犬。
" ὁ δʼ ἀσχάλλων καὶ λυπούμενος ὅτι μὴ καὶ λέων ἐστὶν "ὀρεσίτροφος ἀλκὶ πεποιθώς" ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός ἐστι.
” 如果有人因为自己不是一只“生于山林、自负勇武”的雄狮,同时又不能做一只在寡妇怀中被抚育的马耳他宠物犬,而感到愤恨和痛苦,那他就是疯了。
τούτου δʼ οὐδέν βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ συγκαθεύδειν ὡς Εὐφορίων, ἢ ἰὼν ἐπὶ κῶμον Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδιος· ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ διʼ ἀρετὴν ὡς Ἐπαμεινώνδας.
与此完全没有两样的是,有人既想成为恩培多克勒、柏拉图或德谟克利特,撰写关于宇宙和事物真理的著作,同时又想如欧福里翁那样与富有的老妇同枕共眠,或者像梅迪奥斯那样去参加宴饮并与亚历山大共饮;而若不能像伊斯梅尼亚斯那样因财富、以及像埃帕米农达那样因美德而受到赞美,便感到愤慨和痛苦。
οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ χαίρουσι Σπάρταν ἔλαχες, ταύταν κόσμει καὶ γὰρ ὁ Σόλων "ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα" τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν αἰεί, "χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
因为连短跑运动员也不会因为没有获得摔跤手的桂冠而感到沮丧,相反,他们因自己的桂冠而自豪并感到高兴: “你得到了斯巴达,就去装点她吧。 ” 事实上,索伦也曾说: “但我们不会与他们交换,用美德去换取财富;因为美德永远稳固,而人类的财富却在不同的时候由不同的人拥有。
" καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, τί οὖν ἔφη θαυμαστόν, εἰ πλείονὲς εἰσιν οἱ λούεσθαι θέλοντες τῶν ἀλείφεσθαι βουλομένων Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων οὐκ Ἀλεξάνδρῳ μόνον ἔφη προσήκει μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων; ἀλλʼ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν.
” 物理学家斯特拉托听说梅内德穆斯的弟子是自己的许多倍时,说道: “那么,想要洗澡的人比想要涂油的人更多,这有什么可奇怪的呢? ” 而亚里士多德在给安提帕特写信时说道: “并非只有亚历山大才配自命不凡,因为他统治着许多人;那些对神明持有应有信念的人,同样配得上这一自负。
τοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει τὰ τῶν πλησίον νῦν δὲ τὴν ἄμπελον σῦκα φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς· αὐτοὶ δʼ ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς καὶ καταφρονοῦμεν ὡς, ἐνδεῶς καὶ εὐτελῶς βιούντων.
” 因为那些如此看重自身事物的人,将不会受到邻人事务的打扰。 但现在,我们并不要求葡萄树结出无花果,也不要求奥利弗树结出葡萄;然而,除非我们同时拥有富人、学者、军人、哲学家、谄媚者、直言不讳者、节俭者和挥霍者的所有长处,否则我们就会诽谤自己、对自己忘恩负义,并轻视自己,认为自己过着匮乏和卑微的生活。
πρὸς δὲ τούτῳ καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς.
除此以外,我们看到自然也在提醒我们。
ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφʼ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε· "μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε" καὶ ὃν πόντος τρέφει δεῖ δὲ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ μὴ τὸν Ἡσίοδον ἐλέγχειν ἐνδεέστερον εἰπόντα "καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.
正如它为不同的野兽准备了不同的食物,并没有让所有动物都成为肉食者、或拾穗者、或掘根者一样,它也为人类提供了多样的生活手段: “牧羊人、耕作者、捕鸟人,” 以及靠海洋养活的人。 我们应当选择适合自己的道路并为之努力,放手不管他人的事物,并且不要指责赫西俄德说得不够充分: “陶工嫉妒陶工,木匠嫉妒木匠。
" οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους ζηλοῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες, οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν.
” 因为我们不仅羡慕同业者和同类性格的人,富人也羡慕学者,有名望者也羡慕富人,法庭辩护士也羡慕诡辩家。 甚至,誓以宙斯之名,自由人和名门贵族也会被剧场中大获成功的喜剧演员、舞者以及君王宫廷中的侍从所震撼和羡慕,从而给自己带来不小的痛苦与纷扰。

词汇与语法注释

  1. 472bτῶν σπουδαζομένων — 部分属格,修饰代词 τινὰ(追求的事物中,有一些)。
  2. 472cτῷ Πυθικῷ γράμματι — “皮提亚(德尔斐)的铭文”指德尔斐神庙上刻着的著名箴言“认识你自己”(γνῶθι σαυτόν)。
  3. 472dἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται — 在表示情感的动词或分词(ἀγανακτῶν、λυπούμενος)之后,连词 εἰ 并非表示条件假设,而是引导情感的原因(“因没有受到赞美而……”)。
  4. 472eτῶν ἀλείφεσθαι βουλομένων — “想要涂油(受训)的人”比喻那些在体育馆(gymnasium)中进行身体锻炼或认真学习哲学的人,在此代指少数严谨的求学者。而“想要洗澡的人”(λούεσθαι θέλοντες)则比喻追求消遣或浅尝辄止的大众。
  5. 472fτοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει — 分词短语 τοὺς... σεμνύνοντας 作将来时主动词 οὐκ ἐνοχλήσει 的宾语(意为“那些如此看重自身事物的人,邻居的事物不会打扰到他们”)。
  6. 473aὡς, ἐνδεῶς καὶ εὐτελῶς βιούντων. — 带有 ὡς 的属格独立结构,省略了意味上的主语(ἡμῶν),表示“仿佛我们正过着匮乏而卑微的生活一样”。

引用这一段

普鲁塔克, 论心境安宁 §13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。