§10καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθʼ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν.
けれども、次のこともまた心の平穏にとって大いに有益である。 すなわち、何よりも自分自身と自分自身のありようを観察すること、それが叶わぬなら、自分より不遇な人々を見渡すことであり、多くの人々がするように、自分より優れた者たちに対して自分を競わせないことである。
οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δʼ ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες.
たとえば、ただちに、囚人たちは釈放された人々を幸福であるとし、釈放された人々は自由人を、自由人は市民を、市民はさらにまた富裕な人々を、富裕な人々は太守を、太守は王たちを、王たちは神々を幸福であるとし、ほとんど雷鳴を轟かせ稲妻を放つことすら望むようになる。
εἷθʼ οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθʼ ἑαυτοὺς χάριν ἔχουσιν.
このようにして、彼らは常に自分たちより上の者に対して欠乏を感じているため、決して自分自身の境遇に感謝することがない。
"οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει· "
καί
"
οὐδʼ εἷλὲ πώ με ζῆλος, οὐδʼ ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δʼ οὐκ ἐρέω τυραννίδος
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.
「私は黄金に富むギーゲースの件など気にかけない」そしてまた、「いまだ嫉妬が私を捉えたことはなく、私は神々の業を羨むこともない。 また偉大な支配を欲することもない。 なぜなら、それは私の目の届かぬ遠くにあるからだ」というように。
"
Θάσιος γὰρ ἦν ἐκεῖνος·
というのも、あの詩人はタソス人だったからである。
ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἦν ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει·
しかし、他のあるキオス人や、あるガラティア人やビテュニア人は、自らの市民の中で何らかの地位や名声や権力を得ていても満足せず、パトリキの靴を履いていないと言って涙を流す。 そして仮にそれを履いていても、ローマの法務官にまだなっていないと言って涙を流し、仮に法務官になっても、執政官になっていないと言って涙を流す。
καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλʼ ὕστερος ἀνηγορεύθη.
さらに執政官になっても、最初にではなく後から名前を告げられたと言って涙を流す。
τοῦτο δʼ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφʼ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην;
これはいったい、不満の口実を自ら集めては運命を責め、自分自身によって罰せられ、報いを受けているのでなくて何であろうか。
ἀλλʼ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος
"εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός,"
οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλʼ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ πρόεισιν.
だが、健やかな考えを持つ賢者であれば、太陽が何万人もの人々を見下ろしている中で、「広き大地の恵みを受ける私たちすべての者よ」と唱え、自分が一部の者たちより名声や富において劣っているからといって、嘆き悲しんで卑屈に座り込んでいるのではなく、これほど多くの人々の中で自分が何万回もまともで、より良く生きていることに感謝し、自らの守護神と生涯を称えながら、自らの道を歩んでいく。
ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκ λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους·
というのも、オリンピアにおいては、対戦相手を自分で選び出して勝利することはできないが、人生においては、状況が多くの人々に勝って誇ること、そして他者を羨むよりもむしろ羨まれる存在になることを許してくれているからである。
ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν.
ただし、君が自分自身をブリアレオスやヘラクレスのライバルに仕立て上げない限りは。
ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας·
それゆえ、君が歩行輿に乗って運ばれる者を優れた者として過度に称賛するときには、腰をかがめてそれを担いでいる者たちをも見なさい。
καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν.
また、あのクセルクセスが筏の橋で渡海するのを、あるヘレスポントス人がしたように幸福であると羨むときには、鞭の下でアトス山に運河を掘っている者たちや、波浪によって橋が破壊されたために耳や鼻をそぎ落とされた者たちを見なさい。 そして同時に、彼らが「君の人生や君の境遇こそ幸福である」と羨んでいるその心中をも見なさい。
ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις
μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν· λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ
τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις·
ソクラテスはある友人が、この都市はなんと物価が高いことか、と嘆くのを聞いた。 「キオス産のワインは1ミナ、紫衣は3ミナ、蜂蜜は1コテュレで5ドラクマもする」するとソクラテスは彼を連れて大麦粉の売り場へ行き、「1オボロスで半ヘクテウスだ。 なんと物価の安い都市だろう」と言った。
εἶτα ταῖς ἐλαίαις
δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις·
次にオリーブの売り場へ行き、「2カルコスで1コイニクスだ。 なんと物価の安い都市だろう」と言った。
εἶτα ταῖς ἐξωμίσι
δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις.
次に袖なし外套の売り場へ行き、「10 ドラクマだ。 なんと物価の安い都市だろう」と言った。
οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδʼ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν
λαμπρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.
それならば、私たちもまた、ある人が「私たちの境遇は実に取るに足らず、恐ろしく惨めなものだ。 執政官でもなければ、属州総督でもないのだから」と言うのを聞くとき、次のように言うことができる。 「私たちの境遇は輝かしく、私たちの人生は羨むべきものである。 私たちは物乞いもせず、荷物運びもせず、他人にへつらうこともないのだから」