§10καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθʼ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν.
然而,这也对保持心情舒畅大有裨益,即尽可能审视自己及自身周围的事物;如果不成,就去观察那些比自己更不遇的人,而不是像大多数人那样,总是将自己与超越自己的人进行攀比。
οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δʼ ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες.
例如,当下被囚禁的人羡慕获得释放的人,而获得释放的人又羡慕自由人,而自由人羡慕市民,市民又羡慕富人,富人羡慕太守,太守羡慕君王,君王则羡慕神明,甚至几乎想要像神明那样电闪雷鸣。
εἷθʼ οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθʼ ἑαυτοὺς χάριν ἔχουσιν.
如此这般,他们因总是对高过自己的人感到欠缺,从而永远无法对自身的境遇心怀感激。
"οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει· "
καί
"
οὐδʼ εἷλὲ πώ με ζῆλος, οὐδʼ ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δʼ οὐκ ἐρέω τυραννίδος
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν. "
Θάσιος γὰρ ἦν ἐκεῖνος·
“黄金万两的基盖斯,其事与我何干,” 并且 “嫉妒从未攫取过我,我亦不羡慕神明的造化,我亦不渴求伟大的僭主统治;因为它们都远离我的眼界,” 正如那位诗人所说,因为他是萨索斯人。
ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἦν ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλʼ ὕστερος ἀνηγορεύθη.
然而,其他某个基奥斯人、加拉太人或比提尼亚人,若未能满足于自己在同胞市民中所获得的荣誉或权力,便会因没有穿上贵族的鞋子而哭泣;而一旦穿上了,又因还未当上罗马的法务官而哭泣;而一旦当上了法务官,又因未能当上执政官而哭泣;即使当上了执政官,又因自己未被最先宣布而是落在人后而哭泣。
τοῦτο δʼ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφʼ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην;
这难道不正是自己收集不感激运命的借口,从而被自己惩罚并付出代价吗?
ἀλλʼ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος
"εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός,"
οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλʼ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ πρόεισιν.
相反,一个明智的人,在太阳普照千万生灵之际,心存健壮的思想: “凡是采食宽广大地之果实的我们,” 他绝不会因自己在声名和财富上不如某些人而哭泣和自卑地坐着,而是会因为自己在如此多的人群中,生活得比千万人都更为体面和美好,从而赞美自己的守护神和生活,继续他的人生之路。
ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκ λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους· ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν.
因为在奥林匹亚,不能通过挑选对手来获得胜利;但在生活中,环境允许我们超越许多人并感到自豪,使我们更易被别人羡慕而不是去羡慕别人——只要你不把自己当作布里阿瑞俄斯或赫拉克勒斯的对手。
ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν.
因此,当你过分羡慕轿子里坐着的尊贵之人时,请俯下身子,也看看那些抬轿子的人;当你像那个赫勒斯滂人一样,羡慕那个乘着浮桥渡海的薛西斯是多么幸福时,也请看看那些在皮鞭下开凿阿索斯山的人,以及那些因桥梁被风浪摧毁而被割去耳鼻的人,并同时观察一下他们的心思——他们其实在羡慕你的生活和你的境遇。
ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις
μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν· λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ
τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐλαίαις
δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐξωμίσι
δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις.
苏格拉底听见他的一位朋友抱怨说,这座城市物价太高: “基奥斯葡萄酒一米纳,紫衣三米纳,一科图拉蜂蜜五德拉克马;” 他便拉着这位朋友,来到大麦粉摊前:“一奥波尔可以买半赫克托,城市很便宜嘛;” 接着来到橄榄摊前:“两铜币一霍尼克斯,城市很便宜嘛;” 接着来到短袍摊前:“十德拉克马,城市很便宜嘛。
οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδʼ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν
λαμπρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.
” 既然如此,当我们听见别人说,我们的生活是多么渺小而极其凄惨,既不当执政官也不当总督时,我们也可以这样回答: “我们的生活很灿烂,我们的境遇令人羡慕;我们既不乞讨,也不当苦力,更不去谄媚他人。 ”