Humanitext Reader

プルタルコス · 怒りを抑えることについて §7-8

舌を慎む必要性と魂の弱さとしての怒り

5 / 12 箇所 · ギリシア語

要旨

フンダヌスは、熱病よりも怒りの状態において舌(言葉)を静かに保つことの重要性を論じ、怒りは高貴さや強さの現れではなく、むしろ魂の弱さや痛みに起因する病的な反応であると説明する。

§7ΦΟΥΝΔ.ταῦτʼ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ κρεῖττον δʼ ἐν ὀργῇ τὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ λείαν.
フンダヌス:それゆえ、これらのことを観察し見守っている私にとって、自分自身に対して適切に心に留め、思い出すことが習慣となっています。 すなわち、熱病においては舌が柔らかく滑らかであることは良いことですが、怒りにおいてはそれ以上に良いことである、と。
ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν ἔχῃ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον·
なぜなら、熱病にかかっている人々の舌が、もし自然な状態にないならば、それは悪いことの兆候であって原因ではありません。
ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουργὸν ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον.
しかし、怒っている人々の舌が、荒々しく汚れ、不適切な言葉へと流れ出すとき、それは、癒やしがたい敵意の作り手である傲慢(ヒュブリス)を生み出し、心の奥に潜む敵意の告発者となるのです。
οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς, ὡς ὁ θυμός, ἀναδείκνυσι·
なぜなら、深酒(アクラトス)であっても、怒りほど放縦で不快なものを何も露呈させないからです。
κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει, ταῦτα δὲ χολῇ κέκραται·
そして、あちらは笑いや戯れに関わりますが、こちらは胆汁と混ざり合っています。
καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότερον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ " ʽσκιδναμένας ἐν στήθεσιν ὄργας πεφυλάχθαι γλῶσσαν μαψυλάκαν. "
また、酒席においては、黙っている者は同席者たちにとって不快で鬱陶しいものですが、怒りにおいては、静寂ほど尊いものはありません。 ちょうどサッポーが次のように勧めているように。 「胸の中に怒りが飛び散るときには、むやみに吠え立てる舌を警戒せよ。
§8ΦΟΥΝΔ.οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ προσέχειν αὑτοῖς ἁλισκομένοις ὑπʼ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδʼ ἀνδρώδης οὐδʼ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπειλητικὸν εὐθαρσὲς εἶναι καὶ τὸ ἀπειθὲς ἰσχυρόν.
」フンダヌス:そして、自分が怒りに囚われているときに注意を払うことは、これらのことを熟考させるだけでなく、怒りの他の性質をも理解させます。 すなわち、それが高貴でも雄々しくもなく、気高まりや偉大さも持たないこと、むしろ多くの人々には、その動揺が実行力であり、脅迫的な態度が勇敢さであり、反抗的な態度が強さであると思われることです。
ἔνιοι δὲ καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθενται·
また、ある人々は、残虐さを偉大な行為、頑なさを堅実さ、気難しさを悪への憎悪と、誤って見なしています。
τὰ γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, οὐ μόνον ἐν οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους; οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν τοῖς λελυπηκόσιν.
というのも、(彼らの)行為や、動きや、身振りが、多大なる矮小さと弱さを告発しているからです。 彼らが子供たちを虐げたり、女たちに対して激怒したり、犬や馬や騾馬を罰する必要があると考えたりする場面(パンクラティオンの選手クテーシポーンが騾馬を蹴り返すに値するとみなしたように)においてだけでなく、僭主たちの虐殺行為においても、その過酷さの中に彼らの心の狭さが、また、加害していることの中に受けている苦痛が見出されるのであり、それは、爬虫類が熱く焼けただれ、激痛を覚えたときに、その激しい炎症を自分を苦しめた者に押し付ける噛み跡に似ています。
ὡς γὰρ οἴδημα μεγάλης ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας.
なぜなら、腫れものが肉体における大きな打撃の苦痛(現れ)であるように、最も脆い魂においては、傷つけられることに対する降伏が、より大きな弱さから、より大きな怒りを生み出すからです。
διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργιλώτεραι, καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμαζόντων καὶ κακῶς πράττοντες εὐτυχούντων·
それゆえ、女性は男性よりも、病人は健康な人よりも、老人は盛りの者よりも、不運な者は幸運な者よりも怒りっぽくなります。
ὀργιλώτατος γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιὸν ὁ ζηλότυπος πρὸς τὸ γύναιον ὁ κενόδοξος κακῶς ἀκούσας·
なぜなら、強欲な者は家令に対して最も怒りっぽく、大食漢は料理人に対して、嫉妬深い者は妻に対して、虚栄心の強い者は悪口を言われたときに、最も怒りっぽいからです。
χαλεπώτατοι δʼ ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες ἢ στάσιν, ἄλγος ἐμφανές κατὰ Πίνδαρον.
そして最も手に負えないのは、「都市において過剰な野心を追い求める、あるいは内紛を、すなわち目に見える苦痛を追い求める男たち」ピンダロスによれば、こうです。
οὕτως ἐκ τοῦ λυπουμένου μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα διʼ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε, τῆς ψυχῆς ἐοικώς, ἀλλʼ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανισταμένης.
このように、魂の最も傷つき苦しんでいる部分から、弱さゆえに、怒りは最も激しく立ち上がるのであり、それは、ある人が言ったように「魂の腱(神経)」に似ているのではなく、防衛的な衝動において、より激しく立ち上がるときの魂の張りつめや痙攣に似ているのです。

語釈・文法注

  1. 456dταῦτʼ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν — 非人称動詞 συμβαίνει(〜ということが起こる、習慣となっている)が、与格 μοι(「〜している私にとって」)および主語となる不定詞 τίθεσθαι καὶ διαμνημονεύειν(「心に留め、思い出すこと」)を伴っている。分詞 ὁρῶντι および παραφυλάττοντι は μοι に一致している。
  2. 456eτὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ λείαν — 形容詞 ἁπαλὴν および λείαν は名詞 τὴν γλῶτταν に対して述語的に使われており、「舌を柔らかく滑らかな状態に保つ(持っている)」という意味になる。「柔らかい舌を持つ」という限定的用法ではない。
  3. 457aτῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον — τῷ πικρῷ(「過酷さにおいて」)および τῷ δρῶντι(「行うこと、加害することにおいて」)は中性単数の名詞化表現であり、それぞれに τὸ μικρόψυχον(「心の狭さ」)と τὸ πεπονθὸς(「受動的状態、苦痛を被っていること」)という主語が対応している。分詞 ἐνορώμενον(「見出される」)は中性単数主格でこれらの主語を修飾している。
  4. 457cἐξανισταμένης — この属格現在分詞は、先行する τῆς ψυχῆς(「魂の」、省略されているか文脈から補われる)に一致している。「防衛的な(報復的な)衝動において、より激しく立ち上がる(魂の)」という修飾関係を示す。

この箇所を引用する

プルタルコス, 怒りを抑えることについて §7-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:7-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。