§6ΦΟΥΝΔ.ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις.
フンダヌス:私としては、正しくかどうかは分かりませんが、これを治療の第一歩とし、ちょうどスパルタ人がヘイローテスたちにおいて酔っ払うということがどういうことかを学ぶように、他者の中に怒りを観察しました。
καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπʼ ὀργῆς ἐξισταμένους μάλιστα καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ πάνυ δυσχεραίνων, εἰ φοβερὸς;
そしてまず、ヒッポクラテースが「病人の顔が本人と最も似ていなくなる病気は最も重い」と言うのと同様に、怒りによって人々が我を忘れ、何よりも顔つき、色つや、歩き方、声を変化させるのを見て、私はその情念の肖像を自分自身に刻みつけ、もし自分がいつか友人たちや、妻や、幼い娘たちに対して、このように恐ろしく狂乱した者として見られるとしたら、見るからに獰猛で異様であるだけでなく、耳障りで荒々しい声を発するようになるだろうと、非常に嫌悪感を覚えたのです。
οὕτω καὶ παρακεκινηκὼς; ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ δυναμένοις ὑπʼ ὀργῆς διαφυλάττειν.
ちょうど私が他の知人たちに出会ったとき、彼らが怒りのために、その人柄も、容姿も、言葉の気品も、会話における説得力や温和さも、保つことができなくなっていたのと同じように。
Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην ἐπʼ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι·
さて、弁論家ガイウス・グラックスは、気性も激しく、非常に熱情的に演説したため、ピッチパイプが用意されており、音楽家たちはそれを使って声をトーンの調整によって高低両方向へとなだらかに導いたものでした。
καὶ τοῦτʼ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ τῶν βουκόλων
"
κηρόπλαστος ὀτοβεῖ
δόναξ ἀχέτας ὑπνοδόταν νόμον
"
ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος ἐμοὶ δʼ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπʼ οὐδενὶ χρησίμῳ.
彼が演説する際、この笛を持った彼の奴隷が背後に立ち、穏やかで優しい音を吹き入れ、それによってガイウスの大声を呼び戻し、彼の声から荒々しさや怒りの要素を取り除いたのです。 それはちょうど、牧人の "蜜蝋で形作られし、鳴り響く葦笛が、眠りを誘う調べを奏でる "ように、弁論家の怒りをなだめ、静めました。 もし私に気が利き気品のある従者がいたならば、私が怒っている時に彼が鏡を差し出してくれたとしても、私は怒らなかったでしょう。 それはちょうど、入浴を終えた人々に対して鏡を差し出す(しかし何の役にも立たない)ようなものです。
τὸ δʼ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους.
しかし、自分自身が自然に反した状態にあり、混乱しているのを見ることは、その情念を非難する上で少なからぬ効果があるのです。
καὶ γὰρ καὶ τὴν, Ἀθηνᾶν λέγουσιν οἱ παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν·
なぜなら、アテーナーについてさえも戯れる者たちが言うには、彼女がアウロスを吹いているときにサテュロスから諌められたが、彼女は耳を貸さなかったとのことです。
"
οὔ τοι πρέπει τὸ σχῆμα·
"その格好はあなたに似合っていません。
τοὺς αὐλοὺς μέθες
καὶ θὦπλα λάζευ καὶ γνάθους εὐθημόνει· "
θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς·
アウロスは捨てなさい。 そして武具を取り、頬を整えなさい "しかし、ある川の中で自分の顔の姿を見たときに、彼女は嫌悪感を覚え、アウロスを投げ捨てたのです。
καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν εὐμέλειαν.
それにもかかわらず、アウロスの技術は、不格好さに対して、美しい調べという慰めを持っているというのに。
καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ περιστομίοις τοῦ πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν ἀνωμαλίαν,
"
χρυσῷ δʼ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας
κόρσας, καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν. "
ἡ δʼ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ φωνὴν
"κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.
そしてマルシュアースは、どうやら革帯(フォルベイア)や息の吹き出しを抑えるマウピースによって、激しい息の噴出を閉じ込め、顔を整え、その歪みを隠したようです。 "まばゆい金によって、彼は毛深いこめかみと、激しく動く口を、後ろで結ばれた革紐で締め合わせた "しかし、怒りは顔を醜く膨らませ、引きつらせながら、さらに醜く、不快な声を発します。 "心の中の、動かすべきでない弦を動かしながら。
"
τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν· ἃ δʼ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὐτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους.
"なぜなら、海は風によってかき乱され、藻や海草を打ち上げる時、浄化されるのだと言われますが、怒りが魂を転覆させながら吐き出す放縦で、辛辣で、とりとめのない言葉は、それを語る本人を真っ先に汚し、悪評で満たします。 あたかも彼らが常に心の中にそのようなものを持って満たされており、それが怒りによって暴き出されたかのように。
διὸ κουφοτάτου πράγματος, ὥς φησιν ὁ Πλάτων, λόγου βαρυτάτην ζημίαν τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι.
それゆえ、プラトーンが言うように、最も軽いものである「言葉」に対して、彼らは最も重い罰を支払うことになるのです。 敵意に満ち、悪口を言い、意地が悪い者であると思われることによって。