§7ΦΟΥΝΔ.ταῦτʼ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ κρεῖττον δʼ ἐν ὀργῇ τὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ λείαν.
芬达努斯:因此,对于观察并留意这些情况的我来说,我往往会在心中妥善地确立并牢记这一点:即在发烧时保持舌头柔软且平滑是件好事,而在愤怒中这么做则更为重要。
ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν ἔχῃ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον· ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουργὸν ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον.
因为发烧者的舌头如果处于反常状态,那只是一个坏的征兆,而非原因;但是发怒者的舌头若变得粗糙、肮脏,并流溢出荒谬的言辞,就会滋生出傲慢(这无法治愈之仇恨的制造者),并揭示出内心深处的敌意。
οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς, ὡς ὁ θυμός, ἀναδείκνυσι· κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει, ταῦτα δὲ χολῇ κέκραται· καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότερον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ
"
ʽσκιδναμένας ἐν στήθεσιν ὄργας
πεφυλάχθαι γλῶσσαν μαψυλάκαν.
因为深酒(阿克拉托斯)显露出的放纵和令人不悦,没有一样能及得上愤怒;而且,前者(醉酒)关系到欢笑与戏谑,而后者(愤怒)则与胆汁混杂在一起;在饮酒时,保持沉默的人对于同席者来说是令人厌烦和粗俗的,但在愤怒中,没有什么比静默更为高贵,正如萨福所劝诫的: “当愤怒在胸中散播时,应当戒备那胡乱吠叫的舌头。
" §8ΦΟΥΝΔ.οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ προσέχειν αὑτοῖς ἁλισκομένοις ὑπʼ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδʼ ἀνδρώδης οὐδʼ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπειλητικὸν εὐθαρσὲς εἶναι καὶ τὸ ἀπειθὲς ἰσχυρόν.
” 芬达努斯:当人们被愤怒所俘获时,关注自身不仅能让我们反思这些道理,还能让我们理解愤怒的其他本质,即它既非高贵,也非刚毅,更不具有尊严和伟大;然而在大多数人看来,它的骚动似乎是行动力,它的威胁似乎是勇敢,它的违逆似乎是强大。
ἔνιοι δὲ καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθενται· τὰ γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, οὐ μόνον ἐν οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους; οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν τοῖς λελυπηκόσιν.
有些人还错误地将残暴视为伟业,将冥顽不灵视为刚健,将坏脾气视为嫉恶如仇;因为他们的行为、动作和姿态都暴露了极大的渺小与软弱,这不仅体现在他们撕扯孩童、对妇人大发雷霆、并认为必须惩罚狗、马和骡子时(正如攀克拉辛运动员克特西丰,他认为自己应当踢回那只踢了他的骡子),而且在僭主的残暴屠杀中,从其残酷中也能看出他们气量的狭小,从其施暴中也能看出他们内心的痛苦,这就像爬行动物在被晒得灼热且极其痛苦时的撕咬,它们将剧烈的炎症(毒素)倾泻在那些伤害了它们的人身上。
ὡς γὰρ οἴδημα μεγάλης ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας.
因为,正如肿胀是肉体遭受重大打击的病痛表现一样,在最软弱的灵魂中,向痛苦妥协同样会由于更大的软弱而产生更大的愤怒。
διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργιλώτεραι, καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμαζόντων καὶ κακῶς πράττοντες εὐτυχούντων· ὀργιλώτατος γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιὸν ὁ ζηλότυπος πρὸς τὸ γύναιον ὁ κενόδοξος κακῶς ἀκούσας· χαλεπώτατοι δʼ
ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες ἢ στάσιν, ἄλγος ἐμφανές
κατὰ Πίνδαρον.
因此,女人比男人更容易发怒,病人比健康人、老人比壮年人、不幸的人比幸运的人更容易发怒;因为守财奴对管家最易发怒,饕餮之徒对厨子、嫉妒者对妻子、虚荣者在听到恶评时最易发怒;而最难对付的是: “在城邦中追求过分虚荣或内讧的男子,这乃是显而易见的痛苦,” 正如品达所言。
οὕτως ἐκ τοῦ λυπουμένου μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα διʼ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε, τῆς ψυχῆς ἐοικώς, ἀλλʼ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανισταμένης.
因此,愤怒正是由于软弱,才最容易从灵魂最感痛苦和受折磨的部分升起。 它并不像某人所说的那样,如同“灵魂的肌腱”,而是如同在防御性冲动中更为剧烈地升起时,灵魂的紧绷和痉挛。